Ancient Greek
Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-7
Not analysed yet
Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν μὴ πάντες προσεῖχον αὐτῷ, μηδὲ πάντες αὐτὸν ἐθεράπευον τότε, ἀλλὰ μόνοι οἱ δίκαιοι; ἐρήσομαι κἀγὼ, τίνος ἕνεκεν μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασι; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Τὸν γὰρ Πατέρα τὸν τούτου, διατί μὴ πάντες, μήτε τότε, μήτε νῦν ἔγνωσαν· ἀλλ' οἱ μὲν αὐτομάτως ἅπαντα φέρεσθαι λέγουσιν, οἱ δὲ δαιμονίοις τὴν τοῦ παντὸς ἐπιτρέπουσι πρόνοιαν· εἰσὶ δὲ οἳ καὶ ἕτερον παρὰ τοῦτον ἀναπλάττουσι θεόν· τινὲς δὲ αὐτῶν καὶ τὴν ἀντικειμένην εἶναι βλασφημοῦσιν αὐτοῦ δύναμιν, καὶ τοὺς νόμους αὐτοῦ, πονηροῦ τινὸς δαίμονος εἶναι νομίζουσι; Τί οὖν; παρὰ τοῦτο οὔτε Θεὸν αὐτὸν φήσομεν εἶναι, ἐπειδή τινές εἰσιν οἱ τοῦτο λέγοντες, καὶ πονηρὸν αὐτὸν ὁμολογήσομεν εἶναι; καὶ γὰρ καὶ τοῦτό εἰσιν οἱ βλασφημοῦντες αὐτόν. Ἄπαγε τῆς παραφροσύνης καὶ τῆς ἐσχάτης παραπληξίας. Εἰ γὰρ μέλλοιμεν ἀπὸ τῆς τῶν μαινομένων κρίσεως χαρακτηρίζειν τὰ δόγματα, οὐδὲν κωλύει μαίνεσθαι καὶ αὐτοὺς μανίαν χαλεπωτάτην. Εἶτα, ἥλιον μὲν οὐδεὶς λυμαντικὸν ὀφθαλμῶν εἶναι φήσει διὰ τοὺς νοσοῦντας τὰς ὄψεις, ἀλλὰ φωτιστικὸν, ἀπὸ τῶν ὑγιαινόντων λαμβάνων τὰς κρίσεις· καὶ τὸ μέλι δὲ οὐδεὶς πικρὸν προσερεῖ, ἐπειδὴ τοῦτο τῇ αἰσθήσει τῶν ἀῤῥώστων δοκεῖ· τὸν δὲ Θεὸν ἀπὸ τῆς τῶν ἀσθενούντων ὑπολήψεως, ἢ μὴ εἶναι, ἢ πονηρὸν εἶναι, ἢ ποτὲ μὲν προνοεῖν, ποτὲ δὲ μηδὲ ὅλως τοῦτο ποιεῖν ψηφιοῦνταί τινες; Καὶ τίς ἂν τοὺς τοιούτους ὑγιαίνειν φήσειεν, ἀλλ' οὐκ ἐξεστηκέναι καὶ παραπαίειν, καὶ μαίνεσθαι τὴν ἐσχάτην μανίαν; Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, φησίν. Ἀλλ' ὧν ὁ κόσμος οὐκ ἦν ἄξιος, οὗτοι αὐτὸν ἔγνωσαν. Εἰπὼν δὲ καὶ τοὺς μὴ γνόντας αὐτὸν, ἐν βραχεῖ καὶ τὴν αἰτίαν τῆς ἀγνοίας ἔθηκεν. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι οὐδεὶς αὐτὸν ἔγνω, ἀλλ' ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω τουτέστιν, οἱ τῷ κόσμῳ μόνῳ προσηλωμένοι, καὶ τὰ τοῦ κόσμου φρονοῦντες ἄνθρωποι. Οὕτω γὰρ εἴωθε καλεῖν αὐτοὺς καὶ ὁ Χριστὸς, ὡς ὅταν λέγῃ· Πάτερ ἅγιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Οὐκ ἄρα αὐτὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα αὐτοῦ ὁ κόσμος ἠγνόησε, καθάπερ ἐλέγομεν. Οὐδὲν γὰρ οὕτω θολοῖ διάνοιαν, ὡς τὸ προστετηκέναι τοῖς παροῦσι. Ταῦτ' οὖν εἰδότες, ἀποστήσατε ἑαυτοὺς τοῦ κόσμου, καὶ τῶν σαρκικῶν ἀποῤῥήξατε πραγμάτων, καθόσον οἷόν τε. Οὐδὲ γὰρ ἐν τοῖς τυχοῦσιν ὑμῖν ἀπὸ τούτων ἡ ζημία γίνεται, ἀλλ' ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Οὐ γὰρ ἔστιν ἄνθρωπον τῶν κατὰ τὸν παρόντα βίον ἀντεχόμενον πραγμάτων σφοδρῶς δυνηθῆναι ἐπιλαβέσθαι τῶν ἐν τοῖς οὐρανοῖς γνησίως· ἀλλὰ ἀνάγκη τὸν περὶ ταῦτα ἐσπουδακότα ἐκείνων ἐκπεσεῖν. Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· ἀνάγκη γὰρ ἑνὸς ἔχεσθαι, καὶ τὸν ἕτερον μισεῖν. Καὶ ταῦτα καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα βοᾷ. Οἱ γοῦν τῆς τῶν χρημάτων ἐπιθυμίας καταγελάσαντες, οὗτοι μάλιστά εἰσιν οἱ τὸν Θεὸν ἀγαπῶντες ὡς χρή· ὥσπερ οὖν οἱ τὴν ἀρχὴν ἐκείνην θαυμάζοντες, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ ἀμβλυτέραν τὴν περὶ αὐτὸν ἀγάπην ἔχοντες. Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων τὸν Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ. Ἀνανήψατε τοίνυν ποτὲ καὶ διεγέρθητε, καὶ ἐννοήσαντες τίνος ἐσμὲν οἰκέται, τὴν τούτου βασιλείαν ἀγαπήσωμεν μόνην· κλαύσωμεν, θρηνήσωμεν ὑπὲρ τῶν ἔμπροσθεν χρόνων, ὧν ἐδουλεύσαμεν τῷ μαμωνᾷ· ῥίψωμεν αὐτοῦ καθάπαξ τὸν ζυγὸν, τὸν ἀφόρητον καὶ τὸν βαρὺν, καὶ μένωμεν φέροντες τὸν τοῦ Χριστοῦ, τὸν κοῦφον καὶ ῥᾷστον· οὐδὲν γὰρ ἐπιτάττει τοιοῦτον ἡμῖν οἷον ὁ μαμωνᾶς. Οὗτος μὲν γὰρ ἐχθροὺς κελεύει πᾶσι γίνεσθαι· ὁ δὲ Χριστὸς τοὐναντίον, ἅπαντας ἀσπάζεσθαι καὶ φιλεῖν. Ἐκεῖνος τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώσας (τοῦτο γάρ ἐστιν ὁ χρυσὸς), οὐδὲ τὰς νύκτας ἀφίησιν ἀναπνεῦσαι μικρόν· οὗτος τῆς μὲν περιττῆς ταύτης καὶ ἀνοήτου φροντίδος ἀπαλλάττει, κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους ἀδικίας, ἀλλ' ἐκ τῆς οἰκείας δικαιοσύνης. Ἐκεῖνος μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ τὰς ταλαιπωρίας οὔτε δύναται παραστῆναι κολαζομένοις ἡμῖν ἐκεῖ καὶ κακῶς πάσχουσι διὰ τοὺς αὐτοῦ νόμους, καὶ ἐπιτείνει τὴν φλόγα· οὗτος δὲ κἂν ποτήριον ἡμῖν ἐπιτάξῃ δοῦναι ψυχροῦ, οὐδὲ τούτου τὸν μισθὸν καὶ τὴν ἀμοιβὴν ἀφίησιν ἡμᾶς ἀπολέσαι ποτὲ, ἀλλὰ μετὰ πολλῆς ἀντιδίδωσι τῆς δαψιλείας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, τῆς οὕτω προσηνοῦς δεσποτείας καὶ τοσούτων γεμούσης ἀγαθῶν ἀμελοῦντας, ἀχαρίστῳ καὶ ἀγνώμονι δουλεύειν τυράννῳ, καὶ οὐδὲν οὔτε ἐνταῦθα, οὔτε ἐκεῖ δυναμένῳ τοὺς πειθομένους αὐτῷ καὶ προσέχοντας ὠφελεῖν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, οὐδὲ αὕτη ἡ ζημία μόνον, ὅτι οὐκ ἀμύνει κολαζομένοις· ἀλλ' ὅτι πρὸς τούτῳ καὶ μυρίοις περιβάλλει κακοῖς, ὅπερ ἔφθην εἰπὼν, τοὺς πειθομένους αὐτῷ. Τοὺς γὰρ πλείονας τῶν ἐκεῖ κολαζομένων, ἀπὸ ταύτης ἴδοι τις ἂν κολαζομένους τῆς αἰτίας, ὅτι χρήμασιν ἐδούλευσαν καὶ τὸ χρυσίον ἠγάπησαν, καὶ τοῖς δεομένοις οὐκ ἐπήρκεσαν. Ἅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, σκορπίσωμεν, δῶμεν τοῖς πένησιν, ἀπαλλάξωμεν τὴν ψυχὴν καὶ τῶν ἐνταῦθα φροντίδων τῶν βλαβερῶν, καὶ τῆς ἐκεῖ διὰ ταῦτα κειμένης ἡμῖν τιμωρίας. Ἀποθώμεθα δικαιοσύνην ἐν οὐρανοῖς, ἀντὶ χρημάτων τῶν ἐπὶ γῆς συλλέξωμεν θησαυροὺς ἀναλώτους, θησαυροὺς δυναμένους συναποδημῆσαι πρὸς τὸν οὐρανὸν ἡμῖν· δυναμένους ἡμῖν κινδυνεύουσι παραστῆναι, καὶ ποιῆσαι τὸν κριτὴν ἵλεων τότε· ὃν γένοιτο πάντας ἡμᾶς εὐμενῆ καὶ νῦν καὶ κατ' ἐκείνην τὴν ἡμέραν σχόντας, ἀπολαῦσαι μετὰ πολλῆς παῤῥησίας τῶν ἡτοιμασμένων ἀγαθῶν ἐν τοῖς οὐρανοῖς, τοῖς ὡς χρὴ ἀγαπῶσιν αὐτόν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.