Ancient Greek · ~19 min
Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν, Ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-56
Not analysed yet
Τριῶν τοίνυν ἐρωτήσεων γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι. Καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθεραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα, ταῦτα ὁμολογεῖν. Πῶς γὰρ ἂν ἐχαρίσαντο οἱ γονεῖς, οἱ καὶ ὧν ᾔδεσάν τινα σιγήσαντες διὰ τὸν φόβον τῶν Ἰουδαίων; Τί γάρ φασιν; Ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, ἡμεῖς οἴδαμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λόγον λαλήσει. Ἀξιόπιστον αὐτὸν ποιήσαντες, οὕτω παρῃτήσαντο· Οὐκ ἔστι παιδίον, φησὶν, οὐδὲ ἀτελὴς, ἀλλ' ἱκανὸν ἑαυτῷ μαρτυρῆσαι. Ταῦτα δὲ εἶπον διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὅρα πῶς πάλιν τὴν δόξαν αὐτῶν ὁ εὐαγγελιστὴς καὶ τὴν γνώμην εἰς μέσον ἄγει. Ταῦτα λέγω, διὰ τὸ ῥῆμα ἐκεῖνο, ὃ ἔμπροσθεν ἔλεγον, εἰπόντες, ὅτι Ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ· ὅτι εἰ καὶ ἐκεῖνο τῆς γνώμης ἦν τῶν Ἰουδαίων, ἀλλὰ μὴ τῆς κρίσεως τοῦ Χριστοῦ, προσέθηκεν ἂν καὶ εἶπεν, ὅτι γνώμη ἦν Ἰουδαϊκή. Ἐπεὶ οὖν παρέπεμψαν αὐτοὺς πρὸς τὸν τεθεραπευμένον, πάλιν ἐφώνησαν ἐκ δευτέρου. Καὶ φανερῶς μὲν καὶ ἀναισχύντως οὐ λέγουσιν· Ἄρνησαι ὅτι ὁ Χριστὸς ἐθεράπευσε· προσχήματι δὲ εὐλαβείας τοῦτο κατασκευάσαι βούλονται. Δὸς γὰρ, φησὶ, δόξαν τῷ Θεῷ. Τοῖς μὲν γὰρ γονεῦσιν εἰπεῖν, Ἀρνήσασθε ὅτι υἱὸς ὑμῶν ἐστι, καὶ ὅτι τυφλὸν ἐγεννήσατε, σφόδρα ἐδόκει καταγέλαστον εἶναι· αὐτῷ δὲ πάλιν εἰπεῖν τοῦτο, φανερὰ ἦν ἀναισχυντία. Διὰ τοῦτο μὲν οὐ λέγουσιν, ἑτέρως δὲ αὐτὸ μεθοδεύουσι, Δὸς δόξαν τῷ Θεῷ, λέγοντες· τουτέστιν, Ὁμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστι. Πῶς οὖν αὐτὸν οὐκ ἠλέγξατε λέγοντα· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; πόθεν δὲ ἴστε ὅτι ἁμαρτωλός ἐστι; Εἰπόντων δὲ αὐτῶν, Δὸς δόξαν τῷ Θεῷ, καὶ τούτου μηδὲν εἰπόντος, ἀπαντήσας ὁ Χριστὸς, ἐπῄνεσε καὶ οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπε, Διατί οὐκ ἔδωκας δόξαν τῷ Θεῷ; ἀλλὰ τί; Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι δοῦναι δόξαν τῷ Θεῷ. Εἰ δὲ οὐκ ἦν ἰσότιμος τῷ Πατρὶ, αὕτη δόξα οὐκ ἂν ἦν. Ἀλλ' ἐπειδὴ ὁ τιμῶν τὸν Υἱὸν αὐτός ἐστιν ὁ τιμῶν τὸν Πατέρα, εἰκότως οὐκ ἐπιτιμᾶται ὁ τυφλός. Ὅτε μὲν οὖν προσεδόκων τοὺς γονεῖς ἀνανεύειν καὶ ἀρνεῖσθαι, οὐδὲν αὐτῷ ἔλεγον· ἐπειδὴ δὲ εἶδον οὐδὲν πλέον αὐτοῖς γεγενημένον ἐκ τούτου, ἐπὶ τοῦτον ἔρχονται πάλιν, λέγοντες, ὅτι Ἁμαρτωλός ἐστιν οὗτος. Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω. Ἆρα μὴ ἐφοβήθη ὁ τυφλός; Μὴ γένοιτο. Καὶ πῶς ὁ εἰπὼν, ὅτι Προφήτης ἐστὶ, λέγει, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; Οὐχ οὕτως ἔχων, οὐδὲ τοῦτο πεπεικὼς ἑαυτὸν, ἀλλὰ βουλόμενος ἀπὸ τῆς τοῦ πράγματος μαρτυρίας, ἀλλ' οὐκ ἀπὸ τῆς αὐτοῦ φωνῆς ἀπαλλάξαι τῶν ἐγκλημάτων αὐτὸν, καὶ ἀξιόπιστον ποιῆσαι τὴν ἀπολογίαν, τῆς ἀπὸ τῆς εὐεργεσίας μαρτυρίας καταψηφιζομένης αὐτῶν. Εἰ γὰρ μετὰ πλείονας λόγους εἰπόντος αὐτοῦ, ὅτι Εἰ μὴ οὗτος ἦν θεοσεβὴς, οὐκ ἠδύνατο τοιαῦτα σημεῖα ποιεῖν, οὕτως ἠγανάκτουν ὡς εἰπεῖν, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; εἰ ἐξ ἀρχῆς τοῦτο εἶπεν, τί οὐκ ἂν ἔπραξαν; τί δὲ οὐκ εἶπαν; Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; ὡσανεὶ ἔλεγεν· Οὐδὲν ὑπὲρ τοῦτον λέγω νῦν, οὐδὲ ἀποφαίνομαι τέως· ἐκεῖνο μέντοι οἶδα σαφῶς καὶ διισχυρισαίμην ἂν, ὅτι ἁμαρτωλὸς ὢν, οὐκ ἂν τοιαῦτα ἐποίησε. Διὰ τοῦτο καὶ ἀνύποπτον ἐποίησεν ἑαυτὸν, καὶ τὴν μαρτυρίαν ἀδέκαστον, ὡς οὐκ ἔτι χαριζόμενος, ἀλλ' ἀπὸ τοῦ πράγματος μαρτυρῶν. Ἐπεὶ οὖν οὐκ ἴσχυσαν ἀνατρέψαι οὐδὲ ἀνελεῖν τὸ γεγονὸς, πάλιν ἐπὶ τὸ πρότερον ἔρχονται, τὸν τρόπον τῆς θεραπείας περιεργαζόμενοι, καθάπερ τινὲς θήραν ἀσφαλῶς προκειμένην πάντοθεν διερευνώμενοι, καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ περιτρέχοντες. Καὶ ἐπὶ τοὺς προτέρους ἔρχονται λόγους, ἵνα πάλιν σαθροὺς αὐτοὺς ποιήσωσι τῷ συνεχῶς ἐρωτᾷν, καὶ λέγουσι· Τί ἐποίησέ σοι; πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Τί οὖν ἐκεῖνος; Νικήσας αὐτοὺς καὶ καταβαλὼν, οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται. Ἕως μὲν γὰρ τὸ πρᾶγμα ἐξετάσεως ἐδεῖτο καὶ ἐλέγχων, παρείχετο τὴν ἀπόδειξιν ὑπεσταλμένως φθεγγόμενος· ἐπειδὴ δὲ εἷλε καὶ ἐνίκησε νίκην λαμπρὰν, θαῤῥῶν ἐπεμβαίνει αὐτοῖς λοιπόν. Καὶ τί φησιν; Εἶπον ὑμῖν ἅπαξ, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Εἶδες παῤῥησίαν ἐπαίτου πρὸς ἄνδρας γραμματεῖς καὶ Φαρισαίους; Οὕτως ἰσχυρὸν ἡ ἀλήθεια, οὕτως ἀσθενὲς τὸ ψεῦδος. Ἐκείνη μὲν γὰρ, κἂν τῶν τυχόντων ἐπιλάβηται, λαμπροὺς αὐτοὺς ἀποφαίνει· τοῦτο δὲ, κἂν μετὰ τῶν ἰσχυρῶν ᾖ, ἀσθενεῖς αὐτοὺς δείκνυσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Οὐ προσέχετε τοῖς λεγομένοις· διὰ τοῦτο οὐκ ἔτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν, ἐρωτῶσιν εἰκῆ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ' ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπηρεάσαι. Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τέως ἑαυτὸν εἰς τὸν τῶν μαθητῶν ἐγκατέταξε χορόν. Τὸ γὰρ Μὴ καὶ ὑμεῖς, δεικνύντος ἑαυτόν ἐστι μαθητὴν ὄντα. Εἶτα αὐτοὺς ἐκωμῴδησε καὶ διέπληξεν ἱκανῶς.