Ancient Greek · ~19 min
Ὅτε οὖν ἠρίστησαν, λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι Πέτρῳ, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;» Λέγει αὐτῷ· «Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-87
Not analysed yet
Πολλὰ μὲν ἔστι καὶ ἕτερα τὰ δυνάμενα δοῦναι παῤῥησίαν ἡμῖν πρὸς τὸν Θεὸν, καὶ δεῖξαι λαμπροὺς καὶ εὐδοκίμους· τὸ δὲ μάλιστα πάντων παρέχον ἡμῖν τὴν ἄνωθεν εὔνοιαν ἡ περὶ τοὺς πλησίον ἐστὶ κηδεμονία· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἀπαιτεῖ τὸν Πέτρον. Ἐπειδὴ γὰρ τέλος εἶχεν αὐτοῖς τὰ τῆς ἐδωδῆς, Λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ πρόβατά μου. Καὶ τί δήποτε, τοὺς ἄλλους παραδραμὼν, τούτῳ περὶ τούτων διαλέγεται; Ἔκκριτος ἦν τῶν ἀποστόλων, καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ· διὰ τοῦτο καὶ Παῦλος ἀνέβη τότε αὐτὸν ἱστορῆσαι παρὰ τοὺς ἄλλους. Ἅμα δὲ καὶ δεικνὺς αὐτῷ, ὅτι χρὴ θαῤῥεῖν λοιπὸν, ὡς τῆς ἀρνήσεως ἐξεληλαμένης, ἐγχειρίζεται τὴν προστασίαν τῶν ἀδελφῶν. Καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει, οὐδὲ ὀνειδίζει τὸ γεγονός· λέγει δὲ, ὅτι Εἰ φιλεῖς με, προΐστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην, ἣν διὰ πάντων ἐπεδείκνυσο, καὶ ἐφ' ᾗ ἠγαλλιάσω, νῦν δεῖξον, καὶ τὴν ψυχὴν, ἣν ἔλεγες θήσειν ὑπὲρ ἐμοῦ, ταύτην ὑπὲρ τῶν προβάτων ἐπίδος τῶν ἐμῶν. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον, αὐτὸν τὸν τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσε, εἶτα ἠρωτήθη καὶ τρίτον, καὶ συνεταράχθη, πάλιν δεδοικὼς τὰ πρότερα (καὶ γὰρ τότε διισχυριζόμενος ἠλέγχετο μετὰ ταῦτα)· διὰ τοῦτο πάλιν ἐπ' αὐτὸν καταφεύγει. Τὸ γὰρ εἰπεῖν, Σὺ οἶδας πάντα, τουτέστι, τὰ παρόντα καὶ τὰ μέλλοντα. Ὁρᾷς πῶς ἐγένετο βελτίων καὶ σωφρονέστερος, οὐκ αὐθαδιαζόμενος λοιπὸν καὶ ἀντιλέγων; Διὰ γὰρ τοῦτο ἐταράχθη, Μήποτε ἐγὼ μὲν νομίζω φιλεῖν, οὐ φιλῶ δέ· ὥσπερ καὶ πρότερον πολλὰ νομίζων καὶ διισχυριζόμενος, ἠλεγχόμην ὕστερον. Τρίτον δὲ ἐρωτᾷ, καὶ τρίτον ἐπιτάττει τὰ αὐτὰ, δεικνὺς ὅσου τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων, καὶ ὅτι τοῦτο μάλιστα τῆς εἰς αὐτὸν ἀγάπης σημεῖον. Εἰπὼν δὲ αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης, προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον ὅπερ ἔμελλεν ὑπομένειν, ἐμφαίνων, ὅτι οὐκ ἀπιστῶν αὐτῷ ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ καὶ σφόδρα πιστεύων τῆς δὲ εἰς αὐτὸν ἀγάπης τὸ δεῖγμα δεῖξαι βουλόμενος, καὶ παιδεῦσαι ἡμᾶς, ποίῳ δεῖ τρόπῳ μάλιστα αὐτὸν ἀγαπᾷν· διό φησιν· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἄλλοι σε ζώσουσι καὶ οἴσουσιν, ὅπου οὐ θέλεις. Καὶ μὴν τοῦτο ἤθελε καὶ ἐπεθύμει· δι' ὃ καὶ δῆλον αὐτῷ τοῦτο πεποίηκεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε, Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· καὶ, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, ἀπέδωκεν αὐτῷ τὴν ἐπιθυμίαν. Τί οὖν ἐστι τὸ, Ὅπου οὐ θέλεις; Τῆς φύσεως λέγει τὸ συμπαθὲς, καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀποῤῥήγνυται τοῦ σώματος ἡ ψυχή. Ὥστε, εἰ καὶ τὰ τῆς προαιρέσεως ἔῤῥωτο, ἀλλ' ὅμως καὶ οὕτως ἡ φύσις ἠλέγχετο. Οὐδεὶς γὰρ ἀπαθῶς τὸ σῶμα ἀποτίθεται, τοῦτο τοῦ Θεοῦ, ὅπερ καὶ ἔμπροσθεν ἔφην, συμφερόντως οἰκονομήσαντος, ὥστε μὴ πολλοὺς γίνεσθαι τοὺς βιαίους θανάτους. Εἰ γὰρ τούτων ὄντων ἴσχυσεν ὁ διάβολος τοῦτο ἐργάσασθαι, καὶ μυρίους ἐπὶ κρημνοὺς ἤγαγε καὶ βόθρους· εἰ μὴ τοσαύτη ἦν ἡ ἐπιθυμία τῇ ψυχῇ τοῦ σώματος· κἂν ἀπὸ τῆς τυχούσης ἀθυμίας ταχέως ἂν οἱ πολλοὶ πρὸς τοῦτο ὥρμησαν. Τὸ οὖν, Ὅπου οὐ θέλεις, τὴν φυσικὴν δηλοῦντός ἐστι συμπάθειαν. Πῶς δὲ εἰπὼν, Ὅτε ἦς νεώτερος, πάλιν λέγει· Ὅταν δὲ γηράσῃς; Τοῦτο γὰρ δεικνύντος ἐστὶν οὐκ ὄντα τότε νέον· οὐδὲ γὰρ ἦν· ἀλλ' οὐδὲ γεγηρακὼς, ἀλλ' ἀνὴρ τέλειος. Τίνος οὖν ἕνεκεν ἀνέμνησεν αὐτὸν τοῦ προτέρου βίου; Δηλῶν, ὅτι τοιαῦτα τὰ αὐτοῦ. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς ὁ μὲν νέος χρήσιμος, ὁ δὲ γεγηρακὼς ἄχρηστος· ἐν δὲ τοῖς ἐμοῖς, φησὶν, οὐχ οὕτως, ἀλλ' ὅταν ἐπέλθῃ τὸ γῆρας, τότε ἡ ἀριστεία λαμπροτέρα, τότε ἡ ἀνδραγαθία περιφανεστέρα, οὐδὲν ἀπὸ τῆς ἡλικίας κωλυομένη. Ταῦτα δὲ ἔλεγεν, οὐ καταπληττόμενος αὐτὸν, ἀλλὰ διεγείρων· ᾔδει γὰρ αὐτοῦ τὸν πόθον, καὶ ὅτι τοῦτο πάλαι ὤδινε τὸ καλόν· ὁμοῦ δὲ καὶ τὸν τρόπον δηλοῖ τοῦ θανάτου. Ἐπειδὴ γὰρ ὁ Πέτρος διὰ παντὸς ἐβούλετο εἶναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, Θάῤῥει, φησίν· οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὢν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα. Εἶτα ἐγείρων τὸν ἀκροατὴν ὁ εὐαγγελιστὴς, ἐπήγαγε· Ταῦτα δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Οὐκ εἶπεν, Ἀποθανεῖται· ἀλλὰ, Δοξάσει τὸν Θεὸν, ἵνα μάθῃς, ὅτι τὸ παθεῖν ὑπὲρ τοῦ Χριστοῦ, δόξα τοῦ πάσχοντος καὶ τιμή. Καὶ ταῦτα εἰπὼν, φησὶ, λέγει· Ἀκολούθει μοι. Ἐντεῦθεν πάλιν τὸ κηδεμονικὸν αἰνίττεται, καὶ τὸ σφόδρα Πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν ὁ Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων; ἐκεῖνο ἂν εἴποιμι, ὅτι τοῦτον οὐ τοῦ θρόνου, ἀλλὰ τῆς οἰκουμένης ἐχειροτόνησε διδάσκαλον. Στραφεὶς οὖν ὁ Πέτρος βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ· καὶ λέγει· Κύριε, οὗτος δὲ τί;