Ancient Greek · ~20 min
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-69
Not analysed yet
Μιμηταί μου γίνεσθε, φησὶν ὁ Παῦλος, καθὼς κἀγὼ Χριστοῦ. Διὰ γὰρ τοῦτο καὶ σάρκα ἐκ τοῦ φυράματος ἔλαβε τοῦ ἡμετέρου, ἵνα δι' αὐτῆς ἡμᾶς παιδεύσῃ τὴν ἀρετήν. Ἐν γὰρ ὁμοιώματι σαρκὸς, φησὶν, ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· καὶ αὐτὸς ὁ Χριστὸς, Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ταῦτα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἐδίδασκε. Καὶ γὰρ καὶ Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἐκάλουν, καὶ πλάνον, καὶ λίθους ἠφίεσαν κατ' αὐτοῦ· καὶ νῦν μὲν ὑπηρέτας ἀπέστελλον οἱ Φαρισαῖοι ὥστε αὐτὸν συλλαβεῖν, νῦν δὲ ἄλλους καθίεσαν ἐπιβουλεύοντας· καὶ αὐτοὶ δὲ πολλάκις ὑβρίζοντες διετέλουν, καὶ ταῦτα οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ εὐεργετούμενοι διηνεκῶς· καὶ ὅμως μετὰ τοσαῦτα οὐκ ἀφίσταται αὐτοὺς εὖ ποιῶν καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων. Καὶ οἰκέτου δέ τινος ῥαπίσαντος αὐτὸν, φησίν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλ' ἐκεῖνα μὲν πρὸς τοὺς ἐχθροὺς καὶ τοὺς ἐπιβουλεύοντας· ἴδωμεν δὲ καὶ πρὸς τοὺς μαθητὰς τί ποιεῖ νῦν· μᾶλλον δὲ καὶ ἃ νῦν ἐπιδείκνυται πρὸς τὸν ἐπίβουλον. Ὃν γὰρ μάλιστα πάντων ἐχρῆν μισεῖν, ὅτι μαθητὴς ὢν, καὶ τραπεζῶν καὶ ἁλῶν κοινωνήσας, καὶ θαύματα ἰδὼν, καὶ τοσούτων ἀξιωθεὶς, πάντων ἐποίησε χαλεπώτερα, λίθοις μὲν οὐ βάλλων οὐδὲ ὑβρίσας, ἀλλὰ προδοὺς αὐτὸν καὶ παραδοὺς, τοῦτον ὅρα πῶς φιλοφρόνως δέχεται, νίπτων αὐτοῦ τοὺς πόδας. Καὶ γὰρ ταύτῃ αὐτὸν κατασχεῖν ἐβούλετο τῆς πονηρίας ἐκείνης. Καίτοι γε ἐνῆν, εἴπερ ἤθελε, καὶ ξηρᾶναι αὐτὸν ὡς τὴν συκῆν, καὶ διατεμεῖν ὥσπερ τὰς πέτρας ἔῤῥηξε, καὶ διασχίσαι ὥσπερ τὸ καταπέτασμα· ἀλλ' οὐκ ἐβούλετο ἀνάγκῃ, ἀλλὰ προαιρέσει τῆς ἐπιβουλῆς αὐτὸν ἀπαγαγεῖν. Διὰ τοῦτο καὶ νίπτει τοὺς πόδας. Καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος. Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, φησὶν, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα. Οὐ τότε εἰδώς· ἀλλ' ὅτι ἐποίησεν ὅπερ ἐποίησεν, πάλαι εἰδὼς, φησίν. Ἵνα μεταβῇ. Μεγαλοφρόνως. ὁ εὐαγγελιστὴς μετάβασιν αὐτοῦ τὸν θάνατον καλεῖ Ἀγαπήσας τοὺς ἰδίους, εἰς τέλος ἠγάπησεν αὐτούς. Εἶδες πῶς μέλλων ἐγκαταλιμπάνειν αὐτοὺς, σφοδροτέραν τὴν ἀγάπην ἐπιδείκνυται; Τὸ γὰρ, Ἀγαπήσας, εἰς τέλος ἠγάπησεν αὐτοὺς, τοῦτο δηλοῖ· Οὐδὲν ἐνέλιπεν ὧν τὸν σφόδρα ἀγαπῶντα εἰκὸς ἦν ποιῆσαι. Τί δήποτε δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησε; Τὰ μείζονα ὕστερον ἐργάζεται, ὥστε αὐτῶν ἐπιτεῖναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαποθέσθαι παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἰδίους δὲ αὐτοὺς λέγει κατὰ τὸν τῆς οἰκειώσεως λόγον· ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει, κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ· Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τί δέ ἐστι, Τοὺς ἐν τῷ κόσμῳ; Ἐπειδὴ ἦσαν αὐτοῦ ἴδιοι καὶ οἱ τετελευτηκότες, οἱ περὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ κατ' ἐκείνους· ἀλλ' οὐκ ἐν τῷ κόσμῳ ἦσαν ἐκεῖνοι. Ὁρᾷς ὅτι Παλαιᾶς καὶ Καινῆς αὐτός ἐστιν ὁ Θεός; Τί δέ ἐστιν, Εἰς τέλος ἠγάπησεν αὐτούς; Ἀντὶ τοῦ, ἔμενεν ἀγαπῶν διηνεκῶς, καὶ τεκμήριον τῆς πολλῆς ἀγάπης τοῦτο λέγει· καίτοι γε ἀλλαχοῦ ἕτερον εἶπε, τὸ, τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ. Ἀλλ' οὔπω ἐκεῖνο ἐγεγόνει. Τίνος δὲ ἕνεκεν τοῦτο νῦν ἐποίησεν; Ὅτι πολλῷ θαυμαστότερον ἦν, ὅτε λαμπρότερος παρὰ πᾶσιν ἐφάνη· καὶ παραμυθίαν δὲ οὐ μικρὰν κατέλιπε μέλλων ἀναχωρεῖν. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφοδρῶς, ἀντίῤῥοπον αὐτοῖς διὰ τούτων παράκλησιν ἐπεισάγει. Καὶ δείπνου γενομένου, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ αὐτόν. Τοῦτο ἐκπληττόμενος εἶπεν ὁ εὐαγγελιστὴς, δηλῶν, ὅτι τοῦτον τὸν ἤδη προδοῦναι ἑλόμενον αὐτὸν ἔνιψε. Δείκνυσι δὲ αὐτοῦ πολλὴν τὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἁλῶν αὐτὸν ἡ κοινωνία κατέσχεν, ὃ μάλιστα οἶδεν ἐπέχειν πονηρίαν, οὐ τὸ μέχρι τῆς ἐσχάτης ἡμέρας παραμεῖναι τὸν διδάσκαλον αὐτοῦ διαβαστάζοντα. Εἰδὼς δὲ ὁ Ἰησοῦς, ὅτι πάντα αὐτῷ εἰς χεῖρα δέδωκεν ὁ Πατὴρ, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει. Ἐνταῦθα καὶ θαυμάζων λέγει, ὅτι Ὁ τοσοῦτος, καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοῦτο εἰργάσατο, καὶ οὐδὲ οὕτως ἀπηξίωσε καταδέξασθαι πρᾶγμα τοσοῦτον. Παράδοσιν δὲ, ὡς ἐμοὶ δοκεῖ, τὴν τῶν πιστῶν σωτηρίαν ἐνταῦθα καλεῖ. Καὶ γὰρ ὅταν λέγῃ, Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου, ταύτην λέγει τὴν παράδοσιν· ὡς καὶ ἀλλαχοῦ φησιν, Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ πάλιν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ ὅτι, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐδὲν ἐλαττοῦσθαι ἔμελλεν ἀπὸ τούτου, ἀπὸ Θεοῦ ἐξελθὼν, καὶ πρὸς τὸν Θεὸν ὑπάγων, καὶ πάντα ἔχων. Ὅταν δὲ ἀκούσῃς παράδοσιν, μηδὲν ἀνθρώπινον ὑπολάβῃς· τὴν γὰρ εἰς τὸν Πατέρα ἐνδείκνυται τιμὴν καὶ ὁμόνοιαν. Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτω καὶ αὐτὸς τῷ Πατρί. Καὶ δηλοῖ Παῦλος λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἀνθρωπινώτερον δὲ αὐτὸ ἐνταῦθα εἶπε, τὴν πολλὴν περὶ αὐτοὺς ἐπιμέλειαν δεικνύμενος, καὶ τὴν ἄφατον περὶ αὐτοὺς ἐμφαίνων ἀγάπην, ὅτι ὡς οἰκείων ἐπεμελεῖτο λοιπὸν, διδάσκων αὐτοὺς τὴν μητέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην, ἣν καὶ ἀρχὴν καὶ τέλος ἔφησεν εἶναι τῆς ἀρετῆς. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει· ἀλλ' ἵνα μάθωμεν ὅτι ἄξια ἐποίει τοῦ ἐκεῖθεν ἐλθόντος καὶ ἐκεῖ ἀπιόντος, ἅπαντα καταπατῶν τῦφον. Καὶ ἀναστὰς ἀπὸ τοῦ δείπνου, καὶ θεὶς τὰ ἱμάτια.