Ancient Greek · ~21 min
Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς λέγεις σὺ, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-66
Not analysed yet
Καὶ διηνεκῶς ἴδοι τις ἂν οὕτω ποικίλλοντα τὴν διδασκαλίαν, παρουσίᾳ, ἀπουσίᾳ, ταπεινοῖς, ὑψηλοῖς λόγοις. Ὃ καὶ ἐνταῦθα πεποίηκε. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος, οὐκ ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Καὶ πάλιν, Οὐκ ἠδύναντο, φησὶ, πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ἰδοὺ πάλιν τὸ, Ὅτι, καὶ Εἶπεν, οὐχὶ αἰτιολογίας, ἀλλ' ἐκβάσεως. Οὐδὲ γὰρ ἐπειδὴ εἶπεν Ἡσαΐας, οὐκ ἐπίστευον· ἀλλ' ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας. Τί οὖν οὐχ οὕτως ὁ εὐαγγελιστὴς λέγει, ἀλλὰ τὴν ἀπιστίαν ἀπὸ τῆς προφητείας, οὐ τὴν προφητείαν ἀπὸ τῆς ἀπιστίας εἶναί φησι· καὶ προϊὼν, σφοδρότερον τοῦτο αὐτὸ τίθησιν, οὕτω λέγων· Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι εἶπεν Ἡσαΐας; Ἐντεῦθεν παραστῆσαι διὰ πολλῶν βούλεται τὸ τῆς Γραφῆς ἀψευδές· καὶ ὅτι ἅπερ προεφήτευσεν, οὐχ ἑτέρως ἐξέβη, ἀλλ' ὡς εἶπεν. Ἵνα γὰρ μή τις λέγῃ. Καὶ τίνος ἕνεκεν ἦλθεν ὁ Χριστός; οὐκ ᾔδει ὅτι οὐκ ἔμελλον αὐτῷ προσέχειν; καὶ τοὺς προφήτας εἰσάγει τοῦτο εἰδότας. Ἦλθε δὲ, ἵνα πρόφασιν μὴ ἔχωσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἃ γὰρ προεῖπεν ὁ προφήτης, ὡς πάντως ἐσόμενα προεῖπεν. Εἰ γὰρ μὴ πάντως ἔμελλεν ἔσεσθαι, οὐκ ἂν προεῖπε· πάντως δὲ ἔμελλεν ἔσεσθαι, ἐπειδὴ ἀνιάτως εἶχον ἐκεῖνοι. Εἰ δὲ κεῖται τὸ, Οὐκ ἠδύναντο, ἀντὶ τοῦ, Οὐκ ἤθελον, κεῖται. Καὶ μὴ θαυμάσῃς. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Οὕτως οἶδε πολλαχοῦ δύναμιν τὴν προαίρεσιν λέγειν. Καὶ πάλιν· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ. Τοῦτο δὲ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ φυλαττόμενον ἴδοι τις ἄν· ὡς ὅταν λέγῃ τις· Οὐ δύναμαι ἀγαπῆσαι τὸν δεῖνα· τὸ σφοδρὸν τῆς βουλήσεως, δύναμιν λέγων. Καὶ πάλιν· Οὐ δύναται ὁ δεῖνα γενέσθαι χρηστός. Καὶ ὁ προφήτης δὲ τί φησιν; Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος δυνήσεται εὖ ποιῆσαι μεμαθηκὼς κακά. Οὐ τοῦτό φησιν, ὅτι ἀδύνατος αὐτοῖς ἡ τῆς ἀρετῆς ἐργασία· ἀλλ' ὅτι οὐ βούλονται, διὰ τοῦτο οὐ δύνανται. Καὶ ὃ λέγει ὁ εὐαγγελιστὴς, τοῦτό φησιν, ὅτι ἀδύνατον ἦν ψεύσασθαι τὸν προφήτην. Οὐ μὴν διὰ τοῦτο ἀδύνατον ἦν αὐτοὺς πιστεῦσαι. Ἐνῆν γὰρ, καὶ πιστευσάντων αὐτῶν, ἀψευδῆ μένειν. Οὐ γὰρ ἂν ταῦτα προεῖπεν, εἰ πιστεύειν ἔμελλον. Τί οὖν, φησὶν, οὐχ οὕτως εἶπεν, Ὅτι ἰδιώματά τινα ἡ Γραφὴ τοιαῦτα ἔχει, καὶ δεῖ τοῖς νόμοις αὐτῆς παραχωρεῖν. Ταῦτα δὲ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Τίνος; Τοῦ Πατρός. Πῶς οὖν ὁ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Πνεύματος; Οὐχ ὡς συναλείφοντες τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες εἶναι, φησί. Καὶ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστι. Καίτοι πολλὰ δι' ἀγγέλων εἶπε, καὶ οὐδεὶς λέγει, καθὼς εἶπεν ὁ ἄγγελος· ἀλλὰ τί; Ὁ Θεὸς εἶπεν. Τὰ μὲν γὰρ ὑπὸ τοῦ Θεοῦ δι' ἀγγέλων εἰρημένα, τοῦ Θεοῦ ἂν εἴη· οὐκ ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ, τῶν ἀγγέλων. Ἐνταῦθα δὲ τοῦ Πνεύματός φησιν εἶναι τὰ ῥήματα. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὰ ἑξῆς. Δόξαν οὖν ἐνταῦθά φησι, τὴν ὄψιν ἐκείνην, τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀποῤῥήτων, τὸ ἰδεῖν τὰ Σεραφὶμ, τὴν ἀστραπὴν τὴν ἀπὸ τοῦ θρόνου πηδῶσαν, ᾗ ἀντιβλέψαι αἱ δυνάμεις οὐκ εἶχον ἐκεῖναι. Καὶ ἐλάλησε περὶ αὐτοῦ. Τί ἐλάλησεν; Ὅτι ἤκουσε φωνὴν λέγουσαν· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; Καὶ εἶπον· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπεν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐτύφλωσε γὰρ αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τῇ καρδίᾳ συνῶσιν. Ἰδοὺ πάλιν ἕτερον ζήτημα· ἀλλ' οὐκ ἔστιν, ἐὰν ὀρθῶς προσέχωμεν. Ὥσπερ γὰρ ὁ ἥλιος τῶν ἀσθενῶν πλήττει τὰς ὄψεις οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὕτω καὶ ἐπὶ τῶν μὴ προσεχόντων τοῖς τοῦ Θεοῦ λόγοις γίνεται. Οὕτω καὶ ἐπὶ τοῦ Φαραὼ τὴν καρδίαν σκληρῦναι λέγεται, οὕτω καὶ ἐπὶ τῶν φιλονεικούντων τι τοῖς τοῦ Θεοῦ λόγοις γίνεται. Ἰδίωμα δὲ καὶ τοῦτο τῆς Γραφῆς, ὡς καὶ τὸ, Παρέδωκεν εἰς ἀδόκιμον νοῦν, καὶ τὸ, Ἀπένειμε τοῖς ἔθνεσι, τουτέστι, Συνεχώρησεν, ἀφῆκεν. Οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν ἐνταῦθα εἰσάγει, ἀλλ' ἐκ τῆς ἑτέρων πονηρίας ταῦτα γινόμενα δείκνυσιν. Ὅταν γὰρ ἐγκαταλειφθῶμεν ὑπὸ τοῦ Θεοῦ, παραδιδόμεθα τῷ διαβόλῳ· τῷ διαβόλῳ δὲ παραδοθέντες, μυρία πάσχομεν δεινά. Φοβῶν τοίνυν τὸν ἀκροατὴν, φησὶν, Ἐσκλήρυνε, καὶ Παρέδωκεν. Ὅτι γὰρ αὐτὸς οὐ μόνον οὐ παραδίδωσιν, ἀλλ' οὐδὲ ἐγκαταλιμπάνει, ἐὰν μὴ βουληθῶμεν, ἄκουσον τί φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν; καὶ πάλιν· Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὁ δὲ Ὠσηέ φησιν· Ἐπελάθου νόμου Θεοῦ σου, ἐπιλήσομαί σου κἀγώ· καὶ αὐτὸς δὲ ἐν τοῖς Εὐαγγελίοις· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε. καὶ ὁ Ἡσαΐας δὲ πάλιν· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ταῦτα δὲ λέγει, δεικνὺς ἡμᾶς ἀρχομένους τῆς ἐγκαταλείψεως, καὶ αἰτίους γινομένους τῆς ἀπωλείας. Ὁ γὰρ Θεὸς οὐ μόνον οὐ καταλιπεῖν οὐδὲ κολάσαι βούλεται, ἀλλὰ καὶ ὅτε κολάζει, μὴ θέλων αὐτὸ ποιεῖ. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὁ δὲ Χριστὸς καὶ ἐπὶ τῇ καταστροφῇ Ἱερουσαλὴμ δακρύει· ὃ καὶ ἡμεῖς ἐπὶ φίλων ποιοῦμεν.