Ancient Greek · ~12 min
Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶπεν· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-46
Not analysed yet
Ταῦτα λέγω, ἵνα φεύγωμεν πονηροὺς, καὶ διώκωμεν ἀγαθούς. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα· καὶ ποιοῦμεν τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι βουλόμενοι· πόσῳ μᾶλλον ἐπὶ τῶν συνόντων ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι, πάντα ποιεῖν χρή· εἰ δὲ κἀκεῖνοι μένοιεν ἀδιόρθωτοι, καὶ ἡμᾶς παραβλάπτοιεν, ἐκκόπτειν αὐτοὺς καὶ ῥίπτειν ἀναγκαῖον. Πολλάκις γὰρ οὕτω κερδανοῦσι μᾶλλον. Διὸ καὶ Παῦλος οὕτω παρῄνει λέγων· Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ, Ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Δεινὸν γὰρ, δεινὸν συνουσία πονηρῶν. Οὐχ οὕτω ταχέως λοιμὸς ἅπτεται, καὶ ψώρα διαφθείρει τοὺς ἀναχρωννυμένους, τοὺς τῷ νοσήματι κατεχομένους, ὡς ἡ τῶν πονηρῶν κακία ἀνδρῶν. Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί. Καὶ ὁ προφήτης πάλιν, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε. Μηδεὶς τοίνυν φαῦλον ἐχέτω φίλον. Εἰ γὰρ υἱοὺς φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐκ αἰδούμεθα τὴν φύσιν, οὐδὲ τοὺς ταύτης νόμους, οὐδὲ τὴν ἐξ αὐτῆς ἀνάγκην· πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ, πονηροὺς ὄντας. Κἂν γὰρ μηδεμίαν παρ' αὐτῶν δεξώμεθα βλάβην, τὴν γοῦν πονηρὰν δόξαν διαφυγεῖν οὐκ ἰσχύσομεν. Οἱ γὰρ ἔξωθεν οὐ τὸν βίον ἐρευνῶσιν, ἀλλ' ἀπὸ τῶν συνόντων ἡμᾶς κρίνουσι. Ταῦτα καὶ γυναιξὶ καὶ παρθένοις παρεγγυῶ. Προνοούμενοι γὰρ, φησὶ, καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Πάντα τοίνυν πράττωμεν, ὥστε μὴ σκανδαλισθῆναι τὸν πλησίον. Βίος γὰρ κἂν σφόδρα ὀρθὸς ᾖ, σκάνδαλον ἑτέροις παρέχων, τὸ πᾶν ἀπώλεσε. Καὶ πῶς ἔνι τὸν ὀρθὸν βίον σκανδαλίσαι; Ὅταν ἡ συνουσία τῶν οὐκ ὀρθῶν πονηρὰν αὐτῷ περιθῇ δόξαν. Ἐπειδὰν γὰρ θαῤῥοῦντες ἑαυτοῖς συνῶμεν τοῖς πονηροῖς, κἂν αὐτοὶ μὴ βλαβῶμεν, ἑτέρους ἐσκανδαλίσαμεν. Ταῦτα καὶ ἀνδράσι καὶ γυναιξὶ λέγω καὶ παρθένοις, καταλιμπάνων αὐτῶν τῷ συνειδότι μετὰ ἀκριβείας εἰδέναι πόσα ἐντεῦθεν τίκτεται κακά. Ἐγὼ μὲν γὰρ οὐδὲν ὑποπτεύω πονηρὸν, οὐδὲ ἄλλος τις ἴσως τῶν τελειοτέρων· ὁ δὲ ἀφελέστερος ἀδελφὸς ἐπὶ τῇ σῇ παραβλάπτεται τελειότητι. Δεῖ δὲ καὶ τῆς ἀσθενείας τῆς ἐκείνου προνοεῖν. Κἂν οὗτος μὴ βλαβῇ, ἀλλ' ὁ Ἕλλην παραβλάπτεται. Ὁ δὲ Παῦλος ἐκέλευσεν ἀπροσκόπους εἶναι, καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Ἐγὼ πονηρὸν οὐδὲν ὑποπτεύω περὶ τῆς παρθένου (ἀγαπῶ γὰρ τὴν παρθενίαν· Ἡ δὲ ἀγάπη οὐ λογίζεται τὸ κακόν)· ἐγὼ σφόδρα ἐραστής εἰμι τῆς πολιτείας ταύτης, καὶ οὐδὲ λογίσασθαί τι δύναμαι ἄτοπον. Πῶς τοὺς ἔξω πείσομεν; δεῖ γὰρ κἀκείνων ποιεῖσθαι πρόνοιαν. Οὕτω τοίνυν τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, ἵνα μηδὲ τῶν ἀπίστων τις ἔχῃ καθ' ἡμῶν δικαίαν εὑρεῖν λαβήν. Ὥσπερ γὰρ οἱ βίον ὀρθὸν ἐπιδεικνύμενοι δοξάζουσι τὸν Θεὸν οὕτως οἱ τὸν ἐναντίον, βλασφημηθῆναι παρασκευάζουσιν. Ἀλλὰ μὴ γένοιτό τινας τοιούτους εἶναι παρ' ἡμῖν, ἀλλ' οὕτω λάμψαι τὰ ἔργα ἡμῶν, ὥστε δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ τῆς παρ' αὐτοῦ δόξης ἡμᾶς ἀπολαῦσαι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.