Ancient Greek · ~4 min
Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς λέγεις σὺ, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3-6
Not analysed yet
Ταῦτ' οὖν εἰδότες, πάντα πράττωμεν ὥστε μὴ ἀφίστασθαι τοῦ Θεοῦ, ἀλλ' ἐχώμεθα τῆς κατὰ ψυχὴν ἐπιμελείας καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης, καὶ μὴ σπαράττωμεν ἡμῶν τὰ μέλη (τοῦτο γὰρ μαινομένων καὶ ἐξεστηκότων ἐστίν)· ἀλλ' ὅσῳ ἂν κακῶς διακειμένους ἴδωμεν, θεραπεύσωμεν μᾶλλον. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι πολλοὺς πολλάκις ὁρῶμεν δυστράπελα ἔχοντας καὶ ἀνίατα νοσήματα, καὶ οὐ παυόμεθα ἐπιτιθέντες φάρμακα. Τί γὰρ ποδαλγίας χεῖρον; τί δὲ χειράγρας; ἆρ' οὖν περικόπτωμεν τὰ κῶλα; Οὐδαμῶς· ἀλλὰ πάντα ποιοῦμεν ὥστε παραμυθίας τινὸς ἀπολαῦσαι, ἐπειδὴ λῦσαι τὸ κακὸν οὐ δυνάμεθα. Τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ποιῶμεν· καὶ, ἂν ἀνίατα νοσῶσι, μένωμεν θεραπεύοντες, καὶ βαστάζωμεν ἀλλήλων τὰ βάρη. Οὕτω γὰρ πληρώσομεν καὶ τὸν νόμον τοῦ Χριστοῦ, καὶ τευξόμεθα τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.