Ancient Greek · ~14 min
Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν· οὔπω γὰρ ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-43
Not analysed yet
Ἂν οὕτω τοίνυν θέλωμεν τὰς Γραφὰς ἐρευνᾷν μετὰ ἀκριβείας καὶ μὴ ἁπλῶς, δυνησόμεθα τῆς σωτηρίας τῆς ἡμετέρας ἐπιτυχεῖν· ἂν διὰ παντὸς αὐταῖς ἐνδιατρίβωμεν, καὶ δογμάτων ὀρθότητα, καὶ βίον εἰσόμεθα ἠκριβωμένον. Κἂν σφόδρα σκληρός τις εἴη, καὶ ἀπηνὴς, καὶ χαῦνος, κἂν μηδὲν κερδαίνῃ ἐν τοῖς ἄλλοις χρόνοις, τὸν χρόνον γοῦν καρπώσεται τοῦτον, καὶ λήψεταί τινα ὠφέλειαν, εἰ καὶ μὴ τοσαύτην, ὡς αἴσθησιν ἔχειν, ἀλλ' ὅμως λήψεται. Εἰ γὰρ μυρεψεῖόν τις παριὼν καὶ προσκαθήμενος ἐργαστηρίοις τοιούτοις, καὶ ἄκων ἀναχρώννυται ἐκ τῆς εὐωδίας· πολλῷ μᾶλλον εἰς ἐκκλησίαν ἀπιών. Ὥσπερ γὰρ ἐξ ἀργίας ἀργία τίκτεται· οὕτω καὶ ἐκ τῆς ἐνεργείας προθυμία γεννᾶται. Κἂν μυρίων ᾖς γέμων κακῶν, κἂν ἀκάθαρτος, μὴ φύγῃς τὴν ἐνταῦθα διατριβήν. Τί οὖν, φησὶν, ὅτι ἀκούων οὐ ποιῶ; Οὐ μικρὸν τὸ κέρδος ταλανίζειν ἑαυτόν· οὐκ ἄχρηστος οὗτος ὁ φόβος· οὐκ ἄκαιρον τοῦτο τὸ δέος. Ἐὰν στενάξῃς μόνον, ὅτι ἀκούων οὐ ποιῶ, πάντως καὶ ἐπὶ τὸ ποιεῖν ἥξεις ποτέ. Οὐ γὰρ ἔνεστι τῷ Θεῷ διαλεγόμενον, καὶ ἀκούοντα Θεοῦ διαλεγομένου, μὴ κερδαίνειν. Εὐθέως γοῦν συστελλόμεθα, καὶ τὰς χεῖρας νιπτόμεθα, ὅταν βιβλίον βουλώμεθα λαβεῖν. Ὁρᾷς καὶ πρὸ τῆς ἀναγνώσεως πόση εὐλάβεια; Ἂν δὴ καὶ μετὰ ἀκριβείας ἐπέλθωμεν, πολλὴν καρπωσόμεθα τὴν ὠφέλειαν. Οὐ γὰρ ἂν, εἰ μὴ ἐν εὐλαβείᾳ καθίστη τὴν ψυχὴν, τὰς χεῖρας ἂν ἀπενιψάμεθα· καὶ γυνὴ, κἂν ἀκατακάλυπτος ᾖ, περιτίθεται εὐθέως τὸ φάρος, τῆς ἔνδοθεν εὐλαβείας τὸ δεῖγμα ἐνδεικνυμένη· καὶ ἀνὴρ, ἐὰν κατακεκαλυμμένος ᾖ, γυμνοῖ τὴν κεφαλήν. Ὁρᾷς πῶς κήρυξ γίνεται τῆς ἔνδον εὐλαβείας τὸ ἔξωθεν σχῆμα; Εἶτα καὶ εἰς ἀκρόασιν καθίσας, ἐστέναξε πολλάκις καὶ κατέγνω τοῦ βίου τοῦ παρόντος. Προσέχωμεν τοίνυν ταῖς Γραφαῖς, ἀγαπητοί· καὶ εἰ μηδὲν ἕτερον, τὰ γοῦν εὐαγγέλια περισπούδαστα ἡμῖν γινέσθω, καὶ ταῦτα μεταχειριζώμεθα. Εὐθέως γὰρ, ἀναπτύξας τὸ βιβλίον, τοῦ Χριστοῦ τὸ ὄνομα ὄψει ἐγκείμενον, καὶ ἀκούσῃ εὐθέως λέγοντος· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἦν οὕτω. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ὁ δὲ ταῦτα ἀκούων, ἐπιθυμήσει παρθενίας εὐθέως, θαυμάζεται τὸν τόκον, ἀπαλλαγήσεται τῆς γῆς. Οὐ μικρὰ καὶ ταῦτα, ὅταν ἴδῃς καὶ Πνεύματος καταξιουμένην τὴν παρθένον, καὶ ἄγγελον αὐτῇ διαλεγόμενον. Καὶ ταῦτα μὲν ἐξ ἐπιπολῆς· εἰ δὲ ἐπιμείνῃς μέχρι τέλους ἐπιὼν, πάντα εὐθέως διαπτύσεις τὰ βιωτικὰ, πάντων καταγελάσῃ τῶν ἐνταῦθα· κἂν πλούσιος ᾖς, οὐδὲν ἡγήσῃ τὸν πλοῦτον, ἀκούσας ὅτι τέκτονος οὖσα ἐκείνη καὶ ταπεινῆς οἰκίας, μήτηρ τοῦ Δεσπότου σου γέγονε· κἂν πένης ᾖς, οὐκ ἐπαισχυνθήσῃ τὴν πενίαν, μαθὼν ὅτι τὴν εὐτελεστάτην οἰκίαν οὐκ ἐπῃσχύνθη ὁ τοῦ κόσμου Δημιουργός. Ταῦτα ἐννοῶν, οὐχ ἁρπάσεις, οὐ πλεονεκτήσεις, οὐ λήψῃ τὰ τῶν ἑτέρων σύ· ἀλλ' ἐραστὴς ἔσῃ μᾶλλον πενίας, καὶ ὑπερόψει τὸν πλοῦτον. Ἂν δὲ τοῦτο γένηται, πάντα ἐξοριεῖς τὰ κακά. Πάλιν ὅταν ἴδῃς αὐτὸν ἐπὶ φάτνης κείμενον, οὐ σπουδάσεις τῷ παιδίῳ σου περιθεῖναι κόσμον χρυσοῦν, οὐδὲ τῇ γυναικὶ ἀργυρένδετον ποιῆσαι κλίνην. Ταῦτα δὲ μὴ σπουδάζων, οὐδὲ τὰς ἐκ τούτων ἐργάσῃ πλεονεξίας καὶ ἁρπαγάς. Πολλὰ καὶ ἕτερα ἔστι κερδᾶναι, ἅπερ οὐκ ἔνεστι νῦν κατὰ μέρος λέγειν· εἴσονται δὲ οἱ πεῖραν εἰληφότες. Διὸ παρακαλῶ καὶ κτᾶσθαι βιβλία, καὶ μετὰ τῶν βιβλίων τὰ νοήματα κατέχειν, καὶ ταῖς διανοίαις ἐγγράφειν. Οἱ μὲν γὰρ Ἰουδαῖοι, ἐπειδὴ οὐ προσεῖχον, τῶν χειρῶν ἐκελεύοντο τὰ βιβλία ἐξαρτᾷν· ἡμεῖς δὲ οὔτε ἐν χερσὶν, ἀλλ' ἐν οἰκίᾳ τίθεμεν, δέον ἐντυποῦν τῇ καρδίᾳ. Οὕτω γὰρ τὸν παρόντα ἐκκαθαίροντες βίον, τευξόμεθα τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.