Ancient Greek
Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-76
Not analysed yet
Τὸ δὲ, Ἐλέγξει περὶ ἁμαρτίας, τοῦτ' ἔστι, Πᾶσαν ἀπολογίαν αὐτῶν ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα. Καὶ περὶ δικαιοσύνης, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, καὶ οὐκέτι θεωρεῖτέ με· τουτέστιν, Ὅτι ἄληπτον παρεσχόμην βίον. Καὶ τοῦτο τεκμήριον, τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι. Ἐπειδὴ γὰρ αὐτῷ ἀεὶ τοῦτο ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον καὶ παράνομον, φησὶν, ὅτι καὶ ταύτην ἀναιρήσει τὴν πρόφασιν. Εἰ γὰρ τὸ νομίζεσθαι ἐμὲ μὴ εἶναι ἐκ τοῦ Θεοῦ, τοῦτο παράνομον δείκνυσιν· ὅταν δείξῃ τὸ Πνεῦμα ἐκεῖ με ἀπελθόντα, καὶ οὐ πρὸς ὥραν, ἀλλὰ μένοντα ἐκεῖ (τὸ γὰρ, Οὐκ ἔτι θεωρεῖτέ με, τοῦτό ἐστι δηλοῦντος)· τί ἐροῦσι λοιπόν; Ὅρα διὰ δύο τούτων ἀναιρουμένην τὴν πονηρὰν ὑποψίαν. Οὔτε γὰρ τὸ σημεῖα ποιεῖν ἁμαρτωλοῦ (οὐ γὰρ δύναται ἁμαρτωλὸς σημεῖα ποιεῖν), οὔτε τὸ παρὰ Θεῷ εἶναι διαπαντὸς ἁμαρτωλοῦ. Ὥστε οὐκ ἔτι δύνασθε λέγειν, ὅτι Οὗτος ἁμαρτωλός ἐστιν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Πάλιν ἐνταῦθα τὸν περὶ δικαιοσύνης ἀνακινεῖ λόγον, ὅτι κατεπάλαισε τὸν ἀντίδικον. Οὐκ ἂν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισεν· ὅπερ οὐδὲ δίκαιός τις ἀνθρώπων ποιῆσαι ἴσχυσεν. Ὅτι γὰρ κατακέκριται δι' ἐμὲ, εἴσονται οἱ καταπατοῦντες αὐτὸν ὕστερον, καὶ τὴν ἀνάστασίν μου σαφῶς εἰδότες, ὅπερ κατακρίνοντός ἐστιν. Οὐ γὰρ ἴσχυσέ με κατασχεῖν. Ἐπεὶ οὖν ἔλεγον, ὅτι δαιμόνιον ἔχω, καὶ ὅτι πλάνος εἰμὶ, καὶ ταῦτα μετὰ ταῦτα δειχθήσεται ἕωλα ὄντα. Οὐ γὰρ ἂν αὐτὸν εἷλον, εἴ γε ἁμαρτίᾳ ὑπεύθυνος ἤμην· νυνὶ δὲ κατακέκριται καὶ ἐκβέβληται. Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐκοῦν συμφέρει ἐμὲ ἀπελθεῖν, εἴ γε τότε μέλλετε βαστάζειν, ὅταν ἀπέλθω. Καὶ τί γέγονεν; Μεῖζόν σου τὸ Πνεῦμά ἐστιν, ὅτι νῦν μὲν οὐ βαστάζομεν, ἐκεῖνο δὲ ἡμᾶς βαστάζειν παρασκευάσει; μείζων ἡ ἐκείνου ἐνέργεια καὶ τελειοτέρα; Οὐ τοῦτο· καὶ γὰρ ἐκεῖνος τὰ ἐμὰ ἐρεῖ. Διὰ τοῦτό φησι· Ἀφ' ἑαυτοῦ λαλήσει οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ ἐν ταῖς θλίψεσιν ὑμᾶς παραμυθήσεται, ὅπερ αὐτὸς οὐκ ἐποίησε, καὶ ὅτι Συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ, Νῦν μὲν οὐ δύνασθε βαστάζειν, τότε δὲ δυνήσεσθε, καὶ ὅτι Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν· ἵνα μὴ ταῦτα ἀκούοντες, μεῖζον τὸ Πνεῦμα νομίσωσι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσι, διὰ τοῦτό φησιν, Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστιν, Ἅπερ ἂν εἶπον ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Ὅταν δὲ εἴπῃ, Οὐδὲν ἀφ' ἑαυτοῦ λαλήσει, οὐδὲν ἐναντίον, οὐδὲν ἴδιον παρὰ τὰ ἐμά φησιν. Ὥσπερ οὖν περὶ ἑαυτοῦ λέγων, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, τοῦτό φησιν, ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲν ἴδιόν τι παρ' ἐκεῖνον καὶ ἀλλότριον· οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ, ἐξ ὧν ἐγὼ οἶδα, ἐκ τῆς ἐμῆς γνώσεως. Μία γὰρ ἐμοῦ καὶ τοῦ Πνεύματος γνῶσις. Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐπῆρεν αὐτῶν τὴν διάνοιαν· πρὸς οὐδὲν γὰρ οὕτω λίχνον τὸ ἀνθρώπειον γένος, ὡς πρὸς τὸ μανθάνειν τὰ μέλλοντα. Τοῦτο γοῦν συνεχῶς ἠρώτων αὐτὸν, Ποῦ ὑπάγεις; τίς ἐστιν ἡ ὁδός; Καὶ ταύτης οὖν ἀπαλλάττων αὐτοὺς τῆς φροντίδος, λέγει, ὅτι Πάντα ὑμῖν προερεῖ, ὥστε μὴ ἐμπεσεῖν ἀφυλάκτως. Ἐκεῖνος ἐμὲ δοξάσει. Πῶς; Ἐν τῷ ὀνόματι τῷ ἐμῷ δώσει τὰς ἐνεργείας. Ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα παραγινομένου τοῦ Πνεύματος, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησίν· Ἐκεῖνος ἐμὲ δοξάσει. Ποίαν λέγει πᾶσαν ἀλήθειαν; Καὶ γὰρ καὶ τοῦτο αὐτῷ μαρτυρεῖ, ὅτι αὐτὸς ἡμᾶς ἂν ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν. Αὐτὸς μὲν γὰρ καὶ διὰ τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ λέγειν, καὶ διὰ τὸ μηδέπω αὐτοὺς τὴν ἀνάστασιν εἰδέναι σαφῶς, καὶ ἀτελεστέρους εἶναι, καὶ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ὡς παρανομοῦντα δόξωσι κολάζειν, οὐδὲν μέγα ἐφθέγγετο συνεχῶς, οὔτε τοῦ νόμου σαφῶς ἀπέστησεν. Ἐπειδὴ δὲ αὐτῶν ἀπεσχίσθησαν οἱ μαθηταὶ, καὶ ἔξω λοιπὸν ἦσαν ἐκεῖνοι, καὶ πολλοὶ πιστεύειν ἔμελλον, καὶ τῶν ἁμαρτημάτων ἀφίεσθαι, καὶ ἄλλοι ἦσαν οἱ περὶ αὐτοῦ λέγοντες, οὐκ ἔτι αὐτὸς περὶ ἑαυτοῦ μεγάλα εἰκότως ἐφθέγγετο. Ὥστε οὐ τῆς ἀγνοίας τῆς ἐμῆς, φησὶ, τὸ μὴ εἰπεῖν ἅπερ εἰπεῖν ἐχρῆν, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. Διὰ τοῦτο εἰπὼν, Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν, ἐπήγαγεν· Ἀφ' ἑαυτοῦ οὐκ ἐρεῖ. Ὅτι γὰρ οὐ διδασκαλίας τὸ Πνεῦμα δεῖται, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου οὐ μανθάνον παρ' ἑτέρου οἶδεν· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστι, Συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπεὶ οὖν ἐμά ἐστιν ἐκεῖνα, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ. Διατί δὲ οὐκ ἤρχετο πρὶν ἢ αὐτὸν ἀπελθεῖν; Ὅτι οὔπω τῆς κατάρας ἀρθείσης, οὔπω τῆς ἁμαρτίας λυθείσης, ἀλλ' ἔτι πάντων ὑπευθύνων ὄντων τῇ τιμωρίᾳ, οὐκ ἂν παρεγένετο. Δεῖ οὖν, φησὶ, τὴν ἔχθραν λυθῆναι, καὶ καταλλαγῆναι ὑμᾶς τῷ Θεῷ, καὶ τότε δέξασθαι τὸ δῶρον ἐκεῖνο. Διατί δέ φησι, Πέμψω αὐτόν; Τουτέστι, Προπαρασκευάσω ὑμᾶς πρὸς τὴν ὑποδοχήν. Πῶς γὰρ τὸ πανταχοῦ ὂν πέμπεται; Ἄλλως δὲ, καὶ τῶν ὑποστάσεων τὸ διάφορον δείκνυσι. Διὰ δύο δὲ ταῦτα οὕτω φθέγγεται· καὶ ἐπειδὴ οὗτοι δυσαποσπάστως εἶχον, πείθων τοῦ Πνεύματος ἔχεσθαι, καὶ ἵνα αὐτὸ θεραπεύσωσιν. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς ταῦτα ἐργάζεσθαι· ἀλλὰ διὰ τοῦτο ἐκεῖνο συγχωρεῖ θαυματουργεῖν, ἵνα μάθωσιν αὐτοῦ τὴν ἀξίαν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἠδύνατο τὰ ὄντα παραγαγεῖν, ὁ δὲ Υἱὸς αὐτὸ ποιεῖ, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ αὐτὸς ἐσαρκώθη, τῷ Πνεύματι τηρῶν τὴν ἐνέργειαν, καὶ ἐμφράττων τὰ στόματα τῶν τὴν ὑπόθεσιν τῆς ἀφάτου φιλανθρωπίας εἰς ἀφορμὴν ἀσεβείας λαμβανόντων Ὅταν γὰρ λέγωσιν, ὅτι διὰ τοῦτο ἐσαρκώθη ὁ Υἱὸς ἐπειδὴ καταδεέστερος ἦν τοῦ Πατρὸς, ἐροῦμεν πρὸς αὐτοὺς, Τί οὖν ἂν εἴποιτε περὶ τοῦ Πνεύματος; Οὐ γὰρ ἔλαβε σάρκα, καὶ οὐ δήπου διὰ τοῦτο μεῖζον τοῦ Υἱοῦ αὐτὸ ἐρεῖτε, οὐδὲ τὸν Υἱὸν αὐτοῦ καταδεέστερον. Διὰ τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος ἡ Τριὰς παραλαμβάνεται. Καὶ γὰρ ὁ Πατὴρ τὸ πᾶν ἐργάζεσθαι δύναται, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐπειδὴ περὶ τοῦ Πατρὸς οὐδεὶς ἀμφιβάλλει, τὸ δὲ ἀμφίβολον ἦν περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τοῦ ἁγίου, παρείληπται ἐν τῇ μυσταγωγίᾳ, ἵνα ἐν τῇ κοινωνίᾳ τῆς χορηγίας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, καὶ τὴν κοινωνίαν τῆς ἀξίας καταμανθάνωμεν. Ἐπεὶ ὅτι δύναται ὁ Υἱὸς καθ' ἑαυτοῦ ταῦτα, ἅπερ ἐπὶ τοῦ βαπτίσματος μετὰ τοῦ Πατρὸς δύναται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἄκουσον ταῦτα σαφῶς. Τοῖς γὰρ Ἰουδαίοις ἔλεγεν· Ἵνα γὰρ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· καὶ πάλιν, Ἵνα υἱοὶ φωτὸς γένησθε, καὶ, Ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Εἶτα μετὰ ταῦτα, Ἵνα ζωὴν, φησὶν, ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἴδωμεν δὲ καὶ τὸ Πνεῦμα τὸ αὐτὸ τοῦτο ποιοῦν. Ποῦ ἔστιν ἰδεῖν; Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος, φησὶ, δίδοται πρὸς τὸ συμφέρον. Ὁ τοίνυν ταῦτα παρέχων, καὶ ἁμαρτήματα πολλῷ μᾶλλον ἀφίησι. Καὶ πάλιν· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· καὶ, Ζωοποιήσει διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν· καὶ, Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην· καὶ πάλιν, Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ τότε δὲ πάντα ἅπερ ἐποίουν, παραγενομένου τοῦ Πνεύματος ἐθαυματούργουν. Καὶ Κορινθίοις δὲ γράφων ἔλεγε Παῦλος· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἐπεὶ οὖν περὶ μὲν Πατρὸς πολλὰ ἤκουσαν, καὶ τὸν Υἱὸν δὲ εἶδον πολλὰ ἐργασάμενον, περὶ δὲ τοῦ Πνεύματος οὐδὲν οὐδέπω σαφῶς ᾔδεσαν, θαυματουργεῖ, καὶ τὴν τελείαν εἰσάγει γνῶσιν. Ἀλλ' ἵνα μὴ μεῖζον ἐντεῦθεν ὑποπτεύηται (ὅπερ ἔφθην εἰπὼν), διὰ τοῦτό φησιν· Ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, πῶς οὐκ ἄτοπον, εἰ τότε ἔμελλεν ἀκούειν, καὶ διὰ τοὺς μαθητευομένους; Οὐδὲ γὰρ τότε ἔμελλε καθ' ὑμᾶς εἰδέναι, εἰ μὴ διὰ τοὺς ἀκουσομένους. Καὶ τί τούτου παρανομώτερον τοῦ ῥήματος γένοιτ' ἄν; Ἄλλως δέ· τί καὶ ἔμελλεν ἀκούσεσθαι; οὐ ταῦτα πάντα εἶπε διὰ τῶν προφητῶν; Εἴτε γὰρ περὶ τῆς τοῦ νόμου λύσεως ἔμελλε διδάσκειν, εἴρητο· εἴτε περὶ τοῦ Χριστοῦ καὶ τῆς θεότητος αὐτοῦ, καὶ τῆς οἰκονομίας, καὶ ταῦτα εἴρητο. Τί γὰρ καὶ τρανότερον ἔμελλε μετὰ ταῦτα ἐρεῖν; Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐνταῦθα μάλιστα δείκνυσιν αὐτοῦ τὸ ἀξίωμα, ἐπειδὴ Θεοῦ τοῦτο μάλιστα ἴδιον, τὸ λέγειν τὰ μέλλοντα. Εἰ δὲ καὶ αὐτὸ μανθάνοι παρ' ἑτέρων, οὐδὲν πλέον ἕξει τῶν προφητῶν· ἀλλ' ἐνταῦθα τὴν ἀπηκριβωμένην πρὸς τὸν Θεὸν γνῶσιν δηλοῖ, ὅτι ἀδύνατον ἄλλο τι φθέγξασθαι αὐτόν. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ λήψεται, ἤτοι ἐκ τοῦ χαρίσματος τοῦ εἰς τὴν σάρκα τὴν ἐμὴν ἐλθόντος, ἢ ὅτι ἀπὸ τῆς γνώσεως, ἧς καὶ ἐγὼ ἔχω, οὐχ ὡς δεόμενος, οὐδὲ ὡς παρ' ἑτέρου μαθὼν, ἀλλ' ὡς μιᾶς οὔσης καὶ τῆς αὐτῆς. Καὶ διατί οὕτως εἶπε, καὶ μὴ ἑτέρως; Ὅτι οὐδέπω τὸν περὶ τοῦ Πνεύματος ᾔδεσαν λόγον. Διόπερ ἓν κατασκευάζει μόνον, ὥστε πιστευθῆναι αὐτὸν καὶ δεχθῆναι παρ' αὐτῶν, καὶ μὴ σκανδαλισθῆναι. Ἐπειδὴ γὰρ ἔλεγεν, Εἷς ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ Χριστὸς, ἵνα μὴ νομίσωσι παρακούειν ἐκείνῳ πειθόμενοι, Μία ἡ ἐμὴ καὶ ἐκείνου διδασκαλία ἐστίν· ἐξ ὧν ἔμελλον ἐγὼ διδάσκειν, ἐκ τῶν αὐτῶν καὶ αὐτὸς ἐρεῖ. Μὴ δὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ καὶ ἐκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συγκροτεῖ δόξαν. Ἓν γὰρ θέλημα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὕτω καὶ ἡμᾶς εἶναι βούλεται λέγων· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἐγὼ καὶ σὺ ἕν ἐσμεν.