Ancient Greek · ~17 min
Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυ- ρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-34
Not analysed yet
Καὶ διατί, φησὶν, οὐκ εἶπεν, ὅτι Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τοῦ Πατρός; Ἀμφότερα γὰρ ἦν ἀπὸ τῶν ἔργων μαθεῖν, καὶ ὅτι οὐδὲν ἐναντίον ποιεῖ, καὶ ὅτι ἴσος ἐστὶ τοῦ γεγεννηκότος. Ὅπερ ἀλλαχοῦ κατασκευάζων ἔλεγεν· Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀμφότερα οὖν αὐτῷ ἐμαρτύρει, καὶ ὅτι ἴσος ἦν τοῦ Πατρὸς, καὶ ὅτι οὐδὲν ἐναντίον ἔπραττεν ἐκείνῳ. Τίνος οὖν ἕνεκεν οὐχ οὕτως εἶπεν, ἀλλὰ τὸ μεῖζον ἀφεὶς, τοῦτο τέθεικεν; Ὅτι τὸ σπουδαζόμενον τοῦτο πρῶτον ἦν. Εἰ γὰρ καὶ πολλῷ ἔλαττον τὸ πιστευθῆναι ὅτι παρὰ τοῦ Θεοῦ ἦλθε, τοῦ πιστευθῆναι ὅτι Θεός ἐστιν ἴσος αὐτῷ· ἐκεῖνο μὲν γὰρ καὶ προφῆται εἶπον, τοῦτο δὲ οὐκέτι· ὅμως αὐτὸς ὑπὲρ τοῦ ἐλάττονος πολλὴν τίθεται σπουδὴν, εἰδὼς ὅτι τούτου δεχθέντος καὶ ἐκεῖνο γένοιτ' ἂν λοιπὸν εὐπαράδεκτον. Καὶ τῆς μείζονος οὐδὲν μνημονεύσας μαρτυρίας, τὸ ἔλαττον αὐτῆς ἔργον τίθησι, ἵνα διὰ τούτου κἀκείνην δέξωνται. Τοῦτο κατασκευάσας πάλιν ἐπάγει· Ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Καὶ ποῦ μεμαρτύρηκε περὶ αὐτοῦ; Ἐν τῷ Ἰορδάνῃ, Οὗτός ἐστι, λέγων, ὁ Υἱός μου ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἀλλὰ καὶ τοῦτο κατασκευῆς ἐδεῖτο. Τὸ μὲν οὖν Ἰωάννου δῆλον ἦν· αὐτοὶ γὰρ ἀπέστειλαν, καὶ ἀρνήσασθαι οὐκ εἶχον. Καὶ τὸ ἐκ τῶν σημείων δὲ ὁμοίως. Εἶδον γὰρ γινόμενα, καὶ παρὰ τοῦ θεραπευθέντος ἤκουσαν, καὶ ἐπίστευσαν, ὅθεν καὶ ἐνεκάλουν. Ἐλείπετο δὲ λοιπὸν τὸ περὶ τῆς τοῦ Πατρὸς μαρτυρίας ἀποδεῖξαι. Εἶτα μέλλων αὐτὸ κατασκευάζειν, ἐπήγαγεν. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε. Καὶ πῶς Μωϋσῆς λέγει, Ὁ Θεὸς ἐλάλει, Μωϋσῆς δὲ ἀπεκρίνατο; πῶς δὲ ὁ Δαυΐδ φησι, Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε; Καὶ πάλιν Μωϋσῆς, Εἰ ἔστιν ἔθνος τοιοῦτον, ὃ ἤκουσε φωνὴν Θεοῦ; Οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καίτοι καὶ ἑωρακέναι αὐτὸν λέγονται καὶ Ἡσαΐας, καὶ Ἱερεμίας, καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι πλείους. Τί οὖν ἐστιν ὅ φησιν ὁ Χριστὸς νῦν; Εἰς φιλόσοφον αὐτοὺς ἐνάγει δόγμα, κατὰ μικρὸν δεικνὺς, ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος, ἀλλ' ἀνώτερος καὶ σχημάτων ἐστὶ καὶ φθόγγων τοιούτων. Ὥσπερ γὰρ εἰπὼν, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐ τοῦτο λέγει, ὅτι φωνὴν μὲν προΐεται, οὐκ ἀκουστὴν δέ· οὕτως εἰπὼν, Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὐ τοῦτο λέγει, ὅτι εἶδος μὲν ἔχει, οὐ θεατὸν δέ· ἀλλ' ὅτι οὐδὲν τούτων περὶ Θεόν. Ἵνα γὰρ μὴ λέγωσιν, Εἰκῆ κομπάζεις. Μωϋσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ (τοῦτο γοῦν καὶ ἔλεγον· Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί)· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος. Καὶ τί λέγω ταῦτα; φησίν. Οὐ μόνον οὔτε φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε εἶδος ἑωράκατε, ἀλλ' οὐδὲ ἐφ' ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ' ᾧ μάλιστα πάντες ἐστὲ πεπληροφορημένοι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε καὶ κατέχετε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Οὐδὲ τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, τὰς διαταγὰς, τὰ προστάγματα, τὸν νόμον, τοὺς προφήτας. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ' ὅμως παρ' ὑμῖν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Εἰ γὰρ ἄνω καὶ κάτω τοῦτό φασιν αἱ Γραφαὶ, ὅτι ἐμοὶ χρὴ πιστεύειν, ὑμεῖς δὲ οὐ πιστεύετε· εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ' ὑμῶν. Διὰ τοῦτο πάλιν ἐπήγαγεν. Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν, εἰ μὴ φωνὴν αὐτοῦ ἠκούσαμεν ἡμεῖς, σοὶ ἐμαρτύρησε; λέγει· Ἐρευνᾶτε τὰς Γραφάς· ἐκεῖναι γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· δεικνὺς ὅτι διὰ τούτων ἐμαρτύρησε. Καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ ἐμαρτύρησε, καὶ ἐν τῷ ὄρει. Ἀλλ' οὐ φέρει εἰς μέσον τὴν φωνὴν ἐκείνην. Ἴσως γὰρ ἂν καὶ ἠπιστήθη ἐντεῦθεν. Τὴν μὲν γὰρ οὐδὲ ἤκουσαν, τὴν ἐν τῷ ὄρει· τὴν δὲ ἤκουσαν μὲν, οὐ προσέσχον δέ. Διὰ τοῦτο παραπέμπει αὐτοὺς ταῖς Γραφαῖς, δεικνὺς ὅτι καὶ ἡ τοῦ Πατρὸς μαρτυρία ἐκεῖθέν ἐστι· πρότερον μέντοι τὰ παλαιὰ ἀνελὼν ἐφ' οἷς ἐκόμπαζον, ἢ ὡς ἑωρακότες τὸν Θεὸν, ἢ ὡς φωνῆς αὐτοῦ ἀκούσαντες. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοῦ τῇ φωνῇ διαπιστεῖν, καὶ τὰ ἐν τῷ Σιναίῳ ὄρει φαντάζεσθαι, διορθωσάμενος τὴν περὶ ἐκείνων ὑπόνοιαν πρῶτον, καὶ δείξας συγκατάβασιν ὄντα τὰ γεγενημένα, τότε αὐτοὺς ἐπὶ τὴν μαρτυρίαν παρέπεμψε τῶν Γραφῶν.