Ancient Greek · ~14 min
Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 5.1-9
Not analysed yet
Τοῦτο γοῦν καὶ ὁρῶμεν γεγενημένον. Οἱ γὰρ τρέμοντες καὶ δεδοικότες, μετὰ τὸ λαβεῖν τὸ Πνεῦμα, εἰς μέσους ἥλλοντο τοὺς κινδύνους, καὶ πρὸς σίδηρον, καὶ πῦρ, καὶ θηρία, καὶ πελάγη, καὶ πρὸς πᾶσαν ἀπεδύσαντο τιμωρίαν· καὶ οἱ ἀγράμματοι καὶ ἰδιῶται μετὰ τοσαύτης διελέγοντο παῤῥησίας, ὡς ἐκπλήττειν τοὺς ἀκροωμένους. Ἀπὸ γὰρ πηλίνων σιδηροῦς αὐτοὺς ἐποίησε τὸ Πνεῦμα, καὶ πτηνοὺς εἰργάσατο, καὶ πρὸς οὐδὲν τῶν ἀνθρωπίνων καταπεσεῖν ἀφῆκεν. Τοιαύτη γὰρ ἡ χάρις ἐκείνη· κἂν ἀθυμίαν εὕρῃ, διαλύει, κἂν ἐπιθυμίαν πονηρὰν, δαπανᾷ, κἂν δειλίαν, ἐκβάλλει, καὶ οὐκ ἀφίησι λοιπὸν ἄνθρωπον εἶναι τὸν μετασχόντα αὐτοῦ, ἀλλ' ὥσπερ εἰς αὐτὸν μεταστάντα τὸν οὐρανὸν, πάντα τὰ ἐκεῖ φαντάζεσθαι παρασκευάζει. Διὰ τοῦτο οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἀλλὰ προσεκαρτέρουν ταῖς εὐχαῖς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας. Τούτου γὰρ μάλιστα δεῖται τὸ Πνεῦμα τὸ ἅγιον· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος χαρὰ, εἰρήνη, πίστις, πραότης. Καὶ μὴν καὶ ἀλγοῦσι πολλάκις οἱ πνευματικοὶ, φησίν· ἀλλ' ἡ λύπη χαρᾶς ἐστιν ἡδίων. Ἐπεὶ καὶ ὁ Κάϊν ἐλυπήθη, ἀλλὰ τὴν τοῦ κόσμου λύπην· καὶ ὁ Παῦλος ἐλυπήθη, ἀλλὰ τὴν κατὰ Θεόν. Πᾶν γὰρ ὅπερ ἂν ᾖ πνευματικὸν, κέρδος ἔχει μέγιστον· ὥσπερ καὶ τὸ κοσμικὸν ἅπαν ζημίαν ἐσχάτην. Ἐπισπασώμεθα τοίνυν τὴν ἄμαχον τοῦ Πνεύματος βοήθειαν τὰς ἐντολὰς τηροῦντες, καὶ οὐδὲν τῶν ἀγγέλων ἐσόμεθα ἐλάττους. Οὔτε γὰρ ἐκεῖνοι, ἐπειδὴ ἀσώματοί εἰσι, τοιοῦτοί εἰσιν (εἰ γὰρ τοῦτο ἦν, οὐδεὶς ἂν τῶν ἀσωμάτων ἐγένετο πονηρός)· ἀλλ' ἡ προαίρεσις πανταχοῦ πάντων αἰτία. Διὰ τοῦτο καὶ ἐν τοῖς ἀσωμάτοις ἀνθρώπων χείρους καὶ ἀλόγων εὑρέθησαν, καὶ ἐν τοῖς σώματα ἔχουσιν, ἀσωμάτων κρείττους. Πάντες γοῦν οἱ δίκαιοι τὴν γῆν οἰκοῦντες, καὶ σώματα ἔχοντες, κατώρθωσαν ἅπερ κατώρθωσαν. Ὡς γὰρ παρεπίδημοι ὄντες καὶ ξένοι, τὴν γῆν ᾤκησαν· τὸν δὲ οὐρανὸν, ὡς πολῖται. Μὴ τοίνυν μηδὲ σὺ λέγε, Σάρκα περίκειμαι, οὐ δύναμαι περιγενέσθαι, οὐδὲ τῶν ὑπὲρ ἀρετῆς ἱδρώτων λαβέσθαι. Μὴ κατηγορήσῃς τοῦ Δημιουργοῦ. Εἰ γὰρ τὸ σάρκα φορεῖν ἀδύνατον ποιεῖ τὴν ἀρετὴν, οὐχ ἡμῶν τὸ ἔγκλημα· ὅτι δὲ οὐ ποιεῖ ἀδύνατον, ἔδειξεν ὁ τῶν ἁγίων χορός. Τὸν γοῦν Παῦλον οὐκ ἐκώλυσε τῆς σαρκὸς ἡ φύσις γενέσθαι τοιοῦτον, οἷος ἐγένετο· οὐδὲ Πέτρον λαβεῖν τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Ἐνὼχ δὲ σάρκα φορέσας, μετετέθη, καὶ οὐχ εὑρίσκετο. Οὕτω καὶ ὁ Ἠλίας ἡρπάγη μετὰ τῆς σαρκὸς, καὶ ὁ Ἀβραὰμ μετὰ τοῦ Ἰσαὰκ καὶ τοῦ ἐγγόνου σάρκα ἔχοντες ἔλαμψαν· καὶ ὁ Ἰωσὴφ μετὰ ταύτης ἐπάλαισε πρὸς τὸ ἀκόλαστον ἐκεῖνο γύναιον. Καὶ τί λέγω σάρκα; Κἂν γὰρ ἅλυσιν τῇ σαρκὶ περιθῇς, οὐδὲν ἐβλάβη. Εἰ γὰρ καὶ ἐγὼ δέδεμαι, φησὶν ὁ Παῦλος, Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Καὶ τί λέγω δεσμὰ καὶ ἅλυσιν; Πρόσθες καὶ δεσμωτήριον καὶ κλεῖθρα, καὶ οὐδὲ οὕτω κώλυμα γίνεται ταῦτα τῇ ἀρετῇ. Οὕτω γοῦν ἐμυσταγώγησεν ὁ Παῦλος. Δεσμὸς γὰρ ψυχῆς οὐ σίδηρος, ἀλλὰ δειλία καὶ χρημάτων ἐπιθυμία, καὶ τὰ μυρία πάθη. Ταῦτα δεσμεῖ, κἂν λελυμένον ᾖ, τὸ σῶμα. Ἀλλ' ἀπὸ τοῦ σώματος ταῦτα τίκτεται, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις ψευδής. Εἰ γὰρ ἀπὸ τοῦ σώματος ἐτίκτετο, πάντες ἂν αὐτὰ ὑπέμενον. Ὥσπερ γὰρ κόπον καὶ ὕπνον καὶ τὸ πεινῇν καὶ διψῇν οὐκ ἔνι διαφυγεῖν, ἐπειδὴ φύσεώς ἐστιν· οὕτω καὶ ταῦτα, εἰ τοιαῦτα ἦν, οὐδένα ἂν ἀφῆκαν ἔξω τῆς αὐτῶν εἶναι τυραννίδος. Εἰ δὲ πολλοὶ διαφεύγουσιν, εὔδηλον ὅτι ῥᾳθυμούσης ἐστὶ ψυχῆς τὰ τοιαῦτα ἐλαττώματα. Ταύτην τοίνυν ἐγκόψωμεν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλ' ὑποτάξωμεν αὐτὸ τῇ ψυχῇ· ἵνα εὐήνιον ἔχοντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.