Ancient Greek · ~13 min
Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-54
Not analysed yet
Φεύγωμεν τοίνυν τὸ θηρίον τοῦτο διὰ πάντων. Ποικίλον γάρ ἐστι καὶ παντοδαπὸν, καὶ πανταχοῦ διασπείρει τὸν οἰκεῖον ἰὸν, καὶ ἐν χρήμασι, καὶ ἐν τρυφῇ, καὶ ἐν κάλλει σωμάτων. Διὰ τοῦτο πανταχοῦ τὴν χρείαν ὑπερβαίνομεν· διὰ τοῦτο ἡ περὶ τὰ ἱμάτια πλεονεξία, ὁ πολὺς τῶν οἰκετῶν ἐσμός· διὰ τοῦτο πανταχοῦ μὲν ἡ χρεία καταπεφρόνηται, καὶ ἐν οἰκίαις, καὶ ἐν ἱματίοις, καὶ ἐν τραπέζῃ· ἡ δὲ πλεονεξία κρατεῖ. Βούλει δόξης ἀπολαύειν; Ἔργασαι ἐλεημοσύνην· τότε σε ἐπαινέσονται οἱ ἄγγελοι· τότε σε ὁ Θεὸς ἀποδέξεται. Νῦν μὲν γὰρ τὸ θαῦμα μέχρι τῶν χρυσοχόων ἕστηκε καὶ τῶν ὑφαντῶν· σὺ δὲ ἀστεφάνωτος ἀναχωρεῖς, κατάρας ὁρῶσα σεαυτὴν δεχομένην πολλάκις. Ἂν δὲ ταῦτα μὴ τῷ σώματι περιθῇς, ἀλλ' εἰς τὰς γαστέρας τῶν πενομένων κενώσῃς, πολὺς ὁ κρότος πανταχόθεν ἔσται, πολὺς ὁ ἔπαινος. Τότε αὐτὰ ἕξεις, ὅταν ἑτέροις δῷς· ἕως δ' ἂν μόνη κατέχῃς, οὐκ ἔχεις. Θησαυρὸς γὰρ ἄπιστος ἡ οἰκία· θησαυρὸς δὲ βέβαιος αἱ τῶν πενήτων χεῖρες. Τί τὸ σῶμα κοσμεῖς, τῆς ψυχῆς ἠμελημένης, ἀκαθαρσίᾳ κατεχομένης; τί μὴ τοσαύτην ἀπονέμεις τῇ ψυχῇ πρόνοιαν, ὅσην τῷ σώματι; Καίτοι γε πλείονα ἔδει· ἀλλ' ὅμως, ἀγαπητοὶ, κἂν τὴν ἴσην αὐτῇ παρέχειν ἔδει πρόνοιαν. Εἰπὲ γάρ μοι· εἴ τίς σε ἤρετο, τί βούλει, τὸ σῶμά σου εἶναι λαμπρὸν καὶ εὐεκτοῦν, καὶ ὥρᾳ νικᾷν, καὶ ἱμάτια φορεῖν εὐτελῆ· ἢ τοῦτο μὲν ἀνάπηρον ἔχειν καὶ νόσων ἐμπεπλησμένον, καὶ χρυσοφορεῖν καὶ καλλωπίζεσθαι; οὐ πολλῷ μᾶλλον εἵλου ἐν τῇ φύσει τοῦ σώματος ἔχειν τὴν εὐμορφίαν, ἢ τῇ περιβολῇ τῶν ἱματίων; εἶτα ἐπὶ μὲν τοῦ σώματος τοῦτο αἱρήσῃ, ἐπὶ δὲ τῆς ψυχῆς τοὐναντίον, καὶ αἰσχρὰν αὐτὴν ἔχουσα καὶ δυσειδῆ καὶ μέλαιναν· οἴει τι καρποῦσθαι ἀπὸ τῶν χρυσίων; Καὶ πόσης ταῦτα ἀνοίας; Στρέψον τὸν κόσμον τοῦτον ἔνδον, καὶ τὰ περιδέραια ταῦτα τῇ ψυχῇ περίθες. Τὰ μὲν γὰρ σώματι περικείμενα οὔτε εἰς ὑγίειαν, οὔτε εἰς εὐμορφίαν αὐτοῦ τοῦτο ὀνίνησιν· οὔτε γὰρ τὸ μέλαν λευκὸν ἐργάσεται, οὔτε τὸ αἰσχρὸν καλὸν ἢ εὐειδές· τῇ δὲ ψυχῇ ἂν περιθῇς, ταχέως αὐτὴν ἀντὶ μελαίνης λευκὴν ἐργάσῃ, ἀντὶ αἰσχρᾶς καὶ δυσειδοῦς καλὴν καὶ εὐειδῆ. Καὶ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Κυρίου οὕτω λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ, Δότε ἐλεημοσύνην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Οὐ σαυτὴν δὲ μόνην, ἀλλὰ καὶ τὸν ἄνδρα οὕτω διακειμένη καλὸν ποιήσεις. Ἂν γὰρ ἴδωσι τὸν κόσμον τοῦτον ἀποθεμένας, οὐ πολλὴν ἕξουσι δαπάνης ἀνάγκην· οὐκ ἔχοντες δὲ, πλεονεξίας ἀποστήσονται πάσης, καὶ εἰς ἐλεημοσύνην ἔσονται εὐκολώτεροι, καὶ ὑμεῖς δὲ αὐτοῖς δυνήσεσθε μετὰ παῤῥησίας συμβουλεύειν τὰ δέοντα. Νῦν μὲν γὰρ πᾶσαν παρῄρησθε τὴν τοιαύτην ἐξουσίαν. Ποίῳ γὰρ στόματι ταῦτα διαλέξεσθε; ποίοις δὲ ὀφθαλμοῖς ἀντιβλέψετε ἐλεημοσύνην ἀπαιτοῦσαι τοὺς ἄνδρας, ὅταν τὰ πλείονα εἰς τὴν τοῦ σώματος περιβολὴν ἀναλίσκητε; Τότε δυνήσῃ μετὰ παῤῥησίας διαλέγεσθαι τῷ ἀνδρὶ περὶ ἐλεημοσύνης, ὅταν τὸν κόσμον τῶν χρυσίων ἀποθῇ. Κἂν μηδὲν ἀνύσῃς, τὸ σαυτῆς ἐπλήρωσας ἅπαν· μᾶλλον δὲ ἀμήχανον μὴ καὶ ἐκεῖνον κερδᾶναι, διὰ τῶν πραγμάτων αὐτῶν διαλεγομένη. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ὥσπερ οὖν νῦν καὶ ὑπὲρ ἑαυτῆς καὶ ὑπὲρ ἐκείνου δώσεις τὸν λόγον, οὕτως, ἐὰν τὴν φαντασίαν ταύτην ἀποδύσῃ πᾶσαν, διπλοῦν τὸν στέφανον ἕξεις, μετὰ τοῦ ἀνδρὸς στεφανηφοροῦσα καὶ πομπεύουσα κατὰ τοὺς ἀκηράτους αἰῶνας ἐκείνους, καὶ τῶν αἰωνίων ἀπολαύουσα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.