Ancient Greek · ~15 min
Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-30
Not analysed yet
Τότε μὲν οὖν ὑπὸ τοῦ πάθους οὐ σφόδρα προσεῖχε τοῖς λεγομένοις, ἢ μόνοις τοῖς περὶ τοῦ παιδός. Ὕστερον δὲ ἤμελλε τὸ λεχθὲν ἀναλαμβάνειν, καὶ τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν· ὃ δὴ καὶ γέγονεν. Τί δήποτε δὲ ἐπὶ μὲν τοῦ ἑκατοντάρχου αὐτεπάγγελτος ὑπέσχετο παραγίνεσθαι· ἐνταῦθα δὲ οὐδὲ καλούμενος ἄπεισιν; Ὅτι ἐκεῖ μὲν ἡ πίστις ἀπήρτιστο. Διὸ καὶ ὑπέσχετο ἀπιέναι, ἵνα μάθωμεν τοῦ ἀνδρὸς τὴν εὐγνωμοσύνην· ἐνταῦθα δὲ ὅτι οὗτος ἀτελῆς ἦν. Ἐπεὶ οὖν ἄνω καὶ κάτω ἤπειγεν αὐτὸν λέγων, Κατάβηθι, καὶ οὔπω ᾔδει σαφῶς ὅτι καὶ ἀπὼν δύναται θεραπεῦσαι, δείκνυσιν ὅτι καὶ τοῦτο δυνατὸν αὐτῷ, ἵν' ὅπερ οἴκοθεν ὁ ἑκατόνταρχος ἔσχε, τοῦτο οὗτος ἐκ τοῦ μὴ παραγενέσθαι τὸν Ἰησοῦν μάθῃ. Ὅταν οὖν εἴπῃ, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε, τοῦτο λέγει· ὅτι τὴν προσήκουσαν πίστιν οὐδέπω ἔχετε, ἀλλ' ἔτι ὡς περὶ προφήτου διάκεισθε. Ἐκκαλύπτων οὖν ἑαυτὸν, καὶ δεικνὺς ὅτι καὶ χωρὶς σημείων ἔδει πιστευθῆναι αὐτὸν, ἔλεγεν ἅπερ καὶ τῷ Φιλίππῳ φησίν· Πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, ἀπήντησαν οἱ δοῦλοι αὐτοῦ λέγοντες, ὅτι Ὁ παῖς σου ζῇ. Ἐπυνθάνετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ παῖς σου ζῇ. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς πῶς τὸ θαῦμα δῆλον ἐγένετο; Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τοῦ κινδύνου, ἀλλὰ ἀθρόον, ὡς φαίνεσθαι μηκέτι φύσεως ἀκολουθίαν εἶναι τὸ γινόμενον, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Πρὸς γὰρ αὐτὰς ἐλθὼν τοῦ θανάτου τὰς πύλας, ὡς καὶ ὁ πατὴρ ἐδήλωσεν εἰπὼν, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον, ἀθρόον ἀπηλλάγη τῆς νόσου· ὅπερ οὖν καὶ τοὺς οἰκέτας διανέστησεν. Ἐκεῖνοι μὲν γὰρ ἴσως οὐχ ὡς εὐαγγελιζόμενοι μόνον, ἀλλὰ καὶ ὡς περιττὴν λοιπὸν τοῦ Ἰησοῦ τὴν παρουσίαν εἶναι νομίσαντες, ἀπήντησαν· καὶ γὰρ ᾔδεσαν αὐτὸν ἐκεῖ παραγενόμενον· ὅθεν καὶ κατ' αὐτὴν αὐτῷ τὴν ὁδὸν περιέτυχον. Ὁ δὲ ἄνθρωπος, ἀνεθεὶς τοῦ φόβου, λοιπὸν πρὸς τὴν πίστιν διέκυψε, θέλων δεῖξαι ὅτι τῆς ὁδοῦ αὐτοῦ τὸ ἔργον γέγονε, καὶ φιλοτιμεῖται λοιπὸν ὥστε μὴ δόξαι εἰκῆ διεγηγέρθαι· ὅθεν μετὰ ἀκριβείας πάντα ἐμάνθανεν. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Καὶ γὰρ ἦν ἀναμφισβήτητος ἡ μαρτυρία λοιπόν. Οἱ γὰρ μὴ παρόντες, μηδὲ ἀκούσαντες τοῦ Χριστοῦ διαλεγομένου, μηδὲ τὸν καιρὸν εἰδότες, οὗτοι παρὰ τοῦ δεσπότου μαθόντες, ὅτι οὗτος ἦν ὁ καιρὸς, ἀναμφισβήτητον ἔσχον τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως· διὰ τοῦτο καὶ αὐτοὶ ἐπίστευσαν. Τί τοίνυν ἀπὸ τούτων παιδευόμεθα; Μὴ θαύματα περιμένειν, μηδὲ ἐνέχυρα ζητεῖν τῆς τοῦ Θεοῦ δυνάμεως. Ὁρῶ γὰρ καὶ νῦν πολλοὺς τότε εὐλαβεστέρους γινομένους, ὅταν ἢ τοῦ παιδὸς κακουμένου, ἢ γυναικὸς ἀῤῥωστούσης, παραμυθίας τινὸς ἀπολαύσωσι. Χρὴ δὲ καὶ μὴ τυγχάνοντας παραμένειν ὁμοίως εὐχαριστοῦντας, δοξάζοντας. Τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί· τοῦτο στεῤῥῶν τε καὶ φιλούντων, ὡς χρὴ, τὸν Δεσπότην, μὴ μόνον ἀνιεμένους, ἀλλὰ καὶ μαστιζομένους προστρέχειν αὐτῷ. Καὶ γὰρ καὶ ταῦτα τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργα. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, φησὶν, ὃν παραδέχεται. Ὅταν δὲ ἐν ἀνέσει τις αὐτὸν θεραπεύῃ μόνον, οὐ πολλῆς ἐπιδείκνυται ἀγάπης σημεῖα, οὐδὲ καθαρῶς φιλεῖ τὸν Χριστόν. Καὶ τί λέγω ὑγίειαν καὶ χρημάτων ἀφθονίαν, ἢ πενίαν ἢ νόσον; Κἂν γὰρ γέενναν ἀκούσῃς, κἂν ἕτερον χαλεπὸν, οὐδὲ οὕτως ἀφίστασθαι χρὴ τῆς περὶ τὸν Δεσπότην εὐφημίας· ἀλλὰ πάντα πάσχειν καὶ φέρειν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης. Τοῦτο γὰρ καὶ οἰκετῶν εὐγνωμόνων καὶ ψυχῆς ἀκλινοῦς· καὶ ὁ τοῦτον διακείμενος τὸν τρόπον, καὶ τὰ παρόντα διοίσει ῥᾳδίως, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν, καὶ πολλῆς ἀπολαύσεται παρὰ τῷ Θεῷ παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.