Ancient Greek · ~16 min
Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν, Ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-47
Not analysed yet
Ἐπειδὴ γὰρ ᾔδει, ὅτι σφόδρα αὐτοὺς τοῦτο ἔπληττε, καθάψασθαι μεθ' ὑπερβολῆς αὐτῶν βουλόμενος, τοῦτο εἴρηκεν· ὅπερ ἦν ψυχῆς πεπαῤῥησιασμένης καὶ ἀνεπτερωμένης καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας, καὶ δεικνυούσης αὐτοῦ μέγα τὸ ἀξίωμα, ἐφ' ᾧ σφόδρα ἐθάῤῥει, καὶ δηλούσης ὡς ἐκεῖνοι θαυμαστὸν ὄντα αὐτὸν ὕβριζον, αὐτὸς δὲ οὐχ ὑβρίζετο, ἀλλ' ὅπερ ὡς ὕβριν προσέφερον, τοῦτο ὡς τιμὴν ἥρπασε. Σὺ εἶ μαθητὴς ἐκείνου, φησίν· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τοῦτο. Ὑμεῖς γὰρ οὔτε Μωϋσέως, οὔτε τούτου. Εἰ γὰρ ἦτε Μωϋσέως, καὶ τούτου ἂν ἐγένεσθε. Διὰ τοῦτο ἄνωθεν ἔλεγεν αὐτοῖς ὁ Χριστός· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· ἐπειδὴ εἰς τούτους ἀεὶ τοὺς λόγους κατέφευγον. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός. Τίνος εἰπόντος; τίνος ἀπαγγείλαντος; Τῶν προγόνων, φησὶ, τῶν ἡμετέρων. Εἶτα, τῶν προγόνων, φησὶ, τῶν ὑμετέρων οὐκ ἔστιν ἀξιοπιστότερος ὁ διὰ τῶν σημείων τοῦτο διαβεβαιούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνωθεν φθέγγεται; Καὶ οὐκ εἶπαν· Ἡμεῖς ἠκούσαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, ἀλλ' ὅτι Οἴδαμεν. Τὰ ἐξ ἀκοῆς ὑμεῖς, ὦ Ἰουδαῖοι, ὡς εἰδότες διισχυρίζεσθε· τὰ δὲ ἀπὸ τῆς ὄψεως, ἀκοῆς ἐλάττονα εἶναι νομίζετε; Καὶ μὴν ἐκεῖνα μὲν οὐκ εἴδετε, ἀλλ' ἠκούσατε· ταῦτα δὲ οὐκ ἠκούσατε, ἀλλ' εἴδετε. Τί οὖν ὁ τυφλός; Ἐν τούτῳ γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ τοιαῦτα σημεῖα ποιεῖ· ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ' ὑμῖν ὢν, οὐδὲ τῶν περιφανῶν, οὐδὲ τῶν δεδοξασμένων, τοιαῦτα δύναται· ὡς εἶναι πάντοθεν δῆλον, ὅτι Θεός ἐστιν, οὐδεμιᾶς ἀνθρωπίνης δεόμενος βοηθείας. Οἴδαμεν δὲ ὅτι Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει. Ἐπειδὴ γὰρ προλαβόντες εἶπον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Ἡ δόξα, φησὶν, αὕτη καὶ ἐμοῦ καὶ ὑμῶν κοινή· ταύτῃ τοίνυν ἐμμείνατε. Καὶ θέα μοι τὴν σύνεσιν· Πανταχοῦ τὸ σημεῖον περιστρέφει, ἐπειδὴ τοῦτο ἑλεῖν οὐκ εἶχον, καὶ ἀπ' αὐτοῦ συλλογίζεται. Ὁρᾷς ὅτι καὶ ὃ ἐξ ἀρχῆς ἔλεγεν, ὅτι Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα, οὐχὶ ἀμφιβάλλων· μὴ γένοιτο· ἀλλ' εἰδὼς ὅτι οὐχ ἁμαρτωλός ἐστιν; Νῦν γοῦν ὅτε καιρὸν ἔσχεν, ὅρα πῶς ἀπελογήσατο. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Ἐνταῦθα γὰρ οὐχὶ μόνον ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα. Ἐπειδὴ γὰρ ἐκεῖνοι θεοσεβεῖς ἔλεγον ἑαυτοὺς, προσέθηκε, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Οὐκ ἀρκεῖ γὰρ τοῦτο, φησὶν, τὸ ἐπιγινώσκειν τὸν Θεὸν, ἀλλὰ καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν. Εἶτα ἐπαίρει τὸ γεγονὸς, λέγων, Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ τοίνυν ὁμολογεῖτε, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον οὐδεὶς ἄνθρωπος ἐποίησεν, εὔδηλον ὅτι πάντα ἐνίκησεν ἀρετῇ, καὶ μείζων αὐτοῦ ἐστιν ἢ κατὰ ἄνθρωπον ἡ δύναμις. Τί οὖν ἐκεῖνοι; Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς· Ἕως μὲν γὰρ αὐτὸν προσεδόκων ἀρνεῖσθαι, καὶ ἀξιόπιστον εἶναι ἐνόμιζον, καὶ ἅπαξ καὶ δεύτερον καλοῦντες αὐτόν. Εἰ δὲ μὴ ἐνομίζετε ἀξιόπιστον, εἴποιμ' ἂν πρὸς αὐτοὺς, Τίνος ἕνεκεν ἐκαλεῖτε καὶ δεύτερον ἠρωτᾶτε; Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, ὅτε μάλιστα αὐτὸν θαυμάσαι ἐχρῆν, τότε αὐτὸν καταδικάζουσι. Τί δέ ἐστιν, Ἐν ἁμαρτίαις ἐγεννήθης ὅλος; Ἐνταῦθα αὐτοῦ καὶ τὴν τύφλωσιν ὀνειδίζουσιν ἀφειδῶς· ὡσανεὶ ἔλεγον, Ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχεν. Ἐν τούτῳ γοῦν αὐτὸν παραμυθούμενος ὁ Χριστὸς ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; μὴ γὰρ οἰκείαν γνώμην ἐξέθετο; οὐχὶ κοινὴν κρίσιν ἐξήτασε, λέγων· Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει; οὐχὶ τὰ παρ' ὑμῶν λεχθέντα εἰς μέσον ἤγαγε; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Εἶδες τὸν κήρυκα τῆς ἀληθείας, πῶς ἡ πενία τῆς φιλοσοφίας οὐκ ἐγένετο κώλυμα; Ὁρᾷς ὅσα ἤκουσεν ἐκ προοιμίων, καὶ ὅσα ἔπαθεν; καὶ διὰ λόγων καὶ διὰ ἔργων πῶς ἐμαρτύρησε;