Ancient Greek · ~18 min
Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν· οὔπω γὰρ ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-51
Not analysed yet
Οὕτως οὐ προσεῖχον τοῖς λεγομένοις. Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου. Οὐχ ὑμεῖς τότε μάλιστα προσδοκᾶτε ἀπαλλαγήσεσθαί μου καὶ ἀναιρήσειν; Ἐγὼ δὲ λέγω, ὅτι Τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι, τῶν τε σημείων ἕνεκεν, καὶ τῆς ἀναστάσεως καὶ τῆς ἁλώσεως. Πάντα γὰρ ταῦτα ἱκανὰ ἦν ἐμφῆναι αὐτοῦ τὴν ἰσχύν. Καὶ οὐκ εἶπε, Τότε γνώσεσθε τίς εἰμι. Ὅταν γὰρ ἴδητε, φησὶν, ὅτι οὐδὲν ἀπὸ τοῦ θανάτου πείσομαι, Τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν, ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ πάντα φέρων καὶ ἄγων, καὶ οὐκ ἐναντίος ἐκείνῳ. Διὰ τοῦτο γοῦν ἐπήγαγε, Καὶ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ οὐδέν. Ἀμφότερα γὰρ εἴσεσθε, καὶ τὴν ἰσχὺν τὴν ἐμὴν, καὶ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ οὐδὲν, τὸ ἀπαράλλακτον τῆς οὐσίας δηλοῖ, καὶ τὸ οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεσθαι. Ὅταν γὰρ ἐκπέσητε τῆς λατρείας, ὅταν μὴ συγχωρηθῇ ὑμῖν μηδὲ αὐτὸν θεραπεύειν, ὡς πρὸ τούτου, τότε εἴσεσθε ὅτι ἀμύνων ἐμοὶ ταῦτα ποιεῖ, καὶ παροξυνόμενος ὑπὲρ τῶν μὴ ἀκουσάντων μου· ὡσανεὶ ἔλεγεν· Οὐκ ἂν εἴ γε ἀντίθεός τις ἤμην καὶ ἀλλότριος, τοσαύτην ἂν ὀργὴν καθ' ὑμῶν ἐκίνησε. Τοῦτο καὶ Ἡσαΐας φησί· Δώσει τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ ὁ Δαυῒδ, Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ· καὶ αὐτὸς, Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ αἱ παραβολαὶ τὸ αὐτὸ δηλοῦσιν, ὅταν λέγῃ· Τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις ὁ κύριος τοῦ ἀμπελῶνος ἐκείνου; Κακοὺς κακῶς ἀπολέσει αὐτούς. Ὁρᾷς ὅτι πανταχοῦ διὰ τὸ μηδέπω πιστεύεσθαι οὕτω φθέγγεται; Ἐπεὶ εἰ αὐτοὺς ἀπολεῖ, ὥσπερ οὖν καὶ ἀπολεῖ (Φέρετε γὰρ, φησὶν, αὐτοὺς ὧδε τοὺς μὴ θέλοντάς με βασιλεῦσαι, καὶ κατασφάξατε)· τίνος ἕνεκεν οὐκ αὐτοῦ φησιν ἔργον, ἀλλὰ τοῦ Πατρὸς τὸ γινόμενον; Πρὸς τὴν ἐκείνων ἀσθένειαν διαλεγόμενος· ὁμοῦ δὲ καὶ τιμῶν τὸν γεγεννηκότα. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀφίω τὸν οἶκον ὑμῶν ἔρημον, ἀλλ' Ἀφίεται· τοῦτο μὲν γὰρ ἀπροσώπως τέθεικε. Διὰ δὲ τοῦ εἰπεῖν, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; εἶτα ἐπαγαγεῖν, ὅτι Ἀφίεται, δείκνυσιν ὅτι αὐτὸς τὴν ἐρήμωσιν εἰργάζετο. Ἐπειδὴ γὰρ, φησὶν, εὐεργετούμενοι καὶ θεραπευόμενοι οὐκ ἠθελήσατε γνῶναι, κολαζόμενοι εἴσεσθε ὅστις ἐγώ. Καὶ μετ' ἐμοῦ ἐστιν ὁ Πατήρ. Ἵνα γὰρ, μὴ νομίσωσι τὸ, Ὁ πέμψας με, ἐλαττώσεως εἶναι, λέγει, Μετ' ἐμοῦ ἐστι. Τὸ μὲν γὰρ, τῆς οἰκονομίας· τὸ δὲ, τῆς θεότητος. Καὶ οὐκ ἀφῆκέ με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον κατήγαγε, πρὸς ἐκεῖνο συνεχῶς ἱστάμενος ὅπερ ἔλεγον, ὅτι οὐκ ἔστιν ἐξ αὐτοῦ, καὶ ὅτι τὸ σάββατον οὐ τηρεῖ, πρὸς τοῦτό φησι· Τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε· δεικνὺς, ὅτι καὶ τὸ λύεσθαι τὸ σάββατον, ἀρεστὸν αὐτῷ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ σταυροῦ φησι· Δοκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου; Καίτοι γε εἰπὼν μόνον· Τίνα ζητεῖτε; ἔῤῥιψεν ὑπτίους. Τί οὖν οὐ λέγει. Δοκεῖτε ὅτι οὐ δύναμαι ὑμᾶς ἀπολέσαι, ἔργῳ τοῦτο ἐπιδειξάμενος; Πρὸς τὴν ἀσθένειαν αὐτῶν καταβαίνει. Πολλὴν γὰρ ἐποιεῖτο σπουδὴν, ὥστε δεῖξαι ὅτι οὐδὲν ἐναντίον ποιεῖ τῷ Πατρί. Οὕτω δὴ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται. Ὥσπερ δὲ τὸ, Οὐκ ἀφῆκέ με μόνον, εἴρηται· οὕτω καὶ τὸ, ὅτι Ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Ὅτε εἰς τὸ ταπεινὸν τὸν λόγον κατήγαγε, τότε πολλοὶ ἐπίστευσαν. Ἔτι οὖν ἐρωτᾷς, τίνος ἕνεκεν ταπεινῶς φθέγγεται; Καίτοι γε σαφῶς ὁ εὐαγγελιστὴς ᾐνίξατο τοῦτο, εἰπὼν, ὅτι Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· μονονουχὶ βοῶν διὰ τούτων τῶν πραγμάτων· Μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπεινὸν ἀκούσῃς. Οἱ γὰρ μετὰ τοσαύτην διδασκαλίαν μηδέπω πεπεισμένοι ὅτι παρὰ τοῦ Πατρός ἐστιν, εἰκότως ταπεινότερα ἤκουον ἵνα πεισθῶσι. Καὶ τοῦτο οὖν ἀπολογία ἐστὶν ὑπὲρ τῶν μελλόντων ταπεινῶς εἰρήσεσθαι. Ἐπίστευσαν μὲν οὖν, οὐχ ὡς ἐχρῆν δὲ, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν, ἡσθέντες καὶ ἀναπαυσάμενοι ἐπὶ τῇ τῶν λόγων ταπεινότητι. Ὅτι γὰρ οὐ τελείαν πίστιν εἶχον, δείκνυσιν ὁ εὐαγγελιστὴς ἐκ τῶν μετὰ ταῦτα λόγων, ἐν οἷς αὐτὸν πάλιν ὑβρίζουσι. Καὶ ὅτι οὗτοι αὐτοί εἰσιν ἐκεῖνοι, ἐδήλωσεν εἰπών· Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ· δεικνὺς ὅτι οὐδέπω παρεδέξαντο τὴν διδασκαλίαν, ἀλλὰ μόνον προσεῖχον τοῖς λεγομένοις. Διὸ καὶ πληκτικώτερον εἶπεν. Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν, Ζητήσετέ με· νῦν δὲ μεῖζον προσέθηκεν, ὅτι Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Καὶ τὸ πῶς δείκνυσιν, ὅτι οὐ δύνασθε ἐλθόντες ἐκεῖ, παρακαλέσαι με λοιπόν. Ταῦτα ἃ λαλῶ εἰς τὸν κόσμον. Διὰ τούτων ἐδήλωσε λοιπὸν ἐξερχόμενον αὐτὸν εἰς τὰ ἔθνη. Ἐπειδὴ δὲ οὐκ ἔγνωσαν λοιπὸν ὅτι τὸν Πατέρα αὐτοῖς λέγει ἔμπροσθεν, πάλιν φθέγγεται περὶ αὐτοῦ· καὶ τὴν αἰτίαν τῆς ταπεινότητος τῶν ῥημάτων τέθεικεν ὁ εὐαγγελιστής.