Ancient Greek · ~16 min
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-50
Not analysed yet
Ὁρᾶτε ὅση φιλοσοφία γυναικῶν, εἰ καὶ ἀσθενὴς αὐτῶν ἡ γνώμη; Ἰδοῦσαι γὰρ τὸν Χριστὸν, οὐκ εὐθέως εἰς θρήνους, οὐδὲ εἰς κωκυτοὺς, οὐδὲ ὀλολυγμοὺς ἐκπίπτουσιν· ὅπερ πάσχομεν ἡμεῖς, ἐπειδάν τινας γνωρίμους ἐπεισιόντας ἴδωμεν τῷ πένθει· ἀλλ' εὐθέως τὸν διδάσκαλον θαυμάζουσιν. Ἐπίστευον μὲν οὖν καὶ ἀμφότεραι εἰς τὸν Χριστὸν, ἀλλ' οὐχ ὡς προσῆκεν. Οὔπω γὰρ ἀκριβῶς ἠπίσταντο, οὔτε ὅτι Θεὸς ἦν, οὔτε ὅτι οἰκείᾳ δυνάμει καὶ αὐθεντίᾳ ταῦτα ποιεῖ· ἅπερ ἀμφότερα αὐτὰς ἐδίδαξεν. Ὅτι δὲ οὐκ ᾔδεσαν, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν, Εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς ἡμῶν· καὶ ἐκ τοῦ ἐπαγαγεῖν, Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι, ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διαλεγόμεναι. Ὅρα δὲ καὶ τί φησιν ὁ Χριστός· Ἀναστήσεται ὁ ἀδελφός σου. Ἐκεῖνο τέως ἀνατρέπει τὸ, Ὅσα ἂν αἰτήσῃ. Οὐ γὰρ εἶπεν, Αἰτῶ· ἀλλὰ τί; Ἀναστήσεται ὁ ἀδελφός σου. Τὸ μὲν οὖν εἰπεῖν, Ὦ γύναι, ἔτι κάτω βλέπεις; οὐ δέομαι βοηθείας ἑτέρας, ἀπ' ἐμαυτοῦ πάντα ποιῶ, σφόδρα ἦν φορτικὰ, καὶ προσέστη ἂν τῇ γυναικί· νῦν δὲ εἰπὼν, Ἀναστήσεται, μέσον ἐποίησεν ἀναγκαίως τὸν λόγον, καὶ διὰ τῶν ἑξῆς δὲ ταῦτα ἅπερ εἶπον ᾐνίξατο. Εἰπούσης γὰρ, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, σαφέστερον δεικνὺς αὐτοῦ τὴν αὐθεντίαν, λέγει, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· δηλῶν, ὅτι οὐ δεῖται ἑτέρου βοηθοῦντος, εἴ γε αὐτός ἐστιν ἡ ζωή. Εἰ δὲ δεῖται ἑτέρου, πῶς ἂν εἴη αὐτὸς ἡ ἀνάστασις καὶ ἡ ζωή; Ἀλλ' οὕτω φανερῶς οὐκ εἶπεν, ᾐνίξατο δὲ αὐτό. Πάλιν δὲ ἐκείνης εἰπούσης, Ὅσα ἂν αἰτήσῃ, αὐτὸς πάλιν λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ χορηγὸς τῶν ἀγαθῶν, καὶ παρ' αὐτοῦ δεῖ αἰτεῖν. Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὅρα πῶς αὐτῆς ἀνάγει τὸν νοῦν. Οὐ γὰρ τοῦτο ἦν τὸ ζητούμενον μόνον, τὸ Λάζαρον ἀναστῆσαι, ἀλλ' ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας μετ' αὐτῆς τὴν ἀνάστασιν μαθεῖν. Διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως φιλοσοφεῖ διὰ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι, καὶ ἡ ζωὴ, οὐ τόπῳ περικλείεται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι. Εἰ μὲν οὖν εἶπαν ὡς ὁ ἑκατοντάρχης, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου, τοῦτο ἂν ἐποίησεν· ἐπειδὴ δὲ ἐκάλεσαν αὐτὸν πρὸς ἑαυτὰς, καὶ παραγενέσθαι ἠξίωσαν, τούτου ἕνεκεν συγκάτεισιν, ὥστε αὐτὰς ἀναστῆσαι ἀπὸ τῆς ταπεινότητος τῆς περὶ αὐτὸν, καὶ παραγίνεται κατὰ τὸν τόπον. Ὅμως καὶ συγκατιὼν δείκνυσι καὶ οὕτως, ὅτι καὶ ἀπὼν δύναται θεραπεύειν· διὰ τοῦτο δὴ καὶ βραδύνει. Οὐ γὰρ ἂν ἐφάνη ἡ χάρις εὐθέως δοθεῖσα, εἰ μὴ καὶ ἡ δυσωδία προεχώρησε. Καὶ πόθεν ᾔδει ἡ γυνὴ τὴν μέλλουσαν ἀνάστασιν; Ἤκουσε πολλὰ τοῦ Χριστοῦ περὶ ἀναστάσεως λέγοντος, ἀλλ' ὅμως ἐκείνη ἄρτι ἐπεθύμει ἰδεῖν· καὶ ὅρα πῶς κάτω στρέφεται ἔτι. Ἀκούσασα γὰρ, ὅτι Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ, οὐδὲ οὕτως εἶπεν, Ἀνάστησον αὐτόν· ἀλλὰ τί; Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτήν; Πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται (τοῦτον τὸν θάνατον λέγων)· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ· τὸν θάνατον ἐκεῖνον δηλῶν. Ἐπεὶ οὖν ἐγώ εἰμι ἡ ἀνάστασις, μὴ θορυβηθῇς εἰ καὶ τέθνηκεν ἤδη, ἀλλὰ πίστευε. Οὐ γάρ ἐστι τοῦτο θάνατος. Τέως αὐτὴν ἐπὶ τῷ συμβεβηκότι παρεμυθήσατο, καὶ ἐλπίδας ὑπέφηνε, καὶ τῷ εἰπεῖν, ὅτι Ἀναστήσεται, καὶ τῷ εἰπεῖν, Ἐγώ εἰμι ἡ ἀνάστασις· καὶ ὅτι ἀναστὰς, κἂν πάλιν ἀποθάνῃ, οὐδὲν πείσεται. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε. Πιστεύεις τοῦτο; Λέγει ἐκείνη· Πιστεύω ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Δοκεῖ μοι μὴ συνιέναι τὸ γύναιον τὸ λεχθέν. Ἀλλ' ὅτι μὲν μέγα τι ἦν, συνεῖδεν· οὐ μὴν κατενόησε τὸ πᾶν. Διὰ τοῦτο ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται. Τέως μέντοι ἐκεῖνο ἐκέρδανε, τὸ καταλῦσαι τὸ πένθος. Τοιαύτη γὰρ τῶν τοῦ Χριστοῦ λόγων ἡ δύναμις. Διὰ τοῦτο καὶ ἐκείνη προέφθασε, καὶ αὕτη ἠκολούθησεν. Ἡ γὰρ εἰς τὸν διδάσκαλον εὔνοια τοῦ παρόντος οὐ σφόδρα αἰσθάνεσθαι συνεχώρει. Ὥστε μετὰ τῆς χάριτος, καὶ ἡ γνώμη τῶν γυναικῶν φιλόσοφος ἦν.