Ancient Greek · ~22 min
Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-7
Not analysed yet
Οὐδὲ γὰρ κωλύει καὶ τήμερον τῶν αὐτῶν ἅψασθαι ῥημάτων, ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν δογμάτων ἐξηγήσεως ἐκωλύθημεν ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ μὴ λέγοντες αὐτὸν ἀληθινὸν Θεόν; Ἐνταῦθα μὲν γὰρ φῶς ἀληθινὸν εἴρηται· ἑτέρωθι δὲ, αὐτοαλήθεια, καὶ αὐτοζωή. Ἀλλ' ἐκείνῳ μὲν τῷ λόγῳ, ὅταν ἐκεῖ γενώμεθα, σαφέστερον ἐπεξελευσόμεθα· κατὰ δὲ τὸ παρὸν, ἀναγκαῖον τέως ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν· Εἰ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι; Οὐ γὰρ δὴ πάντες ἐπέγνωσαν τοῦ Χριστοῦ τὸ σέβας. Πῶς οὖν φωτίζει πάντα ἄνθρωπον; Τό γε εἰς αὐτὸν ἧκον. Εἰ δέ τινες ἑκόντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς μύσαντες, μὴ βούλοιντο παραδέξασθαι τοῦ φωτὸς τούτου τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσιν ἡ σκότωσις ἐκείνοις, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς δωρεᾶς. Ἡ μὲν γὰρ χάρις εἰς πάντας ἐκκέχυται, οὐκ Ἰουδαῖον, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ Σκύθην, οὐκ ἐλεύθερον, οὐ δοῦλον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ πρεσβύτην, οὐ νέον ἀποστρεφομένη· πάντας δὲ ὁμοίως προσιεμένη, καὶ μετὰ τῆς ἴσης καλοῦσα τιμῆς. Οἱ δὲ οὐκ ἐθέλοντες ἀπολαῦσαι τῆς δωρεᾶς ταύτης, ἑαυτοῖς δίκαιοι ταύτην ἂν εἶεν λογίσασθαι τὴν πήρωσιν. Ὅταν γὰρ τῆς εἰσόδου πᾶσιν ἀνεῳγμένης, καὶ μηδενὸς τοῦ κωλύοντος ὄντος, ἐθελοκακοῦντές τινες ἔξω μένωσι, παρ' οὐδένα ἕτερον, ἀλλ' ἢ παρὰ τὴν οἰκείαν πονηρίαν ἀπόλλυνται μόνον. Ἐν τῷ κόσμῳ ἦν· ἀλλ' οὐχ ὡς τοῦ κόσμου σύγχρονος, ἄπαγε. Διὰ γὰρ τοῦτο ἐπήγαγε· Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· διὰ τούτου σε πάλιν ἀνάγων ἐπὶ τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς. Ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, κἂν σφόδρα ἀναίσθητος ᾖ, κἂν ἐχθρὸς, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ, πάντως καὶ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν Ποιητήν. Ὅθεν μοι καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε, καὶ ἑκὼν ἑαυτὸν κατεκρήμνισεν. Οὐδὲ γὰρ ἀγνοῶν, ἀλλὰ καὶ σφόδρα εἰδὼς ἡμάρτανε, ταὐτὸν παθὼν τοῖς Ἰουδαίοις. Καθάπερ γὰρ ἐκεῖνοι πρὸς ἀνθρώπους ὁρῶντες, τὸ τῆς πίστεως προὔδωκαν ὑγιὲς, εἰδότες μὲν ὅτι αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὁμολογοῦντες, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· οὕτω καὶ τοῦτον γυναικί τινι χαριζόμενον, τὴν σωτηρίαν φασὶν ἀποδόσθαι τὴν ἑαυτοῦ. Δεινὸν γὰρ, ὄντως δεινὸν τῆς κενοδοξίας ἡ τυραννὶς, καὶ σοφῶν ὀφθαλμοὺς ἐκτυφλοῦν ἱκανὸν, ὅταν μὴ νήφωσιν. Εἰ γὰρ ἡ δωροδοκία τοῦτο ἰσχύει, πολλῷ μᾶλλον τὸ ταύτης βιαιότερον πάθος. Διὰ τοῦτο καὶ Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ἐνταῦθα κόσμον τὸ πλῆθός φησι, τὸ διεφθαρμένον καὶ τοῖς γηΐνοις προστετηκὸς πράγμασι, τὸν χυδαῖον, καὶ ταραχώδη, καὶ ἀνόητον λαόν. Ὡς οἵ γε τοῦ Θεοῦ φίλοι καὶ θαυμαστοὶ πάντες αὐτὸν ἐπέγνωσαν καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας. Καὶ περὶ μὲν τοῦ πατριάρχου καὶ αὐτὸς ὀνομαστί φησιν ὁ Χριστὸς, ὅτι Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ περὶ τοῦ Δαυῒδ δὲ Ἰουδαίους ἐλέγχων ἔλεγε· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Καὶ πολλαχοῦ πρὸς ἐκείνους ἱστάμενος Μωϋσέως μέμνηται· περὶ δὲ τῶν λοιπῶν προφητῶν ὁ Ἀπόστολος. Πάντας γὰρ τοὺς προφήτας ἀπὸ Σαμουὴλ ἐγνωκέναι φησὶν ὁ Πέτρος αὐτὸν, καὶ τὴν παρουσίαν αὐτοῦ πόῤῥωθεν προαναφωνεῖν, οὕτω λέγων· Καὶ πάντες οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας Τῷ δὲ Ἰακὼβ καὶ τῷ πατρὶ τῷ τούτου, ὥσπερ οὖν καὶ τῷ πάππῳ, καὶ ἐφάνη καὶ διελέχθη, καὶ πολλὰ καὶ μεγάλα ὑπέσχετο δώσειν ἀγαθὰ, ἅπερ οὖν καὶ εἰς ἔργον ἐξήνεγκε. Πῶς οὖν, φησὶν, αὐτὸς ἔλεγε· Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν; Ἆρα γὰρ οὐ μετέσχον τῆς γνώσεως τῆς εἰς αὐτόν; Πάνυ μὲν οὖν· καὶ τοῦτο καὶ ἀπὸ τῆς ῥήσεως ταύτης, ἀφ' ἧς νομίζουσί τινες αὐτοὺς ἀπεστερῆσθαι, πειράσομαι ποιῆσαι φανερόν. Πολλοὶ γὰρ, φησὶν, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε. Ὥστε ᾔδεσαν αὐτὸν ἥξοντα εἰς ἀνθρώπους, καὶ οἰκονομήσοντα, ἅπερ καὶ ᾠκονόμησεν. Οὐ γὰρ ἂν, εἰ μὴ ᾔδεσαν, ἐπεθύμησαν. Οὐδεὶς γὰρ ὧν μηδὲ ἔννοιαν ἔχει, τούτων λαβεῖν ἐπιθυμίαν δυνήσεται. Ὥστε ᾔδεσαν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ὅτι ἥξει εἰς ἀνθρώπους. Τίνα οὖν ἐστιν ἅπερ οὐκ ᾔδεσαν, καὶ τίνα ἅπερ οὐκ ἤκουσαν; Ταῦτα ἃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Εἰ δὲ καὶ φωνῆς ἤκουσαν, καὶ εἶδον αὐτὸν ἐκεῖνοι, ἀλλ' οὐκ ἐν σαρκὶ, οὐδὲ οὕτω τοῖς ἀνθρώποις συναναστρεφόμενον, οὐδὲ μετὰ τοσαύτης αὐτοῖς ὁμιλοῦντα τῆς ἀδείας. Τοῦτο γοῦν καὶ αὐτὸς δηλῶν, οὐχ ἁπλῶς εἶπεν· Ἐπεθύμησαν ἰδεῖν ἐμέ· ἀλλὰ τί; Ἃ ὑμεῖς βλέπετε· οὐδὲ, Ἀκοῦσαι ἐμοῦ· ἀλλὰ τί; Ἃ ὑμεῖς ἀκούετε. Ὥστε εἰ καὶ μὴ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐθεάσαντο, ἀλλ' ὅμως ᾔδεσαν αὐτὴν ἐσομένην, ἧς καὶ ἐπεθύμουν· καὶ ἐπίστευον εἰς αὐτὸν, καὶ μὴ ἑωρακότες αὐτὸν ἐν σαρκί. Ὅταν οὖν ἐγκαλῶσιν ἡμῖν Ἕλληνες ταῦτα λέγοντες· Τί δὲ τὸν ἔμπροσθεν ἐποίει χρόνον ὁ Χριστὸς, τὸ τῶν ἀνθρώπων οὐκ ἐπισκοπούμενος γένος; καὶ τί δήποτε ἐν ἐσχάτῳ τῆς ἡμετέρας ἦλθεν ἀντιληψόμενος σωτηρίας, τοσοῦτον ἀμελήσας χρόνον ἡμῶν; ἐροῦμεν, ὅτι καὶ πρὸ τούτου ἐν τῷ κόσμῳ ἦν, καὶ προενόει τῶν ἔργων αὐτοῦ, καὶ γνώριμος τοῖς ἀξίοις ἅπασιν ἦν. Εἰ δὲ διὰ τὸ μὴ πάντας αὐτὸν τότε ἐπεγνωκέναι, ἀλλὰ παρὰ τῶν γενναίων αὐτὸν καὶ ἐναρέτων ἐκείνων μόνων ἐγνῶσθαι, φαίητε μὴ γνωρίζεσθαι· κατὰ τοῦτο οὐδὲ νῦν ὁμολογήσετε προσκυνεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀνθρώπων, ἐπειδὴ μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασιν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ παρόντος οὐδεὶς ἂν διὰ τοὺς ἀγνοοῦντας αὐτὸν τοῖς εἰδόσι διαπιστήσειεν· οὕτως οὐδὲ ὑπὲρ τῶν ἔμπροσθεν χρόνων ἀμφισβητεῖν χρὴ, ὅτι πολλοῖς, μᾶλλον δὲ πᾶσιν ἔγνωστο τοῖς γενναίοις καὶ θαυμασίοις ἀνδράσιν ἐκείνοις.