Ancient Greek · ~20 min
Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-75
Not analysed yet
Δειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἡ ἀμαθία ποιεῖ· ὡσπεροῦν μεγάλην καὶ ὑψηλὴν ἡ τῶν οὐρανίων δογμάτων παίδευσις· οὐδεμιᾶς γὰρ ἀπολαύουσα ἐπιμελείας, δειλή τίς ἐστιν, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖον ποτὲ μὲν τολμητὴν, νῦν δὲ δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν, ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γινομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι, τῇ προαιρέσει τὸ πᾶν ἀνατιθείς. Ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς· ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος κορασίου οὐκ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρέματο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα· ἀλλ' ὥσπερ ὄναρ πάσχων ἃ ἔπασχεν, οὕτως ἐπαῤῥησιάζετο· ἀλλ' οὐ πρὸ τοῦ σταυροῦ. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ἐγείρεσθε, ἄγω μεν ἐντεῦθεν. Τίνος ἕνεκεν, εἰπέ μοι; οὐκ ᾔδει τὴν ὥραν καθ' ἣν ἔμελλεν ἐπιστήσεσθαι ὁ Ἰούδας; ἀλλ' ἐδεδοίκει μὴ ἐκεῖ ἐλθὼν κατάσχῃ αὐτοὺς, καὶ πρὶν ἢ πληρῶσαι τὴν ἀρίστην διδασκαλίαν, ἐπιστῶσιν οἱ ἐπιβουλεύοντες; Ἄπαγε· πόῤῥω ταῦτα αὐτοῦ τῆς ἀξίας. Εἰ τοίνυν μὴ ἐδεδοίκει, τί δήποτε ἀπανίστησιν αὐτοὺς, καὶ μετὰ τὸ πληρῶσαι, τότε εἰς τὸν κῆπον ἄγει τὸν τῷ Ἰούδᾳ γνώριμον; Εἰ δὲ καὶ παρεγένετο ὁ Ἰούδας, οὐκ ἠδύνατο αὐτῶν πηρῶσαι τὰς ὄψεις, ὃ καὶ μὴ παρόντος ἐποίησε; τίνος οὖν ἕνεκεν ἀφίσταται; Μικρὸν ἀναπνεῦσαι δίδωσι τοῖς μαθηταῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας, τρέμειν καὶ δεδοικέναι, ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου. Καὶ γὰρ νὺξ ἦν βαθυτάτη, καὶ ἦν μηδὲ προσχεῖν τοῖς λεγομένοις, ἀλλ' ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους· καὶ μάλιστα ὁπότε καὶ ὁ λόγος ὁ τοῦ Διδασκάλου προσδοκᾷν ἐποίει τὰ δεινά. Ἔτι γὰρ μικρὸν, φησὶν, καὶ οὐκ εἰμὶ μεθ' ὑμῶν, καὶ Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων. Ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἀκούοντες ἐθορυβοῦντο, ὡς αὐτίκα μάλα ἁλωσόμενοι, ἄγει εἰς τόπον αὐτοὺς ἕτερον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν ἀκούωσι. Καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων. Διὰ τοῦτό φησιν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Εἶτα ἐπαγαγών φησιν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Τί βούλεται διὰ τῆς παραβολῆς αἰνίττεσθαι; Ὅτι τὸν μὴ προσέχοντα τοῖς λεγομένοις ζῇν οὐκ ἔνι, καὶ ὅτι τὰ μέλλοντα σημεῖα ἀπὸ τῆς τοῦ Χριστοῦ γίνεται δυνάμεως. Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Τί οὖν; ἐνεργείας δεῖται ὁ Υἱός; Ἄπαγε· τὸ γὰρ ὑπόδειγμα τοῦτο οὐ τοῦτο δηλοῖ. Ὅρα γοῦν μεθ' ὅσης ἀκριβείας ἐπέρχεται τὴν παραβολήν. Οὐ γὰρ τὴν ῥίζαν ἀπολαύειν τῆς ἐπιμελείας τοῦ γεωργοῦ, ἀλλὰ τὰ κλήματά φησιν. Ἡ ῥίζα δὲ δι' οὐδὲν παρείληπται ἐνταῦθα, ἀλλ' ἵνα μάθωσιν, ὅτι τῆς αὐτοῦ δυνάμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ ὁ Πατήρ. Ἐνταῦθα τὸν βίον αἰνίττεται, δεικνὺς, ὅτι χωρὶς ἔργων οὐκ ἔστιν εἶναι ἐν αὐτῷ. Καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, τουτέστι, Πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ. Καίτοι ἡ ῥίζα δεῖται ἐπιμελείας πρὸ τῶν κλημάτων, περισκαπτομένη, γυμνουμένη· ἀλλ' οὐδὲν ἐνταῦθα περὶ ταύτης φησὶν, ἀλλὰ τὸ πᾶν περὶ κλημάτων· δεικνὺς, ὅτι αὐτὸς μὲν ἑαυτῷ ἀρκεῖ, οἱ δὲ μαθηταὶ δέονται πολλῆς παρὰ τοῦ γεωργοῦ βοηθείας, κἂν σφόδρα ἐνάρετοι ὦσι. Διὰ τοῦτό φησι, Τὸ καρπὸν φέρον καθαίρει αὐτό. Τὸ μὲν γὰρ, ἐπειδὴ ἄκαρπόν ἐστιν, οὐδὲ ἐν τῇ ἀμπέλῳ εἶναι δύναται· τὸ δὲ, ἐπειδὴ καρπὸν φέρει, γονιμώτερον αὐτὸ ἐργάζεται. Τοῦτο δὲ καὶ πρὸς τὰς θλίψεις αὐτῶν εἰρῆσθαι τὰς τότε ἐπαγομένας εἴποι τις ἄν. Τὸ γὰρ, Καθαίρει αὐτὸ, περικόπτει, ἐστὶν, ὅπερ γονιμώτερον ποιεῖ τὸ κλῆμα. Ὅθεν δείκνυται ὅτι οἱ πειρασμοὶ μᾶλλον αὐτοὺς ἰσχυροτέρους ἐργάζονται. Εἶτα ἵνα μὴ λέγωσι, Περὶ τίνων ταῦτα λέγει; καὶ πάλιν εἰς φροντίδα αὐτοὺς ἐμβάλῃ, φησί· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν. Ὁρᾷς πῶς ἑαυτὸν εἰσάγει ἐπιμελούμενον τῶν κλημάτων; Ἐγὼ γὰρ ὑμᾶς ἐκάθηρα, φησί. Καίτοι γε ἀνωτέρω δείκνυσι τὸν Πατέρα τοῦτο ποιοῦντα· ἀλλ' οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Δεῖ δὲ ὑπάρξαι λοιπὸν τὰ παρ' ὑμῶν. Εἶτα ἵνα δείξῃ, ὅτι οὐχὶ τῆς αὐτῶν δεόμενος διακονίας τοῦτο ἐποίησεν, ἀλλ' ἵνα προκόπτωσιν, ἐπάγει· Ὥσπερ τὸ κλῆμα οὐ δύναται ἀφ' ἑαυτοῦ φέρειν καρπὸν, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων. Ἵνα γὰρ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσι, χαυνωθεῖσαν αὐτῶν τῷ φόβῳ τὴν ψυχὴν ἐπισφίγγει καὶ ἑαυτῷ συγκολλᾷ, καὶ χρηστὰς ὑποτείνει λοιπὸν ἐλπίδας. Ἡ μὲν γὰρ ῥίζα μένει· τὸ δὲ αἴρεσθαι καὶ ἀφίεσθαι, τῶν κλημάτων ἐστίν. Εἶτα ἑκατέρωθεν παρορμήσας, καὶ ἀπὸ τῶν χρηστῶν καὶ ἀπὸ τῶν λυπηρῶν, τὰ παρ' ἡμῶν ἀπαιτεῖ πρῶτα. Ὁ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ. Ὁρᾷς καὶ τὸν Υἱὸν οὐκ ἔλαττον συντελοῦντα τοῦ Πατρὸς πρὸς τὴν τῶν μαθητῶν ἐπιμέλειαν; Ὁ μὲν γὰρ Πατὴρ καθαίρει, αὐτὸς δὲ ἐν ἑαυτῷ κατέχει. Τὸ δὲ ἐν τῇ ῥίζῃ μένειν, τοῦτο ποιεῖ καρποφορεῖν τὰ κλήματα. Τὸ μὲν γὰρ μὴ καθαιρόμενον, μένον δὲ ἐν τῇ ῥίζῃ, φέρει καρπὸν, εἰ καὶ μὴ ὅσον προσῆκε· τὸ δὲ μὴ μένον, οὐδ' ὅλως. Ἀλλ' ὅμως καὶ τὸ καθαίρειν τοῦ Υἱοῦ ἐδείχθη ὂν, καὶ τὸ μένειν ἐν τῇ ῥίζῃ, τοῦ Πατρὸς τοῦ καὶ τὴν ῥίζαν γεγεννηκότος.