Ancient Greek · ~21 min
Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-34
Not analysed yet
Καὶ γὰρ πατρίδα αὐτὸν ἐνταῦθα ἡγοῦμαι λέγειν τὴν Καπερναούμ. Ὅτι δὲ οὐκ ἀπήλαυσεν ἐκεῖ τιμῆς, ἄκουσον αὐτοῦ λέγοντος· Καὶ σὺ, Καπερναοὺμ, ἣ ἕως τοῦ οὐρανοῦ ὑψώθης, ἕως ᾅδου καταβιβασθήσῃ. Πατρίδα δὲ ἰδίαν καλεῖ, τὸν τῆς οἰκονομίας δηλῶν λόγον, καὶ τούτῳ τὸ πλέον ἐνδιατρίβων. Τί οὖν; οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς οἰκείοις πολλοὺς θαυμαζομένους; Μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν ἐτιμῶντο, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ὡς δὲ ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Ὁρᾷς ὅτι οἱ κακιζόμενοι, οὗτοι μάλιστα αὐτῷ προσιόντες εὑρίσκονται; Ὁ μὲν γὰρ ἔλεγεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἄλλος δὲ, Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Ταῦτα δὲ καὶ αὐτὸν ὑβρίζοντες ἔλεγον, ἐπειδὴ ἐκ Ναζαρὲτ ἐδόκει τοῖς πολλοῖς εἶναι· καὶ τὸ Σαμαρείτην δὲ εἶναι ὠνείδιζον. Σαμαρείτης γὰρ εἶ, καὶ δαιμόνιον ἔχεις, φησίν. Ἀλλ' ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι, φησὶ, πιστεύουσιν εἰς αἰσχύνην τῶν Ἰουδαίων. Εὑρίσκονται δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων· οὗτοι δὲ ἑωρακότες τὰ σημεῖα ἃ ἐποίησεν. Ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἀναμιμνήσκει τοῦ θαύματος τὸν ἀκροατὴν, τὸ ἐγκώμιον τῶν Σαμαρειτῶν ἐπαίρων. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ Σαμαρεῖται δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ διδασκαλίας μόνης. Ὅτι μὲν οὖν ἦλθεν ἐκεῖ, εἶπε· τὴν δὲ αἰτίαν οὐ προσέθηκε, δι' ἣν ἦλθεν. Εἰς μὲν γὰρ τὴν Γαλιλαίαν διὰ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παρεγένετο· εἰς δὲ Κανᾶ τίνος ἕνεκεν; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καλούμενος εἰς γάμον· νῦν δὲ τίνος ἕνεκεν, καὶ διατί; Ἐμοὶ δοκεῖ τὴν ἀπὸ τοῦ θαύματος πίστιν ἐγγινομένην ἰσχυροτέραν ποιῶν διὰ τῆς παρουσίας, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος τῷ αὐτόκλητος παραγενέσθαι, καὶ τὴν μὲν ἰδίαν ἀφεῖναι πατρίδα, προτιμῆσαι δὲ ἐκείνους. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἦλθε πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα ἔλθῃ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤτοι τοῦ γένους ὢν τοῦ βασιλικοῦ, ἢ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχων. Τινὲς μὲν οὖν τοῦτον ἐκεῖνον εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὢν παρ' ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον τὸν Χριστὸν ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ καὶ μηδὲν τοιοῦτον ἐπαγγελλόμενον, εἰς τὴν οἰκίαν ἕλκει. Κἀκεῖνος μέν φησιν· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὗτος δὲ καὶ ἐπείγει, Κατάβηθι, λέγων, πρὶν ἀποθανεῖν τὸν υἱόν μου. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσῄει· ἐνταῦθα δὲ ἀπὸ Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ' εἰς Κανᾶ ἐλθόντος παρεγένετο οὗτος. Κἀκείνου μὲν ὁ παῖς παρέσει κατέκειτο· ὁ δὲ τούτου υἱὸς πυρετῷ. Καὶ ἐλθὼν ἠρώτα ἵνα ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Τί οὖν ὁ Χριστός; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Καὶ μὴν τοῦτο πίστεως ἦν, καὶ τὸ ἐλθεῖν καὶ τὸ παρακαλέσαι· καὶ μετὰ ταῦτα δὲ αὐτὸ μαρτυρεῖ ὁ εὐαγγελιστὴς λέγων, ὅτι εἰπόντος τοῦ Ἰησοῦ, Πορεύου, ὁ υἱός σου ζῇ, ἐπίστευσε τῷ λόγῳ αὐτοῦ, καὶ ἐπορεύετο. Τί οὖν ἐστιν ὅ φησιν ἐνταῦθα; Ἤτοι τοὺς Σαμαρείτας θαυμάζων ἔλεγε ταῦτα, ὅτι σημείων χωρὶς ἐπίστευσαν· ἢ τῆς δοκούσης αὐτοῦ πόλεως εἶναι καθαπτόμενος τῆς Καπερναοὺμ, ὅθεν οὗτος ἦν. Ἐπεὶ καὶ ἕτερός τις ἐν τῷ Λουκᾷ λέγων, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ, ἔλεγε πάλιν. Ὥστε εἰ καὶ οὗτος ἐπίστευσεν, ἀλλ' οὐχ ὁλοκλήρως, οὐδὲ ὑγιῶς. Καὶ τοῦτο δηλοῖ ἐκ τοῦ πυνθάνεσθαι ποίᾳ ὥρᾳ ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἐβούλετο γὰρ μαθεῖν, εἴτε αὐτομάτως, εἴτε ἐκ τῆς ἐπιταγῆς τοῦ Χριστοῦ τοῦτο γέγονεν. Ὡς οὖν ἔγνω ὅτι χθὲς ὥραν ἑβδόμην, ἐπίστευσε καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός; Τὴν διάνοιαν τοίνυν ἐλέγχει αὐτοῦ, μεθ' ἧς προσελθὼν, ταῦτα ἔλεγεν· οὕτω γὰρ μᾶλλον καὶ εἰς πίστιν αὐτὸν ἐφείλκετο· πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκώς. Εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσε, θαυμαστὸν οὐδέν. Εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαῤῥοῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι. Ἐπεὶ ὅτι ἐκ παρέργου προσῆλθεν, ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, τότε αὐτὸν εἶδεν· ὡς εἴ γε ἦν σφόδρα αὐτῷ πεπιστευκὼς, οὐκ ἂν ὤκνησε, τοῦ παιδὸς μέλλοντος τελευτᾷν, εἰς τὴν Ἰουδαίαν ἐλθεῖν. Εἰ δὲ ἐδεδοίκει, οὐδὲ τοῦτο ἀνεκτόν. Ὅρα γοῦν καὶ αὐτὰ τὰ ῥήματα πῶς ἐμφαίνει τὴν ἀσθένειαν τοῦ ἀνδρός. Δέον γὰρ εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅμως μετὰ τὸ τὴν διάνοιαν ἐλέγξαι, μέγα τι φαντασθῆναι περὶ αὐτοῦ, ἄκουσον πῶς ἔτι χαμαὶ σύρεται. Κατάβηθι γὰρ, φησὶ, πρὶν ἢ ἀποθανεῖν τὸ παιδίον μου· ὡς οὐ δυναμένου μετὰ τὸν θάνατον αὐτὸν ἀναστῆσαι, καὶ ὡς οὐκ εἰδότος οἷα τὰ τοῦ παιδίου πράγματα ἕστηκε. Διὰ τοῦτο αὐτὸν ἐλέγχει καὶ τοῦ συνειδότος καθάπτει· δεικνὺς ὅτι τὰ σημεῖα προηγουμένως τῆς ψυχῆς ἕνεκεν ἐγένετο. Ἐνταῦθα γὰρ οὐχ ἧττον τοῦ παιδὸς τὸν πατέρα ἀσθενοῦντα περὶ τὴν διάνοιαν θεραπεύει, πείθων ἡμᾶς μὴ ἀπὸ σημείων, ἀλλὰ ἀπὸ διδασκαλίας προσέχειν αὐτῷ. Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις καὶ παχυτέροις.