Ancient Greek · ~21 min
Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυ- ρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-39
Not analysed yet
Τί οὖν, εἰ ἐκεῖνος ἐμαρτύρησε χάριτι; φησίν. Ἵνα γὰρ μὴ τοῦτο λέγωσιν, ὅρα πῶς καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ εἶπεν, Ἰωάννης ἐμαρτύρησέ μοι· ἀλλὰ πρότερον, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ ἂν δὲ ἀπεστείλατε, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε. Καὶ τὸ δὴ μεῖζον· οὐ γὰρ ἔπεμψαν αὐτὸν περὶ τοῦ Χριστοῦ ἐρωτῶντες, ἀλλ' ὑπὲρ ἑαυτοῦ· [ὂν δὲ ἐν τοῖς ὑπὲρ ἑαυτοῦ] ἀξιόπιστον εἶναι ἐνόμιζον, πολλῷ μᾶλλον ἐν τοῖς ὑπὲρ ἑτέρου. Πεφύκαμεν γὰρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, μὴ οὕτω πιστεύειν τοῖς περὶ ἑαυτῶν λέγουσιν, ὡς τοῖς περὶ ἄλλων. Τοῦτον δὲ οὕτως ἀξιόπιστον εἶναι ἐνόμισαν, ὡς καὶ ἐν τοῖς περὶ ἑαυτοῦ μὴ δεηθῆναι μαρτυρίας ἑτέρας. Οἱ γὰρ ἀποσταλέντες οὐκ εἶπον, Τί λέγεις περὶ τοῦ Χριστοῦ; ἀλλὰ, Σὺ τίς εἶ; τί λέγεις περὶ σεαυτοῦ; Οὕτω μέγα τοῦ ἀνδρὸς τὸ θαῦμα εἶχον. Τοῦτο οὖν ὅλον ᾐνίξατο, διὰ τοῦ εἰπεῖν, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, οὐχ ὅτι ἀπέστειλαν, εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀπεσταλμένων ἀκριβολογεῖται, ὅτι ἦσαν καὶ ἱερεῖς, καὶ ἐκ τῶν Φαρισαίων, οὐχ οἱ τυχόντες, οὐδὲ ἀπεῤῥιμμένοι, οὐδὲ οἷοι διαφθαρῆναι καὶ παραλογισθῆναι, ἀλλὰ μετὰ ἀκριβείας ἱκανοὶ μαθεῖν τὰ παρ' ἐκείνου λεγόμενα. Ἐγὼ δὲ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Τίνος οὖν ἕνεκεν τὴν Ἰωάννου παρήγαγες; Καίτοι οὐδὲ ἡ ἐκείνου, ἀνθρώπου μαρτυρία ἦν. Ὁ γὰρ πέμψας με βαπτίζειν ἐν ὕδατι, φησὶν, ἐκεῖνός μοι εἶπεν. Ὥστε καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία τοῦ Θεοῦ μαρτυρία ἦν· παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. Ἀλλ' ἵνα μὴ λέγωσι, Πόθεν τοῦτο δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ ἔμαθε; καὶ περὶ ταῦτα καταγίνωνται, ἐκ τοῦ περιόντος αὐτοὺς ἐπιστομίζει, ἔτι πρὸς τὴν ὑπόνοιαν αὐτῶν διαλεγόμενος. Οὐδὲ γὰρ ἦν εἰκὸς ταῦτα πολλοὺς εἰδέναι, ἀλλ' ὡς οἴκοθεν λέγοντι, τέως προσεῖχον τῷ Ἰωάννῃ. Διὰ τοῦτό φησιν· Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Καὶ εἰ μὴ ἔμελλες παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνειν, καὶ ἐντεῦθεν ἰσχυρίζεσθαι, τίνος ἕνεκεν παρῆγες αὐτοῦ τὴν μαρτυρίαν; Ἵνα οὖν μὴ ταῦτα λέγωσιν, ἄκουσον πῶς καὶ τὴν τοιαύτην ἀντίθεσιν τῇ ἐπαγωγῇ διωρθώσατο. Εἰπὼν γὰρ, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἐπήγαγεν· Ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὢν, τῆς ἀνθρωπίνης· ἐπειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν ὡς προφήτῃ προσεδράμετε (καὶ γὰρ ἡ πόλις ἐπὶ τὸν Ἰορδάνην ἐξεχύθη), ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι ἐπιστεύσατε· διὰ τοῦτο ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, φησὶ, καὶ φαίνων· ὑμεῖς δὲ ἐθελήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν φωτὶ αὐτοῦ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ἐκεῖνος μὲν εἶπεν, ἡμεῖς δὲ οὐκ ἐδεξάμεθα; δείκνυσιν ὅτι καὶ ἀπεδέξαντο τὰ εἰρημένα. Καὶ γὰρ οὐδὲ τοὺς τυχόντας ἔπεμψαν, ἀλλ' ἱερεῖς καὶ Φαρισαίους. Οὕτω τὸν ἄνδρα ἐθαύμαζον, καὶ τοῖς λεγομένοις ἀντειπεῖν οὐκ εἶχον τότε. Τὸ δὲ, Πρὸς ὥραν, τὴν εὐκολίαν αὐτῶν δεικνύντος ἐστὶ, καὶ ὅτι ταχέως αὐτοῦ ἀπεπήδησαν. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Εἰ μὲν γὰρ ἐβούλεσθε κατὰ τὴν ἀκολουθίαν τῶν πραγμάτων παραδέχεσθαι τὴν πίστιν, ἀπὸ τῶν ἔργων μᾶλλον ὑμᾶς ἂν ἐπηγαγόμην. Ἐπειδὴ δὲ οὐ βούλεσθε, ἐπὶ τὸν Ἰωάννην ὑμᾶς ἄγω, οὐχ ὡς τῆς ἐκείνου δεόμενος μαρτυρίας, ἀλλ' ἐπειδὴ διὰ τοῦτο πάντα ποιῶ, ὥστε ὑμᾶς σωθῆναι. Ἔχω μὲν γὰρ μαρτυρίαν Ἰωάννου μείζονα, τὴν ἀπὸ τῶν ἔργων. Ἀλλ' οὐ τοῦτο σκοπῶ μόνον, ὅπως ἀπὸ τῶν ἀξιοπίστων εὐπαράδεκτος ὑμῖν γενοίμην, ἀλλ' ὅπως καὶ ἀπὸ τῶν ὑμῖν γνωρίμων, καὶ παρ' ὑμῶν θαυμαζομένων. Οὕτω καθαψάμενος αὐτῶν τῷ εἰπεῖν, ὅτι Πρὸς ὥραν ἠθελήσατε ἀγαλλιασθῆναι ἐν τῷ φωτὶ αὐτοῦ, ἔτι τε πρόσκαιρον ἐκείνην δείξας τὴν σπουδὴν καὶ ἀβέβαιον, τῷ λύχνον αὐτὸν καλέσαι, ἐνέφηνεν ὅτι οὐκ οἴκοθεν εἶχε τὸ φῶς, ἀλλ' ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο οὐκ ἔτι τέθεικεν, ὅτι αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, ἀλλὰ τέως αἰνιξάμενος μόνον, καθήψατο σφόδρα αὐτῶν, καὶ δείκνυσιν, ὅτι ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς ἐκείνου κατεφρόνησαν, οὐδὲ τῷ Χριστῷ πιστεῦσαι ἠδυνήθησαν. Καὶ γὰρ τὸν θαυμαζόμενον παρ' αὐτοῖς πρὸς ὥραν ἐθαύμασαν μόνον· ὡς εἰ μὴ τοῦτο ἐποίησαν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησε. Δείξας τοίνυν αὐτοὺς πάντοθεν ἀναξίους ὄντας συγγνώμης, ἐπήγαγε λέγων· Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῶν ἔργων. Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα περὶ ἐμοῦ μαρτυρεῖ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ὀρθωθέντος ἀνέμνησε, καὶ ἑτέρων πλειόνων· τὰ μὲν ῥήματα, εἶπεν ἴσως ἄν τις αὐτῶν, κόμπον εἶναι καὶ φιλίας τῆς Ἰωάννου χάριν· καίτοι οὐδὲ τοῦτο ἐνῆν αὐτοῖς εἰπεῖν περὶ Ἰωάννου, ἀνδρὸς μετὰ ἀκριβείας φιλοσοφεῖν εἰδότος, καὶ οὕτω παρ' αὐτοῖς θαυμασθέντος· τὰ δὲ πράγματα οὐκ ἔτι οὐδὲ παρὰ τοῖς μαινομένοις σφόδρα ταύτην ἠδύνατο τὴν ὑπόνοιαν ἔχειν. Διὰ τοῦτο δευτέραν ταύτην ἐπήγαγε μαρτυρίαν, εἰπών· Τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ἀπέστειλέ με ὁ Πατήρ. Ἐνταῦθα καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἵσταται. Ἐπειδὴ γὰρ ἔλεγον ἐκεῖνοι· Πῶς δύναται εἶναι ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ; διὰ τοῦτο εἶπε, Ἃ ἔδωκέ μοι ὁ Πατήρ. Καίτοι γε αὐθεντίᾳ ἐποίει· ἀλλὰ δεικνὺς μετὰ πολλῆς τῆς περιουσίας, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ πράττει, διὰ τοῦτο καὶ τὸ πολλῷ ἔλαττον τέθεικε.