Ancient Greek · ~20 min
Εἶπον οὖν πρὸς αὐτόν· «Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;» Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-43
Not analysed yet
Οὕτω καὶ Ἰωάννης φθέγγεται ἄνωθεν προλαβών· Ὃ οἶδε λαλεῖ, καὶ ὃ ἑώρακε μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καὶ πάλιν ὁ Χριστός· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Τοῦτο δὲ ποιεῖ, προλαμβάνων αὐτοὺς, καὶ δεικνὺς ὅτι οὐ ταράττει τὸ πρᾶγμα αὐτὸν, οὐδὲ δόξης ἐφίεται, οὐδὲ ἀγνοεῖ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν, οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Μέλλει λοιπὸν εἰς τὴν τῶν μυστηρίων ἐμβαλεῖν παράδοσιν. Καὶ πρῶτον περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται λέγων. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οὐδὲ γὰρ περὶ τοῦ σώματος τοῦτο εἴρηται (περὶ γὰρ ἐκείνου πρὸς τῷ τέλει λέγει· Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν)· ἀλλὰ τέως περὶ τῆς θεότητος. Καὶ γὰρ ἐκείνη διὰ τὸν Θεὸν Λόγον ἄρτος ἐστίν· ὥσπερ οὖν καὶ οὗτος ὁ ἄρτος διὰ τὸ ἐπιφοιτῶν αὐτῷ Πνεῦμα ἄρτος οὐράνιος γίνεται. Ἐνταῦθα δὲ οὐ κέχρηται μάρτυσι, καθάπερ ἐπὶ τῆς προτέρας δημηγορίας· εἶχε γὰρ αὐτὸ μαρτυροῦν τὸ ἔργον τῶν ἄρτων, καὶ τέως ὑποκρινομένους αὐτῷ πείθεσθαι. Ἐκεῖ δὲ ἀντέλεγον καὶ ἐνεκάλουν· διὰ τοῦτο ἐνταῦθα καὶ ἀποφαίνεται. Οἱ δὲ ἐπειδὴ προσεδόκων ἑστιάσεως ἀπολαύσεσθαι σαρκικῆς, μένουσι, καὶ οὐ ταράττονται, ἕως ὅτε μετὰ ταῦτα ἀπέγνωσαν τῆς ἐλπίδος. Πλὴν οὐδὲ οὕτως ἐσίγησεν ὁ Χριστὸς, ἀλλὰ καὶ πολλὰ ἐντρεπτικὰ λέγει. Οἱ δὲ, ἡνίκα ἤσθιον, προφήτην αὐτὸν λέγοντες, ἐνταῦθα σκανδαλίζονται, καὶ τοῦ τέκτονος καλοῦσι υἱόν· ἀλλ' οὐχ ὅτε τοὺς ἄρτους ἤσθιον, ἀλλ', Οὗτός ἐστιν ὁ προφήτης, ἔλεγον, καὶ ἤθελον αὐτὸν ποιῆσαι βασιλέα. Ἐδόκουν μὲν οὖν ἀγανακτεῖν, ἐπὶ τῷ λέγειν αὐτὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι· τὸ δὲ ἀληθὲς, οὐ τοῦτο ἦν τὸ ποιοῦν τὴν ἀγανάκτησιν, ἀλλὰ τὸ μὴ προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἐπεὶ εἰ ὄντως ἠγανάκτουν, ἐχρῆν ἐρωτᾷν καὶ πυνθάνεσθαι, πῶς ἄρτος ζωῆς ἐστι, πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε· νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσι, γογγύζουσι δέ. Καὶ ὅτι οὐ τοῦτο αὐτοὺς ἐσκανδάλιζε, δῆλον ἐκεῖθεν. Εἰπόντος γὰρ ὅτι Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον, οὐκ εἶπον, Παρακάλεσον ἵνα δῷ· ἀλλὰ τί; Δὸς ἡμῖν τὸν ἄρτον. Καίτοι οὐκ εἶπεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ', ὅτι Ὁ Πατήρ μου δίδωσιν. Οἱ δὲ ἐπιθυμίᾳ τῆς τροφῆς καὶ αὐτὸν ἀξιόπιστον εἶναι ἐνόμισαν πρὸς τὴν χορηγίαν. Οἱ τοίνυν ἀξιόπιστον εἶναι νομίσαντες πρὸς τὸ δοῦναι, πῶς ἔμελλον μετὰ ταῦτα σκανδαλίζεσθαι, καὶ ταῦτα ἀκούσαντες ὅτι Ὁ Πατὴρ δίδωσι; Τί οὖν ἐστι τὸ αἴτιον; Ἐπειδὴ ἤκουσαν ὅτι φαγεῖν οὐκ ἔνι, πάλιν ἠπίστησαν, καὶ προβάλλονται δῆθεν τῆς ἀπιστίας προκάλυμμα τὸ ὑψηλὸν εἶναι τὸν λόγον. Διὰ τοῦτό φησι, Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε· τούτῳ μὲν τὰ σημεῖα αἰνιττόμενος, τούτῳ δὲ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν. Ἐκεῖναι γάρ εἰσι, φησὶν, αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ, Ὅτι ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω. Ὅρα πῶς πάντα ποιεῖ διὰ τοὺς σωζομένους. Διὰ δὴ τοῦτο καὶ ἐπήγαγεν, ἵνα μὴ δόξῃ περιεργάζεσθαι, καὶ εἰκῆ ταῦτα λέγειν. Τί δέ ἐστιν ὅ φησι; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τίνος δὲ ἕνεκεν καὶ τῆς κοινῆς ἀναστάσεως, ἧς καὶ ἀσεβεῖς μετέχουσιν, ὡς ἐξαιρέτου δώρου μέμνηται τῶν πιστευόντων εἰς αὐτόν; Ὅτι οὐχ ἁπλῶς ἀναστάσεως μέμνηται, ἀλλὰ τῆς τοιᾶσδε ἀναστάσεως. Πρότερον γὰρ εἰπὼν, Οὐ μὴ ἐκβάλω αὐτὸν, καὶ, Οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, τότε εἶπε τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ ἀναστάσει οἱ μὲν ἐκβάλλονται, ὡς ἔστι μαθεῖν ἐκ τοῦ, Ἄρατε αὐτὸν, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· οἱ δὲ ἀπόλλυνται, ὡς καὶ αὐτὸ δείκνυται ἐκ τοῦ, Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Ὥστε τὸ, Ζωὴν αἰώνιον δίδωμι, τοῦτο δηλοῖ· Ἐκπορεύσονται γὰρ οἱ μὲν τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ δὲ τὰ ἀγαθὰ, εἰς ἀνάστασιν ζωῆς. Ταύτην τοίνυν τὴν ἀνάστασιν ἐδήλωσεν ἐνταῦθα τὴν ἐπὶ τοῖς ἀγαθοῖς. Τί δὲ βούλεται δεῖξαι διὰ τοῦ λέγειν. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει; Καθάπτεται τῆς ἀπιστίας αὐτῶν, καὶ δείκνυσιν ὅτι ὁ μὴ πιστεύων αὐτῷ, τὸ θέλημα παραβαίνει τοῦ Πατρός. Καὶ οὕτω μὲν αὐτὸ γυμνῶς οὐ φησὶν, ὑφειμένως δέ· καὶ πανταχοῦ τοῦτο ποιοῦντα ὄψει αὐτὸν, θέλοντα δεῖξαι καὶ τῷ Πατρὶ προσκεκρουκότας τοὺς ἀπιστοῦντας, οὐκ αὐτῷ μόνῳ. Εἰ γὰρ θέλημα αὐτοῦ τοῦτό ἐστι, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σώσῃ πάντα τὸν κόσμον, οἱ μὴ πιστεύοντες, τὸ θέλημα αὐτοῦ παραβαίνουσιν. Ὅταν οὖν, φησὶν, ὁ Πατὴρ ὁδηγῇ τινα, οὐδέν ἐστι τὸ κωλύον αὐτὸν ἐλθεῖν πρός με. Τοῦτο καὶ προϊὼν λέγει, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Ὁ δὲ Παῦλος εἶπεν, ὅτι αὐτὸς παραδίδωσιν αὐτοὺς τῷ Πατρί· Ὅταν γὰρ παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὥσπερ οὖν καὶ διδοὺς ὁ Πατὴρ, οὐκ ἀποστερῶν ἑαυτὸν πρότερον τοῦτο ποιεῖ· οὕτω καὶ παραδιδοὺς ὁ Υἱὸς, οὐκ ἐκβάλλων ἑαυτὸν τοῦτο ποιεῖ. Λέγεται δὲ παραδιδόναι, ὅτι δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν.