Ancient Greek · ~14 min
Θωμᾶς δὲ εἷς τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν· «Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω,» καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-34
Not analysed yet
Καὶ τί λέγω φίλους; Καὶ γὰρ αὐτὴν πολλάκις τὴν φύσιν ἠγνόησαν οἱ χρημάτων ἐρῶντες. Ὁ τοιοῦτος, οὐ συγγένειαν οἶδε, οὐ συνηθείας μέμνηται, οὐχ ἡλικίαν αἰδεῖται, οὐ φίλον ἔχει τινὰ, ἀλλὰ πρὸς πάντας ἀπεχθῶς διακείσεται, καὶ πρὸ τῶν ἄλλων πάντων πρὸς ἑαυτόν· οὐ μόνον τῷ ἀπολλύναι τὴν ψυχὴν τὴν ἑαυτοῦ, ἀλλὰ καὶ τῷ μυρίαις ἑαυτὸν κατατείνειν φροντίσι, καὶ μόχθοις, καὶ λύπαις. Καὶ γὰρ ἀποδημίας, καὶ ἀπεχθείας, καὶ κινδύνους, καὶ ἐπιβουλὰς, καὶ πᾶν ὁτιοῦν ὑποστήσεται, μόνον ἵνα τὴν ῥίζαν τῶν κακῶν ἔχῃ παρ' ἑαυτῷ, καὶ πολὺ ἀριθμῇ χρυσίον. Τί τοίνυν γένοιτ' ἂν τῆς νόσου ταύτης χαλεπώτερον; Καὶ γὰρ καὶ τρυφῆς καὶ ἡδονῆς ἁπάσης ἐστέρηται, δι' ἣν πολλὰ ἁμαρτάνουσιν ἄνθρωποι, καὶ δόξης καὶ τιμῆς· Ὁ γὰρ χρημάτων ἐρῶν, καὶ ὑποπτεύει μυρίους, καὶ κατηγόρους ἔχει πολλοὺς, καὶ τοὺς βασκαίνοντας, καὶ τοὺς διαβάλλοντας, καὶ τοὺς ἐπιβουλεύοντας. Οἱ μὲν γὰρ ἀδικούμενοι μισοῦσιν, ἅτε κακῶς παθόντες· οἱ δὲ μηδέπω παθόντες, δεδοικότες μὴ πάθωσι, καὶ συναλγοῦντες τοῖς πεπονθόσιν, ἐπιδείκνυνται πόλεμον τὸν αὐτόν· οἱ δὲ μείζους καὶ δυνατώτεροι, δακνόμενοι καὶ ἀγανακτοῦντες ὑπὲρ τῶν ταπεινοτέρων, ἔτι δὲ καὶ βασκαίνοντες, ὁμοίως εἰσὶν ἐχθροὶ καὶ μισοῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Ὅταν γὰρ καὶ τὸν Θεὸν ἐκπεπολεμωμένον ἔχῃ τις, τίς αὐτῷ λοιπὸν ἐλπὶς ἔσται; ποία παραμυθία; τίς παραψυχή; Ὁ χρημάτων ἐρῶν, οὐ χρῆσθαι αὐτοῖς δυνήσεταί ποτε, ἀλλὰ δοῦλος ἔσται καὶ φύλαξ, οὐ δεσπότης. Πλείονα γὰρ ἀεὶ ποιεῖν σπουδάζων, οὐδαμοῦ ἀναλίσκειν ἐθελήσει· συγκόψει δὲ ἑαυτὸν, καὶ πάντων πενήτων πενέστερος διακείσεται, ὡς οὐδαμοῦ τῆς ἐπιθυμίας ἱστάμενος. Καίτοι γε χρήματα, οὐχ ἵνα φυλάξωμεν, ἀλλ' ἵνα χρώμεθα, γεγόνασιν· εἰ δὲ μέλλοιμεν αὐτὰ κατορύττειν ἑτέροις, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον, οἳ περιτρέχομεν τὰ πάντα συλλαβεῖν σπουδάζοντες, ἵνα ἀποκλείσωμεν ἔνδον, καὶ τὴν κοινὴν ἐκκόψωμεν χρῆσιν; Ἔστι καὶ ἑτέρα νόσος ταύτης οὐχ ἥττων. Οἱ μὲν γὰρ εἰς τὴν γῆν κατορύττουσιν, οἱ δὲ εἰς τὴν γαστέρα, καὶ ἡδονὴν, καὶ μέθην, μετὰ τῆς ἀδικίας καὶ τὴν τῆς ἀσελγείας προστιθέντες ἑαυτοῖς κόλασιν. Καὶ οἱ μὲν παρασίτοις καὶ κόλαξιν, οἱ δὲ κύβοις καὶ πόρναις, οἱ δὲ ἑτέραις τοιαύταις λειτουργοῦσι δαπάναις, μυρίας τέμνοντες ἑαυτοῖς εἰς γέενναν φερούσας ὁδοὺς, τὴν ὀρθὴν καὶ νενομισμένην ἀφέντες, τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν. Καίτοι γε οὐχὶ κέρδος μόνον, ἀλλὰ καὶ ἡδονὴν μείζονα τῶν εἰρημένων ἔχει. Ὁ μὲν γὰρ πόρναις διδοὺς, καταγέλαστος ἔσται καὶ αἰσχρὸς, καὶ πολλοὺς ἕξει πολέμους, καὶ βραχεῖαν τὴν ἡδονήν· μᾶλλον δὲ οὐδὲ βραχεῖαν· ὅσα γὰρ ἂν δῷ ταῖς ἑταιριζομέναις γυναιξὶν, οὐδεμίαν χάριν αὐτῷ εἴσονται. Πίθος γὰρ τετρημένος ἐστὶν οἶκος ἀλλότριος. Καὶ ἄλλως δὲ, ἰταμὸν τὸ γένος ἐκεῖνο, καὶ τῷ ᾅδῃ προσεοικέναι αὐτῆς τὸν ἔρωτα παρέβαλεν ὁ Σολομῶν· καὶ τότε ἵσταται μόνον, ὅταν πάντων γυμνωθέντα ἴδῃ τὸν ἐραστήν· μᾶλλον δὲ οὐδὲ τότε ἵσταται, ἀλλὰ καὶ ἐπικαλλωπίζεται μειζόνως, καὶ ἐπεμβαίνει κειμένῳ, καὶ πολὺν κατ' αὐτοῦ κινεῖ γέλωτα, καὶ τοσαῦτα αὐτὸν ἐργάζεται κακὰ, ὅσα οὐδὲ ἐπελθεῖν λόγῳ δυνατόν. Ἀλλ' οὐχ ἡ ἡδονὴ τῶν σωζομένων τοιαύτη· οὔτε γὰρ ἀντεραστὴν ἔχει τις ἐνταῦθα, ἀλλὰ πάντες χαίρουσι, καὶ ἀγάλλονται, οἵ τε εὖ πάσχοντες, οἵ τε ὁρῶντες. Οὐ θυμὸς, οὐκ ἀθυμία, οὐκ αἰσχύνη καὶ ὄνειδος τὴν τοῦ τοιούτου πολιορκεῖ ψυχήν· ἀλλὰ πολλὴ μὲν εὐφροσύνη τοῦ συνειδότος, πολλὴ δὲ ἡ τῶν μελλόντων ἐλπίς· λαμπρὰ δὲ ἡ δόξα καὶ πολλὴ ἡ περιφάνεια, καὶ πλείων πάντων ἡ παρὰ τοῦ Θεοῦ εὔνοια καὶ ἀσφάλεια· καὶ κρημνὸς οὐδὲ εἷς, οὐδὲ ὑποψία, ἀλλὰ λιμὴν ἀκύμαντος, καὶ γαλήνη. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ ἡδονὴν ἡδονῇ παραβάλλοντες, ἑλώμεθα τὴν βελτίω, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.