Ancient Greek · ~13 min
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-60
Not analysed yet
Ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο. τότε λέγει, Ἀπέθανε. Τὸ μὲν οὖν πρότερον, τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος, ἔλεγεν· ἐπειδὴ δὲ οὐ συνῆκαν, ἐπάγει· Ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς. Τί δήποτε, Δι' ὑμᾶς; Ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, καὶ ὅτι ἐπειδὰν ἀναστήσω, οὐδεμία ἔσται ὑποψία. Ὁρᾷς πῶς ἔτι ἀτελέστερον διέκειντο οἱ μαθηταὶ, καὶ οὐκ ᾔδεσαν αὐτοῦ τὴν δύναμιν ὡς ἐχρῆν; Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι, ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες. Καὶ ὅτε μὲν ἔλεγε, Κεκοίμηται, λέγει· Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· ὅτε δὲ εἶπεν, Ἀπέθανεν, οὐκέτι προσέθηκε, Πορεύομαι ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἠβούλετο τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι, τὸ ἀκενόδοξον πανταχοῦ διδάσκων ἡμᾶς, καὶ τὸ μὴ δεῖν ἁπλῶς ὑπισχνεῖσθαι. Εἰ δὲ ἐπὶ τοῦ ἑκατοντάρχου τοῦτο ἐποίησε παρακληθεὶς (εἶπε γὰρ, Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν), ἵνα δείξῃ τὴν ἐκείνου πίστιν, τοῦτο εἶπεν. Εἰ δὲ λέγοι τις, Πόθεν ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καὶ οὐδὲ ἀπὸ τούτου συνέγνωσαν θάνατον εἶναι, λέγω δὲ τοῦ εἰπεῖν, Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν; (καὶ γὰρ ἀνοίας ἦν εἴ γε προσεδόκων στάδια πέντε καὶ δέκα αὐτὸν πορεύεσθαι, ὥστε ἐξυπνίσαι·) ἐκεῖνο ἂν εἴποιμεν, ὅτι ἐνόμιζον τοῦτο αἴνιγμα εἶναι, οἷα πολλὰ διελέγετο. Πάντες μὲν οὖν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον, ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς· διὸ καὶ ἔλεγεν· Ἄγωμεν, ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν μετ' αὐτοῦ. Καί τινες μέν φασιν, ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν· οὐκ ἔστι δέ· δειλίας γὰρ μᾶλλον τὸ ῥῆμα. Ἀλλ' οὐκ ἐπετιμήθη. Διεβάσταζε γὰρ αὐτοῦ τὴν ἀσθένειαν ἔτι· ὕστερον μέντοι πάντων ἰσχυρότερος γέγονε καὶ ἄληπτος. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τὸν οὕτως ἀσθενῆ πρὸ τοῦ σταυροῦ μετὰ τὸν σταυρὸν καὶ τὸ πιστεῦσαι τῇ ἀναστάσει θερμότερον πάντων αὐτὸν ὁρῶμεν· τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Ὁ γὰρ μετὰ τοῦ Χριστοῦ εἰς Βηθανίαν μὴ τολμῶν ἀπελθεῖν, οὗτος τὸν Χριστὸν οὐχ ὁρῶν, σχεδὸν τὴν οἰκουμένην διέδραμε, καὶ ἐν μέσοις δήμοις ἐστρέφετο φονῶσι καὶ βουλομένοις αὐτὸν ἀνελεῖν. Εἰ δὲ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἐστὶ μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος; Ἔμεινε δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων καθ' ἣν καὶ ἐτελεύτησεν· εἶτα κατ' αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. Διὰ τοῦτο καὶ κληθῆναι ἀνέμεινε, καὶ οὐχὶ αὐτεπάγγελτος ἦλθεν, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Καὶ οὐδὲ αὐταὶ παρεγένοντο αἱ φιλούμεναι, ἀλλὰ ἄλλοι πέμπονται. Ἦν δὲ ἡ Βηθανία ὡς ἀπὸ σταδίων δεκαπέντε. Ἐντεῦθεν δηλοῦται ὅτι πολλοὺς ἀπὸ Ἱεροσολύμων εἰκὸς παρεῖναι. Εὐθέως γοῦν ἐπήγαγεν, ὅτι Ἰουδαίων ἦσαν πολλοὶ παραμυθούμενοι. Πόθεν παρεμυθοῦντο αὐτὰς φιλουμένας ὑπὸ τοῦ Χριστοῦ; καίτοι συνέθεντο, ἐάν τις ὁμολογήσῃ Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται; Ἢ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἢ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ, οὗτοι παρῆσαν· πολλοὶ γοῦν καὶ ἐξ αὐτῶν ἐπίστευσαν. Ταῦτα δὲ λέγει ὁ εὐαγγελιστὴς, πιστούμενος ὅτι τέθνηκε Λάζαρος. Τί δήποτε δὲ οὐ παραλαμβάνει τὴν ἀδελφὴν εἰς ἀπάντησιν ἐρχομένη τοῦ Χριστοῦ; Βούλεται κατ' ἰδίαν αὐτῷ συντυχεῖν, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι. Ἐπειδὴ δὲ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν Μαρίαν, καὶ ἀπήντησεν αὐτῷ, τοῦ πένθους ἀκμάζοντος ἔτι. Ὁρᾷς πῶς ζέον τὸ φίλτρον ἦν; Αὕτη ἐστὶ περὶ ἧς ἔλεγε· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Πῶς οὖν αὕτη θερμοτέρα ἐφαίνετο, φησίν; Οὐ θερμοτέρα αὕτη· οὐ γὰρ ἤκουσεν ἐκείνη· ἐπεὶ αὕτη ἀσθενεστέρα ἦν. Ἡ γὰρ ἀκούσασα τοσαῦτα, αὕτη φησὶ πάλιν, Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Ἐκείνη δὲ, καίτοι μηδὲν ἀκούσασα, τοιοῦτον οὐδὲν ἐφθέγξατο, ἀλλ' εὐθὺς πιστεύσασα λέγει· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἀπέθανεν.