Ancient Greek · ~18 min
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.» Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-17
Not analysed yet
Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν ἐνταῦθα παρατηρῆσαι. Καθάπερ γὰρ ἐπὶ τῶν γάμων οὐχ ἡ κόρη πρὸς τὸν νυμφίον ἄπεισιν, ἀλλ' οὗτος πρὸς αὐτὴν ἐπείγεται, κἂν βασιλέως υἱὸς ᾖ, κἂν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένην, κἂν θεραπαινίδα κατεγγυήσασθαι μέλλῃ· οὕτω καὶ ἐνταῦθα συνέβη. Οὐκ εἰς τὸν οὐρανὸν ἀνῆλθε τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ' αὐτὸς πρὸς τὴν εὐκαταφρόνητον ταύτην καὶ εὐτελῆ παραγέγονε· καὶ γενομένων τῶν γάμων, οὐκ εἴασεν ἐνταῦθα μένειν αὐτὴν λοιπὸν, ἀλλὰ παραλαβὼν, πρὸς τὸν οἶκον ἀνήγαγε τὸν πατρικόν. Τί δήποτε δὲ οὐ κατ' ἰδίαν λαμβάνει τοὺς μαθητὰς τοὺς ἑαυτοῦ, καὶ περὶ τούτων αὐτοῖς διαλέγεται ὁ Ἰωάννης, καὶ οὕτως αὐτοὺς δίδωσι τῷ Χριστῷ, ἀλλὰ δημοσίᾳ μετὰ πάντων αὐτοῖς φησιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ; Ἵνα μὴ δόξῃ συσκευῆς εἶναι τὸ ἔργον. Εἰ μὲν γὰρ παρ' αὐτοῦ κατ' ἰδίαν παρακληθέντες ἀπῄεσαν, καὶ ὡς χάριν αὐτῷ παρέχοντες, ταχέως ἂν ἴσως καὶ ἀπεπήδησαν· νῦν δὲ ἐκ τῆς κοινῆς γενομένης διδασκαλίας καταδεξάμενοι τὴν ἀκολούθησιν, βέβαιοι λοιπὸν ἔμενον μαθηταὶ, ὡς οὐ διὰ τὴν εἰς τὸν διδάσκαλον χάριν ἀκολουθήσαντες, ἀλλ' εἰλικρινῶς καὶ πρὸς τὸ κέρδος ὁρῶντες τὸ ἑαυτῶν. Οἱ μὲν οὖν προφῆται καὶ οἱ ἀπόστολοι πάντες ἀπόντα αὐτὸν ἐκήρυττον· οἱ μὲν πρὸ τῆς κατὰ σάρκα παρουσίας, οἱ δὲ μετὰ τὴν ἀνάληψιν· οὗτος δὲ μόνος παρόντα. Διὸ καὶ φίλον αὐτὸν τοῦ νυμφίου φησὶν, ἐπειδὴ καὶ ἐν τοῖς γάμοις μόνος αὐτὸς παρεγένετο. Καὶ γὰρ αὐτὸς πάντα ἐποίησε καὶ ἀπετέλεσεν· αὐτὸς τῷ πράγματι τὴν ἀρχὴν παρέσχε. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τοῦτο εἶπε, δεικνὺς ὅτι οὐ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐμαρτύρει· καὶ γὰρ ἐθαύμαζε τὸν Χριστὸν χαίρων καὶ ἀγαλλόμενος. Καὶ οὐ ποιεῖ τὸν λόγον παρακλητικὸν τέως, ἀλλὰ θαυμάζει μόνον καὶ ἐκπλήττεται τὸν παρόντα· καὶ τὴν δωρεὰν δὲ αὐτοῖς πᾶσιν ἐφ' ἣν παρεγένετο δηλοῖ, καὶ τὸν τρόπον τοῦ καθαρμοῦ. Ὁ γὰρ ἀμνὸς ἀμφότερα ταῦτα ἐμφαίνει. Καὶ οὐκ εἶπεν, Ὁ ληψόμενος, ἢ Ὁ ἄρας· ἀλλ', Ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ὡς ἀεὶ τοῦτο ποιοῦντος αὐτοῦ. Οὐ γὰρ τότε μόνον ἔλαβεν ὅτε ἔπαθεν, ἀλλ' ἐξ ἐκείνου μέχρι τοῦ παρόντος αἴρει τὰς ἁμαρτίας, οὐκ ἀεὶ σταυρούμενος (μίαν γὰρ ὑπὲρ ἁμαρτιῶν προσήνεγκε θυσίαν), ἀλλ' ἀεὶ καθαίρων διὰ τῆς μιᾶς ἐκείνης. Ὥσπερ οὖν ἡμῖν ὁ Λόγος τὸ ἐξαίρετον δείκνυσι, καὶ ὁ Υἱὸς τὸ ἐξηλλαγμένον πρὸς τοὺς ἄλλους ἐμφαίνει· οὕτω καὶ ὁ ἀμνὸς, καὶ ὁ Χριστὸς, καὶ ὁ προφήτης, καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ὁ ποιμὴν ὁ καλὸς, καὶ ὅσα ἂν ἐπ' αὐτοῦ λέγηται μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, πολὺ δείκνυσι τὸ διωρισμένον. Καὶ γὰρ ἀμνοὶ ἦσαν πολλοὶ, καὶ προφῆται, καὶ χριστοὶ, καὶ υἱοί· ἀλλὰ πάντων ἐκείνων αὐτὸν ἀφίστησι πολλῷ τῷ μέσῳ. Καὶ οὐδὲ τῷ ἄρθρῳ τούτῳ ἠσφαλίσατο μόνον, ἀλλὰ καὶ τῇ τοῦ Μονογενοῦς προσθήκῃ. Οὐδὲν γὰρ αὐτῷ κοινὸν πρὸς τὴν κτίσιν. Εἰ δέ τινι παρὰ καιρὸν εἶναι δοκεῖ, τὸ ὥρᾳ δεκάτῃ ταῦτα λέγεσθαι (καὶ γὰρ οὗτος ὁ καιρὸς τότε τῆς ἡμέρας ἦν· Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησὶν), ἐσφάλθαι σφόδρα ὁ τοιοῦτός μοι δοκεῖ. Ἐπὶ μὲν γὰρ τῶν πολλῶν καὶ τῇ σαρκὶ δουλευόντων, εἰκότως ὁ μετὰ τὴν ἑστίασιν καιρὸς οὐκ ἔστι σφόδρα ἐπιτήδειος πρός τι τῶν ἀναγκαίων, διὰ τὸ τὴν καρδίαν τοῖς σιτίοις βαρύνεσθαι· ἔνθα δὲ ἀνὴρ ἦν οὐδὲ τῆς κοινῆς μετέχων τροφῆς, ἀλλὰ καὶ τὴν ἑσπέραν μετὰ τοσαύτης διάγων νήψεως, μεθ' ὅσης ἡμεῖς ὑπὸ τὴν ἕω, μᾶλλον δὲ καὶ μετὰ πολλῷ πλείονος (ἐπὶ μὲν γὰρ ἡμῶν πολλάκις τῆς ἑσπερινῆς τροφῆς λείψανα ἐναπολειφθέντα, φαντάζει τὴν ψυχὴν, ἐκεῖνος δὲ οὐδενὶ τούτων τὸ πλοῖον ἐβάρυνεν)· εἰκότως καὶ δείλης ὀψίας περὶ τοιούτων ἐφθέγγετο. Ἔπειτα καὶ ἐν ἐρήμῳ διέτριβε παρὰ τὸν Ἰορδάνην, ἔνθα πάντες μετὰ πολλοῦ τοῦ τρόμου πρὸς τὸ βάπτισμα ἀπήντων, τῶν βιωτικῶν βραχὺ φροντίζοντες τότε· ἐπεὶ καὶ τῷ Χριστῷ τρεῖς ἡμέρας προσεκαρτέρησαν, καὶ ἦσαν ἄσιτοι. Τοῦτο γὰρ σφοδροῦ κήρυκος καὶ ἐπιμελοῦς γεωργοῦ, μὴ πρότερον ἀποστῆναι, ἕως ἂν ἴδῃ κατασχεθέντα τὸν φυτευθέντα λόγον. Τί δήποτε δὲ οὐ περιῆλθε πανταχοῦ τῆς Ἰουδαίας κηρύσσων αὐτὸν, ἀλλ' εἱστήκει παρὰ τὸν ποταμὸν, περιμένων ἐλθεῖν αὐτὸν καὶ δεῖξαι παραγενόμενον; Ὅτι διὰ τῶν ἔργων ἐκεῖνο γενέσθαι ἐβούλετο· τὸ δὲ σπουδαζόμενον, γνώριμον τέως ποιῆσαι μόνον, καὶ πεῖσαί τινας ἀκοῦσαι τῆς αἰωνίου ζωῆς. Τὴν δὲ μείζονα αὐτῷ καταλιμπάνει μαρτυρίαν τὴν διὰ τῶν ἔργων, καθάπερ καὶ αὐτός φησιν· Ἐγὼ οὐ παρὰ ἀνθρώπου λαμβάνω τὴν μαρτυρίαν· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ταῦτά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅρα γοῦν πῶς τοῦτο ἐνεργέστερον ἦν. Ἐπειδὴ γὰρ μικρὸν ἐνέβαλε σπινθῆρα, ἀθρόως ἡ πυρὰ πρὸς τὸ ὕψος ᾔρετο. Οἱ γὰρ πρὸ τούτου μηδὲ προσέχοντες τοῖς λεγομένοις, ὕστερον λέγουσι· Πάντα ὅσα εἶπεν Ἰωάννης, ἀληθῆ ἐστιν.