Ancient Greek
Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3-4
Not analysed yet
Μέγα ἄρα πίστις ἀγαθὸν, μέγα, καὶ πολλῶν ἀγαθῶν αἴτιον· ὥστε τὰ τοῦ Θεοῦ δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν ἐν τῷ ὀνόματι τῷ ἐκείνου. Ἐὰν γὰρ πιστεύσητε, φησὶν, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ποῖα, φησὶ, μείζονα; Ἃ οἱ μαθηταὶ φαίνονται μετὰ ταῦτα ποιοῦντες. Καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρεν. Οὕτως ἐκηρύττετο καὶ ἡ τοῦ Χριστοῦ μᾶλλον δύναμις. Καὶ γὰρ οὐχ οὕτω θαυμαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς θανόντος αὐτοῦ ἑτέρους ἐν τῷ ὀνόματι ἐκείνου μείζονα αὐτοῦ δυνηθῆναι. Ἀναμφισβήτητος γὰρ ἦν τοῦτο τῆς ἀναστάσεως ἀπόδειξις· οὐκ ἂν, οὐδὲ εἰ πᾶσιν ὤφθη, οὕτως ἐπιστεύθη. Ἐκεῖνοι μὲν γὰρ εἶχον ἂν καὶ εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνου πολλῷ μείζονα γινόμενα σημεῖα, ἢ ὅτε αὐτὸς συνανεστρέφετο μετὰ ἀνθρώπων, οὐκ ἂν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσθητος ἦν. Μέγα τοίνυν ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, ἀπὸ φίλτρου πολλοῦ καὶ ζεούσης ψυχῆς. Αὕτη φιλοσόφους ἡμᾶς δείκνυσιν, αὕτη τὴν εὐτέλειαν τὴν ἀνθρωπίνην ἀποκρύπτει, καὶ τοὺς λογισμοὺς ἀφεῖσα κάτω, περὶ τῶν ἐν οὐρανοῖς φιλοσοφεῖ πραγμάτων· μᾶλλον δὲ, ὅπερ ἡ τῶν ἀνθρώπων σοφία εὑρεῖν οὐ δύναται, ἐκ περιουσίας τοῦτο αὕτη καταλαμβάνει καὶ κατορθοῖ. Ἐχώμεθα τοίνυν ταύτης, καὶ μὴ λογισμοῖς τὰ καθ' ἑαυτοὺς ἐπιτρέπωμεν. Διατί γὰρ Ἕλληνες, εἰπέ μοι, οὐδὲν εὑρεῖν ἠδυνήθησαν; οὐχὶ σοφίαν πᾶσαν τὴν ἔξωθεν ἔγνωσαν; πόθεν οὖν ἁλιέων καὶ σκηνοποιῶν καὶ τῶν ἀσυνέτων περιγενέσθαι οὐκ ἴσχυσαν; ἆρ' οὐχ ὅτι ἐκεῖνοι μὲν λογισμοῖς, οὗτοι δὲ πίστει τὸ πᾶν ἐπέτρεψαν; Διὰ τοῦτο Πλάτωνος καὶ Πυθαγόρου, καὶ πάντων ἁπλῶς τῶν πλανηθέντων οὗτοι περιεγένοντο· καὶ τοὺς ἀστρολογίᾳ, καὶ μαθηματικῇ, καὶ γεωμετρίᾳ, καὶ ἀριθμητικῇ κατατριβέντας, καὶ πᾶσαν παίδευσιν ἐκμαθόντας ὑπερέβησαν, καὶ τοσοῦτον ἐγένοντο βελτίους, ὅσον οἱ ἀληθῶς φιλόσοφοι καὶ ὄντως τῶν φύσει μωρῶν καὶ παραπαιόντων. Ὅρα γάρ· Ἀθάνατον εἶπον τὴν ψυχὴν οὗτοι· μᾶλλον δὲ οὐκ εἶπαν μόνον, ἀλλὰ καὶ ἔπεισαν. Ἐκεῖνοι δὲ πρότερον μὲν οὐδὲ ᾔδεσαν ὅ τί ποτέ ἐστι ψυχή· ἐπειδὴ δὲ εὗρον, καὶ διέστησαν ἀπὸ τοῦ σώματος αὐτὴν, πάλιν τὸ αὐτὸ ἔπαθον, οἱ μὲν ἀσώματον εἰπόντες εἶναι αὐτὴν, οἱ δὲ σῶμα, καὶ αὐτῷ τῷ σώματι συνδιαλύεσθαι. Περὶ οὐρανοῦ πάλιν οἱ μὲν εἶπον, ὅτι ἔμψυχος καὶ θεός· οἱ δὲ ἁλιεῖς, ὅτι ἔργον Θεοῦ καὶ τέχνημα, καὶ ἐδίδαξαν καὶ ἔπεισαν. Ἀλλὰ τὸ μὲν Ἕλληνας λογισμοῖς κεχρῆσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς δοκοῦντας εἶναι πιστοὺς, τούτους εὑρίσκεσθαι ψυχικοὺς, τοῦτό ἐστι τὸ θρήνων ἄξιον. Διὰ τοῦτο καὶ οὗτοι ἐπλανήθησαν, ὅτι οἱ μὲν οὕτως ἔλεγον εἰδέναι Θεὸν ὡς αὐτὸς ἑαυτὸν οἶδεν, ὅπερ οὐδεὶς οὐδὲ ἐκείνων ἐτόλμησεν εἰπεῖν· οἱ δὲ ἔλεγον μὴ δύνασθαι τὸν Θεὸν ἀπαθῶς γεννᾷν, μηδὲ συγχωροῦντες αὐτῷ πλέον τι τῶν ἀνθρώπων ἔχειν· οἱ δὲ λέγοντες ὅτι οὔτε δὴ βίος ὀρθὸς οὐδὲν ὠφελεῖ, οὔτε πολιτεία ἀκριβής. Ἀλλ' οὐ καιρὸς ταῦτα ἐλέγχειν νῦν.