Ancient Greek · ~20 min
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.» Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-13
Not analysed yet
Ἄλλως δὲ καὶ εἰ περινοστῶν ταῦτα ἔλεγεν, ἔδοξεν ἂν ἐκ σπουδῆς τινος ἀνθρωπίνης γίνεσθαι τὰ γινόμενα, καὶ ὑποψίας ἦν μεστὸν τὸ κήρυγμα. Καὶ ἤκουσαν οἱ μαθηταὶ αὐτοῦ οἱ δύο, καὶ ἠκολούθησαν αὐτῷ. Καίτοι γε καὶ ἕτεροι ἦσαν αὐτῷ μαθηταὶ, ἀλλ' ἐκεῖνοι οὐ μόνον οὐκ ἠκολούθησαν, ἀλλὰ καὶ ζηλοτύπως πρὸς αὐτὸν διετέθησαν· Ῥαββὶ γὰρ, φησὶν, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Καὶ πάλιν οὗτοι φαίνονται ἐγκαλοῦντες· Διατί ἡμεῖς νηστεύομεν, καὶ οἱ μαθηταί σου οὐ νηστεύουσιν; Ἀλλ' οἱ τῶν ἄλλων βελτίους οὐδὲν τοιοῦτον ἔπαθον, ἀλλ' ὁμοῦ τε ἤκουσαν καὶ ἠκολούθησαν. Ἠκολούθησαν δὲ, οὐχ ὡς τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλ' ὡς αὐτῷ μάλιστα πεισθέντες, καὶ δεῖγμα μέγιστον τοῦ κρίσει λογισμῶν ὀρθῇ τοῦτο ποιεῖν ἐξενεγκόντες. Οὐδὲ γὰρ παρακληθέντες αὐτὸ ἐποίησαν, ὅπερ ὕποπτον ἦν, ἀλλ' ἐπειδὴ προεῖπε μόνον τὸ μέλλον, ὅτι βαπτίσει ἐν Πνεύματι ἁγίῳ, ἠκολούθησαν αὐτῷ. Οὐ τοίνυν ἀπέστησαν τοῦ διδασκάλου, ἀλλ' ἐβουλήθησαν μαθεῖν, τί πλέον φέρει τοῦ Ἰωάννου. Καὶ ὅρα τὴν σπουδὴν μετὰ αἰδοῦς γινομένην. Οὐδὲ γὰρ εὐθέως προσελθόντες ἐπηρώτησαν τὸν Ἰησοῦν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, οὐδὲ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἰδίᾳ διαλεχθῆναι αὐτῷ ἐσπούδαζον. ᾜδεισαν γὰρ οὐ ταπεινοφροσύνης, ἀλλ' ἀληθείας ὄντα τοῦ διδασκάλου τὰ ῥήματα. Ἦν Ἀνδρέας, φησὶν, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Τίνος οὖν ἕνεκεν καὶ τὸ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα; Τινές φασι διὰ τὸ αὐτὸν εἶναι τὸν γράφοντα τὸν ἠκολουθηκότα· τινὲς δὲ οὐχ οὕτως, ἀλλ' ὅτι ἐκεῖνος οὐχὶ τῶν ἐπισήμων ἦν. Οὐδὲν οὖν πλέον τῶν ἀναγκαίων λέγειν ἐχρῆν. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν ἐκείνου τὴν προσηγορίαν, ἐπεὶ οὐδὲ τῶν ἑβδομήκοντα δύο λέγει τὰ ὀνόματα; Τοῦτο καὶ παρὰ Παύλῳ ἔστιν ἰδεῖν Συνεπέμψαμεν γὰρ αὐτῷ, φησὶ, τὸν ἀδελφὸν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Τοῦ δὲ Ἀνδρέου μέμνηται καὶ δι' ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα, ὅταν ἀκούσῃς ὅτι Σίμων ἀκούσας μετ' αὐτοῦ, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, οὐ διηπόρησε πρὸς τὴν παράδοξον ταύτην ὑπόσχεσιν, μάθῃς ὅτι τὰς ἀρχὰς τῆς πίστεως ὁ ἀδελφὸς ἤδη προκατεβάλλετο. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ ἰδὼν αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· Τί ζητεῖτε; Ἐντεῦθεν παιδευόμεθα, ὅτι οὐ φθάνει τὰς βουλήσεις ἡμῶν ὁ Θεὸς ταῖς δωρεαῖς· ἀλλ' ὅταν ἡμεῖς ἀρξώμεθα, ὅταν τὸ θέλειν παράσχωμεν, τότε καὶ αὐτὸς πολλὰς δίδωσιν ἡμῖν τῆς σωτηρίας τὰς ἀφορμάς. Τί ζητεῖτε; Τί τοῦτο; ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων, ὁ τοῖς λογισμοῖς ἡμῶν ἐμβατεύων, οὗτος ἐρωτᾷ; Ἀλλ' οὐχ ἵνα μάθῃ (πῶς γάρ;) ,ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως μᾶλλον αὐτοὺς οἰκειώσηται, καὶ πλείονος μεταδῷ τῆς παῤῥησίας, καὶ δείξῃ τῆς ἀκροάσεως ὄντας ἀξίους. Εἰκὸς γὰρ ἦν ἐρυθριᾷν καὶ δεδοικέναι, ἅτε ἀγνῶτας ὄντας, καὶ τοιαῦτα περὶ αὐτοῦ τοῦ διδασκάλου μαρτυροῦντος ἀκηκοότας. Ταῦτ' οὖν ἅπαντα λύων, τὴν αἰδὼ, τὸν φόβον, ἐρωτᾷ, καὶ οὐκ εἴασε σιγῇ μέχρι τῆς οἰκίας ἐλθεῖν· καίτοι τὸ αὐτὸ ἂν ἐγένετο, καὶ εἰ μὴ ἠρώτησε. Παρέμειναν γὰρ ἂν ἀκολουθοῦντες αὐτῷ, καὶ κατὰ πόδας βαδίζοντες ἐπέστησαν τῇ οἰκίᾳ. Τίνος οὖν ἕνεκεν ἐρωτᾷ; Τοῦτο ὅπερ εἶπον κατασκευάζων, καταπραΰνων τε αὐτοῖς τὸν λογισμὸν ἐρυθριῶντα, ἔτι καὶ ἀγωνιῶντα, καὶ παρέχων θαῤῥεῖν. Οὐ διὰ τῆς ἀκολουθήσεως δὲ μόνον τὸν πόθον, ἀλλὰ καὶ διὰ τῆς ἐρωτήσεως ἐφανέρωσαν. Οὐδὲ γὰρ οὐδέπω μαθόντες παρ' αὐτοῦ, οὐδὲ ἀκούσαντες, διδάσκαλον αὐτὸν καλοῦσιν, εἰς τοὺς μαθητὰς εἰσωθοῦντες ἑαυτοὺς, καὶ τὴν αἰτίαν δεικνύντες, δι' ἣν ἠκολούθουν, ὥς τι τῶν χρησίμων ἀκουσόμενοι. Θέα δέ μοι καὶ τὴν σύνεσιν. Οὐκ εἶπον· Δίδαξον ἡμᾶς περὶ δογμάτων ἤ τινος ἑτέρου τῶν ἀναγκαίων· ἀλλὰ τί; Ποῦ μένεις; Μετὰ γὰρ ἡσυχίας, ὅπερ ἔμπροσθεν ἔφην, καὶ εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαί τι παρ' αὐτοῦ, καὶ μαθεῖν ἤθελον. Διόπερ οὐδὲ ἀνεβάλοντο, οὐδὲ εἶπον· Ἥξομεν πάντως αὔριον, καὶ ἀκουσόμεθα διαλεγομένου σου δημοσίᾳ· ἀλλὰ τὴν πολλὴν σπουδὴν ἢν εἶχον περὶ τὴν ἀκρόασιν ἐπιδείκνυνται, τῷ μηδὲ ὑπὸ τῆς ὥρας ἀποτραπῆναι. Καὶ γὰρ ἔτυχε λοιπὸν πρὸς δυσμὰς ὁ ἥλιος ὤν. Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησί. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ λέγει τὰ σημεῖα τῆς οἰκίας, οὐδὲ τὸν τόπον, ἀλλ' ἐπισπᾶται πλέον αὐτοὺς πρὸς τὴν ἀκολούθησιν, δεικνὺς ὅτι αὐτοὺς ἀπεδέξατο. Καὶ διὰ τοῦτο οὐδὲ αὐτὸς τοιοῦτόν τι εἶπεν· ἄκαιρόν ἐστιν εἰς οἰκίαν νῦν ὑμᾶς εἰσελθεῖν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀναχωρήσατε οἴκαδε νῦν· ἀλλ' ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. Πῶς οὖν ἀλλαχοῦ φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· ἐνταῦθα δὲ λέγει, Ἔρχεσθε καὶ ἴδετε ποῦ μένω; Ὅτι τὸ, Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ, δηλωτικόν ἐστι τοῦ μηδὲ ἴδιον καταγώγιον κεκτῆσθαι, οὐχ ὅτι ἐν οἰκίᾳ οὐ κατέμενε· καὶ γὰρ καὶ ἡ παραβολὴ τοῦτο βούλεται. Ὅτι μὲν οὖν παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην, εἶπεν ὁ Εὐαγγελιστής· τίνος δὲ ἕνεκεν, οὐκ ἔτι προσέθηκεν, ὡς δήλου τῆς αἰτίας οὔσης. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν οὔτε αὐτῷ ἠκολούθησαν, οὔτε ὁ Χριστὸς αὐτοὺς ἐπεσπάσατο, ἀλλ' ἢ διὰ τὴν διδασκαλίαν· ἧς οὕτω δαψιλῶς καὶ προθύμως ἀπέλαυσαν, καὶ ἐν νυκτὶ μιᾷ, ὡς εὐθέως θατέρους καὶ ἐφ' ἑτέρων θήραν ἐλθεῖν.