Ancient Greek · ~20 min
Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶπεν· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-55
Not analysed yet
Ὅρα πῶς ἀληθής ἐστιν. Οὐκ εἶπεν, πόθεν ἐποίησε· ὃ γὰρ οὐκ οἶδεν, οὐ λέγει. Οὐδὲ γὰρ εἶδεν ὅτι χαμαὶ ἔπτυσεν· ὅτι δὲ ἐπέχρισε, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἀφῆς. Καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. Καὶ τοῦτο ἡ ἀκοὴ ἐμαρτύρησε. Καὶ πόθεν ἐπεγίνωσκεν αὐτοῦ τὴν φωνήν; Ἀπὸ τῆς διαλέξεως τῆς πρὸς τοὺς μαθητάς. Καὶ ταῦτα λέγων ἅπαντα, καὶ τὴν διὰ τῶν ἔργων μαρτυρίαν λαβὼν, τὸν τρόπον εἰπεῖν οὐ δύναται. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν καὶ ψηλαφωμένων πίστεως δεῖ, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀοράτων. Λέγουσιν αὐτῷ· Ποῦ ἔστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα. Ἔλεγον δὲ τοῦτο, τὸ, Ποῦ ἔστιν ἐκεῖνος; φονῶντες ἤδη κατ' αὐτοῦ Θέα δὲ τοῦ Χριστοῦ τὸ ἀκόμπαστον, πῶς οὐ παρῆν τοῖς θεραπευομένοις. Οὐ γὰρ δόξαν καρπώσασθαι ἐβούλετο, οὐδὲ ὀχλαγωγεῖν, οὐδὲ ἐπιδείκνυσθαι. Ὅρα πῶς ἅπαντα φιλαλήθως ἀποκρίνεται ὁ τυφλός. Ἐβούλοντο μὲν οὖν τὸν Χριστὸν εὑρεῖν, ὥστε αὐτὸν ἀγαγεῖν πρὸς τοὺς ἱερεῖς· ἐπειδὴ δὲ οὐκ ἐπέτυχον, ἄγουσι τὸν τυφλὸν πρὸς τοὺς Φαρισαίους, ὡς σφοδρότερον ἐρωτήσοντας. Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται ὅτι σάββατον ἦν, ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, καὶ τὴν αἰτίαν, δι' ἣν ἐζήτουν, ὡς λαβὴν δῆθεν εὑρίσκοντες, καὶ δυνάμενοι τὸ θαῦμα διαβαλεῖν, διὰ τῆς δοκούσης εἶναι τοῦ νόμου παραβάσεως. Καὶ τοῦτο δῆλον ἐκ τοῦ εὐθέως ἰδόντας αὐτὸν μηδὲν ἄλλο εἰπεῖν, ἀλλ' ἢ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Καὶ ὅρα πῶς λέγουσιν. Οὐ γὰρ εἶπον, Πῶς ἀνέβλεψας; ἀλλὰ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; διδόντες αὐτῷ πρόφασιν τοῦ διαβαλεῖν αὐτὸν ἐπ' ἐργασίᾳ. Ὁ δὲ ὡς πρὸς ἀκηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα εἰπὼν, οὔτε, ὅτι Εἶπέ μοι, Ὕπαγε, νίψαι, εὐθέως φησί· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Ὡς πολλῆς ἤδη γεγενημένης διαβολῆς, κἀκείνων εἰρηκότων, Ἴδε ὁ Ἰησοῦς οἷς ἐργάζεται ἐν σαββάτῳ, πηλὸν χρίει. Σὺ δέ μοι σκόπει, πῶς οὐ ταράττεται ὁ τυφλός. Ὅτε μὲν γὰρ ἐπ' ἐκείνων ἔλεγεν ἀκινδύνως ἐρωτώμενος, οὐχ οὕτω μέγα ἦν τὸ τὴν ἀλήθειαν εἰπεῖν· τὸ δὲ θαυμαστόν ἐστι νῦν, ὅτι καὶ ἐν πλείονι φόβῳ καταστὰς, οὔτε ἀρνεῖται, οὔτε ἐναντία λέγει τοῖς προτέροις. Τί οὖν οἱ Φαρισαῖοι; μᾶλλον δὲ καὶ οἱ ἄλλοι; Ἤγαγον μὲν αὐτὸν ὡς ἀρνησόμενον· τοὐναντίον δὲ ἔπαθον ὅπερ οὐκ ἐβούλοντο, καὶ ἀκριβέστερον ἔμαθον. Καὶ τοῦτο πανταχοῦ τῶν σημείων ὑπομένουσι· μᾶλλον δὲ ἐν τοῖς ἑξῆς τοῦτο σαφέστερον ἀποδείξομεν. Τί οὖν οἱ Φαρισαῖοι; Ἔλεγόν τινες, οὐ πάντες, ἀλλ' οἱ ἰταμώτεροι· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Ὁρᾷς ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο; Οἱ γὰρ πρὸ τούτου πέμψαντες, ὥστε ἀγαγεῖν αὐτὸν, ἄκουσον τί λέγουσι νῦν, εἰ καὶ μὴ πάντες. Καὶ γὰρ ἄρχοντες ὄντες ὑπὸ τῆς φιλοδοξίας εἰς ἀπιστίαν ἔπιπτον. Ὅμως δὲ καὶ τῶν ἀρχόντων οἱ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· οὐχ ὡμολόγουν δέ. Ὁ μὲν οὖν πολὺς λαὸς εὐκαταφρόνητος ἦν, ἅτε μηδὲ μέγα συντελῶν εἰς τὴν συναγωγὴν αὐτῶν· οἱ δὲ ἄρχοντες μᾶλλον περίβλεπτοι ὄντες, δυσκολώτερον ἐπαῤῥησιάζοντο. Τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ ὁ παρὰ τῶν πολλῶν φόβος. Διὸ καὶ ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; Καὶ αὐτοὶ μὲν φονεύειν ζητοῦντες ἀδίκως, τοῦ Θεοῦ ἔλεγον εἶναι· τὸν δὲ τυφλοὺς θεραπεύοντα οὐ δύνασθαι εἶναι ἐκ τοῦ Θεοῦ, διὰ τὸ σάββατον μὴ τηρεῖν. Πρὸς ταῦτα ἀντέθηκαν οὗτοι, ὅτι ἁμαρτωλὸς τοιαῦτα σημεῖα οὐ δύναται ποιεῖν. Ἐκεῖνοι μὲν οὖν κακούργως τὸ γεγονὸς σιγῶντες, τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἔφερον. Οὐ γὰρ ἔλεγον, ὅτι ἐν τῷ σαββάτῳ θεραπεύει, ἀλλ' ὅτι Τὸ σάββατον οὐ τηρεῖ· οὗτοι δὲ πάλιν ἀσθενῶς. Δέον γὰρ ἐπιδεῖξαι πῶς τὸ σάββατον οὐ λύεται, ἀπὸ τῶν σημείων ἰσχυρίζονται μόνον· καὶ εἰκότως. Ἔτι γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζον εἶναι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, καὶ ἑτέρως εἶχον ἀπολογήσασθαι, ὅτι τοῦ σαββάτου κύριος ἦν, καὶ αὐτὸς αὐτὸ πεποίηκεν· ἀλλ' οὐδέπω ταύτην εἶχον τὴν γνώμην. Οὐδεὶς μέντοι αὐτῶν ἐτόλμα ἅπερ ἐβούλετο φανερῶς εἰπεῖν, οὐδὲ ἐν ἀποφάσει, ἀλλ' ἐν ἀμφισβητήσει, οἱ μὲν διὰ τὸ ἀπαῤῥησίαστον, οἱ δὲ διὰ φιλαρχίαν. Σχίσμα οὖν ἦν ἐν αὐτοῖς. Τοῦτο τὸ σχίσμα πρῶτον ἤρξατο ἐν τῷ λαῷ· εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσι. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, ἄλλοι δὲ, Οὐχὶ, ἀλλ' ἀπατᾷ τὸν ὄχλον. Ὁρᾷς πῶς ἀσυνετώτεροι τῶν πολλῶν οἱ ἄρχοντες σχισθέντες ὕστερον; Ἀλλὰ μετὰ τὸ σχισθῆναι πάλιν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὁρῶντες τοὺς Φαρισαίους ἐπικειμένους. Ὡς εἴ γε τέλεον ἀπεσχίσθησαν, ταχέως ἂν τὴν ἀλήθειαν ἐπέγνωσαν. Ἔστι γὰρ σχισθῆναι καλῶς. Διὸ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Ἔστι γὰρ καὶ κακὴ ὁμόνοια, ἔστι καὶ καλὴ διαφωνία. Καὶ γὰρ οἱ τὸν πύργον οἰκοδομοῦντες, ὡμονόησαν ἐπὶ κακῷ τῷ ἑαυτῶν· καὶ οἱ αὐτοὶ οὗτοι πάλιν, ἄκοντες μὲν, ἐπὶ συμφέροντι δὲ ὅμως ἐσχίσθησαν. Καὶ οἱ περὶ Κορὲ δὲ κακῶς ὡμονόησαν, διὰ τοῦτο καλῶς ἐσχίσθησαν καὶ Ἰούδας ὡμονόησε μετὰ τῶν Ἰουδαίων κακῶς. Ἔστιν οὖν σχισθῆναι καλῶς, καὶ ἔστιν ὁμονοῆσαι κακῶς. Διὰ τοῦτό φησιν· Ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν· ἐὰν ὁ ποῦς σου, ἔκτεμε αὐτόν. Εἰ δὲ ἀπὸ μέλους ἀποσχίζεσθαι χρὴ κακῶς συνημμένου, οὐ πολλῷ μᾶλλον ἀπὸ φίλων κακῶς ἡνωμένων ἡμῖν; Ὥστε οὐ πανταχοῦ ὁμόνοια καλὸν, ὥσπερ οὖν οὐδὲ πανταχοῦ ἡ διάστασις κακόν.