Ancient Greek · ~14 min
Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-61
Not analysed yet
Ἔρχεται τοίνυν εἰς τὸ μνῆμα, καὶ πάλιν ἐπιτιμᾷ τῷ πάθει. Τί δήποτε δὲ περισπουδάστως ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω φησὶν, ὅτι ἐδάκρυσε, καὶ ὅτι ἐνεβρίμησεν; Ἵνα μάθῃς ὅτι ἀληθῶς τὴν φύσιν τὴν ἡμετέραν περιεβάλετο. Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτοῦ δῆλός ἐστι λέγων τῶν ἄλλων μᾶλλον οὗτος, καὶ ἐν τοῖς σωματικοῖς πολὺ ταπεινότερον ἐνταῦθα φθέγγεται. Οὐδὲν γοῦν περὶ τοῦ θανάτου τοιοῦτον εἶπεν, οἷον οἱ λοιποὶ, ὅτι περίλυπος γέγονεν, ὅτι ἐναγώνιος· ἀλλὰ πᾶν τοὐναντίον, ὅτι καὶ ὑπτίους ἔῤῥιψε. Τὸ γοῦν ἐλλειφθὲν ἐκεῖ ἀνεπλήρωσεν ἐνταῦθα διὰ τοῦ πένθους. Περὶ γὰρ τοῦ θανάτου διαλεγόμενος, λέγει· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ οὐδὲν ταπεινὸν ἐκεῖ φθέγγεται. Διὰ τοῦτο δὲ καὶ ἐν τῷ πάθει πολὺ τὸ ἀνθρώπινον αὐτῷ προσάπτουσιν, ἀπὸ τούτου δηλοῦντες ὅτι ἀλήθεια τὰ τῆς οἰκονομίας. Καὶ ὁ μὲν Ματθαῖος ἀπὸ τῆς ἀγωνίας καὶ τοῦ θορύβου καὶ ἀπὸ τοῦ ἱδρῶτος· οὗτος δὲ ἀπὸ τοῦ πένθους πιστοῦται. Οὐκ ἂν δὲ, εἰ μὴ τῆς φύσεως ἦν τῆς ἡμετέρας, ὑπὸ τοῦ πένθους ἐκρατήθη καὶ ἅπαξ καὶ δεύτερον. Τί δὲ ὁ Ἰησοῦς; Τῶν μὲν ἐγκλημάτων ἕνεκεν οὐδὲν αὐτοῖς ἀπολογεῖται· τί γὰρ ἔδει διὰ ῥημάτων ἐπιστομίζειν μέλλοντας αὐτίκα διὰ τῶν ἔργων τοῦτο πάσχειν, ὅπερ ἀνεπαχθέστερον ἦν, καὶ μᾶλλον καταισχῦναι αὐτοὺς ἱκανόν· Φησὶ δὲ, Ἄρατε τὸν λίθον. Τί δήποτε δὲ οὐχὶ ἀπὼν ἐκάλεσε καὶ παρέστησεν αὐτόν; μᾶλλον δὲ διατί οὐχὶ τοῦ λίθου ἐπικειμένου ἐποίησεν ἀναστῆναι; Καὶ γὰρ ὁ δυνάμενος σῶμα κινῆσαι νεκρὸν τῇ φωνῇ, καὶ ἐψυχωμένον πάλιν δεῖξαι, πολλῷ μᾶλλον λίθον κινῆσαι ἴσχυσεν ἂν τῇ αὐτῇ φωνῇ· ὁ τὸν δεδεμένον κειρίαις καὶ ταύταις συμπεποδισμένον διὰ τῆς φωνῆς βαδίζειν παρασκευάσας, πολλῷ μᾶλλον λίθον ἐκίνησεν ἄν. Τί λέγω; Καὶ ἀπὼν τοῦτο ἔπραξεν ἄν. Τί δήποτε οὖν οὐκ ἐποίησεν; Ἵνα αὐτοὺς μάρτυρας ποιήσῃ τοῦ θαύματος· ἵνα μὴ τοῦτο λέγωσιν, ὃ καὶ ἐπὶ τοῦ τυφλοῦ, ὅτι Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Αἱ γὰρ χεῖρες, καὶ τὸ παραγενέσθαι εἰς τὸ μνημεῖον, ἐμαρτύρουν ὅτι αὐτός ἐστιν. Ὥστε εἰ μὴ παρεγένοντο, καὶ φάντασμα ἂν ἐνόμισαν, ἢ ἕτερον ἀνθ' ἑτέρου ὁρᾷν. Νῦν δὲ τὸ παραγενέσθαι εἰς τὸν τόπον, καὶ τὸν λίθον ἆραι, καὶ τὸ ἐσπαργανωμένον τὸν τεθνηκότα ἐπιτραπῆναι λῦσαι τῶν δεσμῶν, καὶ τὸ τοὺς φίλους τοὺς ἐξενεγκόντας τοῦ τάφου, ὡς αὐτός ἐστιν, ἀπὸ τῶν σπαργάνων ἐπιγινώσκειν, καὶ τὸ τὰς ἀδελφὰς μὴ ἀπολειφθῆναι, καὶ τὸ ταύτην εἰπεῖν· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι· πάντα ἤδη ταῦτα ἱκανὰ ἐπιστομίσαι ἀγνωμονοῦντας μάρτυρας γενομένους τοῦ σημείου. Διὰ τοῦτο αὐτοὺς κελεύει τὸν λίθον ἆραι ἀπὸ τοῦ τάφου, δεικνὺς ὅτι αὐτὸν ἐγείρει· διὰ τοῦτο καὶ ἐρωτᾷ· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ἀγαγόντες αὐτὸν, μὴ ἔχωσι λέγειν ὅτι ἕτερον ἤγειρεν· ἵνα καὶ ἡ φωνὴ, καὶ αἱ χεῖρες μαρτυρῶσιν (ἡ μὲν φωνὴ, λέγουσα, Ἔρχου καὶ ἴδε· αἱ δὲ χεῖρες, τὸν λίθον ἄρασαι, τὰ σπάργανα λύσασαι)· καὶ ἡ ὄψις καὶ ἡ ἀκοή (ἐκείνη, τῆς φωνῆς ἀκούσασα· αὕτη, ἰδοῦσα ἐξελθόντα)· καὶ ἡ ὄσφρησις δὲ, τῆς δυσωδίας ἀντιλαμβανομένη· φησὶ γάρ· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Εἰκότως ἄρα ἔλεγον, ὅτι οὐδὲν οὐ συνίει τὸ γύναιον ὧν εἶπεν ὁ Χριστὸς, ὅτι Κἂν ἀποθάνῃ, ζήσεται. Ὅρα γοῦν ἐνταῦθα τί φησιν, ὡς ἀδυνάτου τοῦ πράγματος ὄντος λοιπὸν διὰ χρόνον. Καὶ γὰρ ἦν ξένον, τὸ τεταρταῖον καὶ διεφθορότα ἀναστῆσαι νεκρόν. Καὶ τοῖς μὲν μαθηταῖς εἶπεν· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ, περὶ ἑαυτοῦ δηλῶν· τῇ γυναικὶ δὲ, Ὄψει τὴν δόξαν τοῦ Θεοῦ, περὶ τοῦ Πατρὸς λέγων. Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῶν ἀκουόντων, τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἐστίν; Ἀναμιμνήσκει δὲ ὧν διελέχθη πρὸς αὐτὴν, σχεδὸν ἐπιτιμῶν ὡς ἂν ἀμνημονούσῃ. Ἢ καὶ ἐπεὶ οὐκ ἠβούλετο τέως ἐκπλῆξαι τοὺς παρόντας, ἠρέμα φησίν· Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;