Ancient Greek · ~17 min
Εἶπον οὖν πρὸς αὐτόν· «Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;» Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-36
Not analysed yet
Τὸ δὲ, Δι' οὗ, τοῦτο καὶ ἐπὶ τοῦ Πατρὸς εἴρηται, ὥσπερ ὅταν λέγῃ· Δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· τουτέστι, διὰ τοῦ θελήματος τοῦ Πατρός· καὶ πάλιν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Ὃ δὲ αἰνίττεται ἐνταῦθα, μονονουχὶ τοῦτό ἐστιν· Οὐ τὸ τυχὸν πρᾶγμα ἡ πίστις ἡ εἰς ἐμὲ, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς. Καὶ τοῦτο δι' ὅλου κατασκευάζει τοῦ λόγου, δεικνὺς ὅτι ψυχῆς γενναίας τινὸς ὄντως καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐφελκομένης αὕτη δεῖται ἡ πίστις. Ἀλλ' ἴσως ἐρεῖ τίς· Εἰ πᾶν ὃ δίδωσιν ὁ Πατὴρ, ἔρχεται πρὸς σὲ, καὶ οὓς ἂν ἑλκύσῃ, καὶ οὐδεὶς δύναται ἐλθεῖν πρὸς σὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν, πάσης αἰτίας εἰσὶν καὶ ἐγκλημάτων ἀπηλλαγμένοι οἷς οὐ δίδωσιν ὁ Πατήρ. Λόγοι ταῦτα ψιλοὶ καὶ πρόφασις· Δεόμεθα γὰρ καὶ τῆς οἴκοθεν προαιρέσεως· τὸ γὰρ διδάσκεσθαι, προαιρέσεώς ἐστι, καὶ τὸ πιστεύειν. Ἐνταῦθα δὲ οὐδὲν ἄλλο ἐμφαίνει διὰ τοῦ, Ὃ δίδωσί μοι ὁ Πατὴρ, ἀλλ' ἢ ὅτι Οὐ τὸ τυχὸν πρᾶγμά ἐστι τὸ πιστεῦσαι εἰς ἐμὲ, οὐδὲ λογισμῶν ἀνθρωπίνων, ἀλλὰ καὶ τῆς ἄνωθεν ἀποκαλύψεως δεῖ, καὶ ψυχῆς εὐγνωμόνως δεχομένης τὴν ἀποκάλυψιν. Καὶ τὸ, Ὁ ἐρχόμενος δὲ πρός με, σωθήσεται, τοῦτο δηλοῖ· Ἐπιμελείας ἀπολαύσεται πολλῆς. Ὑπὲρ γὰρ τούτων καὶ παρεγενόμην, φησὶ, καὶ σάρκα ἀνέλαβον, καὶ τὴν τοῦ δούλου μορφὴν ὑπῆλθον. Εἶτα ἐπήγαγε, Κατέβην, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἕτερον γὰρ τὸ σὸν, καὶ ἕτερον τὸ ἐκείνου; Ἵνα οὖν μὴ τοῦτό τις ὑποπτεύσῃ, τῇ ἐπαγωγῇ θεραπεύει αὐτὸ, λέγων· Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον. Τοῦτο οὖν οὐκ ἔστι σὸν θέλημα; Καὶ πῶς οὖν ἀλλαχοῦ λέγεις· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη; Εἰ δὲ καὶ σὺ τοῦτο θέλεις, εὔδηλον ὅτι ἓν θέλημα· καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Τί οὖν τὸ θέλημα τοῦ Πατρός; ἆρ' οὐχ ἵνα μὴ ἀπόληται ἐξ αὐτῶν μηδὲ εἷς; Τοῦτο δὴ καὶ αὐτὸς θέλεις. Οὐ τοίνυν ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. Οὕτω καὶ ἀλλαχοῦ φαίνεται τὸ πρὸς τὸν Πατέρα ἴσον ἔτι βεβαιότερον παριστῶν τῷ λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· Οὐκ ἄλλο τι πράξων ἦλθον, ἢ τοῦτο ὅπερ καὶ ὁ Πατὴρ βούλεται· οὐκ ἴδιόν τι ἐμὸν παρὰ τὸ τοῦ Πατρὸς ἔχων θέλημα· πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ ἐκείνου. Εἰ τοίνυν κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, εἰκότως φησίν· Οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ. Ἀλλ' οὕτω μὲν ἐνταῦθα οὐκ εἶπεν, ἀλλὰ πρὸς τῷ τέλει τοῦτο τηρεῖ. Τὰ γὰρ ὑψηλὰ, ὅπερ ἔφην, τέως ἐγκρύπτει, καὶ συσκιάζει, καὶ βούλεται δεῖξαι ὅτι εἰ εἶπεν, ὅτι Τὸ θέλημα τὸ ἐμὸν τοῦτό ἐστι, κατεφρόνησαν ἄν. Λέγει τοίνυν, ὅτι Καὶ ἐγὼ ἐκείνῳ συμπράττω τῷ θελήματι, βουλόμενος αὐτοὺς μᾶλλον πλῆξαι, ὡσανεὶ ἔλεγε· Τί νομίζετε; ὅτι ἐμὲ παροργίζετε ἀπιστοῦντες; Τὸν Πατέρα μὲν οὖν τὸν ἐμὸν παροξύνετε· Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. Δείκνυσιν ἐνταῦθα οὐκ αὐτὸν δεόμενον τῆς αὐτῶν θεραπείας, οὐδὲ δι' οἰκείαν χρείαν παραγενόμενον, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, οὐ διὰ τὴν παρ' αὐτῶν τιμήν. Ὅπερ καὶ ἐν τῇ προτέρᾳ δημηγορίᾳ φησὶν, ὅτι Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· καὶ πάλιν· Ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἄνω γὰρ καὶ κάτω τοῦτο σπουδάζει δεῖξαι, ὅτι διὰ τὴν ἐκείνων σωτηρίαν παρεγένετο. Λέγει δὲ καὶ τῷ Πατρὶ δόξαν παρασκευάζειν, ὥστε ἀνύποπτος δόξαι. Καὶ ὅτι διὰ τοῦτο οὕτως εἶπε, διὰ τῶν ἑξῆς τοῦτο σαφέστερον ἀπεκάλυψεν. Ὁ γὰρ ζητῶν, φησὶ, τὸ θέλημα τὸ ἑαυτοῦ, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, ἀληθής ἐστι, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τί δήποτε συνεχῶς ἄνω καὶ κάτω στρέφει τὴν ἀνάστασιν; Ἵνα μὴ τοῖς παροῦσι πράγμασι κρίνωσι μόνον τὴν τοῦ Θεοῦ πρόνοιαν· ἵνα κἂν ἐνταῦθα μὴ ἀπολαύωσι, μὴ διὰ τοῦτο ὑπτιώτεροι γένωνται, ἀλλὰ τὰ μέλλοντα ἐλπίζωσι, καὶ ἵνα μὴ διὰ τὸ μὴ κολάζεσθαι πρὸς τὸ παρὸν, αὐτοῦ καταφρονῶσιν, ἀλλ' ἑτέραν προσδοκῶσι ζωήν.