Ancient Greek · ~18 min
Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-28
Not analysed yet
Οὐδὲν γὰρ ὁμονοίας ἴσον οὐδὲ συμφωνίας· ὁ γὰρ εἷς, πολλοστός ἐστιν οὕτως. Ἂν γὰρ ὁμόψυχοι ὦσι δύο ἢ δέκα, οὐκ ἔτι εἷς ἐστιν ὁ εἷς, ἀλλὰ δεκαπλασίων ἕκαστος αὐτῶν γίνεται, καὶ εὑρήσεις ἐν τοῖς δέκα τὸν ἕνα, καὶ ἐν τῷ ἑνὶ τοὺς δέκα. Κἂν ἐχθρὸν ἔχωσιν, οὐ τῷ ἑνὶ προσβαλὼν, ὡς τοῖς δέκα προσβαλὼν, οὕτως ἁλίσκεται. Οὐ γὰρ ὑφ' ἑνὸς βάλλεται μόνον, ἀλλ' ὑπὸ τῶν δέκα στομάτων. Ἠπόρησεν ὁ εἷς; Ἀλλ' οὐκ ἔστιν ἐν ἀπορίᾳ· τῷ γὰρ μείζονι μέρει, τουτέστι, τοῖς ἐννέα, εὐπορεῖ, καὶ τὸ ἀποροῦν συσκιάζεται μέρος, τὸ ἔλαττον, διὰ τοῦ πλείονος τοῦ εὐποροῦντος. Ἕκαστος τούτων εἴκοσι χεῖρας ἔχει, καὶ εἴκοσι ὀφθαλμοὺς, καὶ πόδας τοσούτους. Οὐ γὰρ τοῖς ἑαυτοῦ μόνον ὀφθαλμοῖς ὁρᾷ, ἀλλὰ καὶ τοῖς ἑτέρων, οὐ τοῖς ἑαυτοῦ βαστάζει ποσὶν, ἀλλὰ καὶ τοῖς ἑτέρων· οὐ ταῖς ἑαυτοῦ χερσὶν ἐργάζεται, ἀλλὰ καὶ ταῖς ἐκείνων. Ψυχὰς ἔχει δέκα· οὐ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἐκεῖναι ὑπὲρ αὐτοῦ μεριμνῶσιν. Εἰ δὲ καὶ ἑκατὸν γένοιντο, τὸ αὐτὸ ἔσται πάλιν, καὶ ἐκταθήσεται τὰ τῆς δυνάμεως. Εἶδες ἀγάπης ὑπερβολὴν, πῶς ἀκαταγώνιστον ποιεῖ τὸν ἕνα καὶ πολλαπλασίω; πῶς ὁ εἷς καὶ πολλαχοῦ δύναται εἶναι; ὁ αὐτὸς καὶ ἐν Περσίδι καὶ ἐν Ῥώμῃ; καὶ ὅπερ φύσις οὐ δύναται, ἡ ἀγάπη δύναται; Τὸ μὲν γὰρ αὐτοῦ ἐνταῦθα ἔσται, τὸ δὲ ἐκεῖ· μᾶλλον δὲ ὁλόκληρος ἐνταῦθα, καὶ ὁλόκληρος ἐκεῖ. Ἐὰν οὖν χιλίους ἔχῃ φίλους ἢ δισχιλίους, ἐννόησον ποῦ πάλιν ὑπερβήσεται τὰ τῆς δυνάμεως. Ὁρᾷς πῶς αὐξητικὸν ἡ ἀγάπη; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστι, τὸ χιλιοστὸν ποιῆσαι τὸν ἕνα. Τίνος οὖν ἕνεκεν οὐ κτώμεθα τὴν δύναμιν ταύτην, καὶ ἐν ἀσφαλείᾳ καθιστῶμεν ἑαυτούς; Τοῦτο δυναστείας καὶ πλούτου κρεῖττον παντός· τοῦτο ὑγείας, τοῦτο αὐτοῦ τοῦ φωτὸς πλεῖον· τοῦτο εὐθυμίας ὑπόθεσις. Μέχρι τίνος εἰς ἕνα καὶ δύο περιιστῶμεν τὴν ἀγάπην; Μάθε καὶ ἐξ ἐναντίας τὸ πρᾶγμα. Ἔστω τις μηδένα φίλον ἔχων, ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης (μωρὸς γὰρ ἐρεῖ· Οὐχ ὑπάρχει μοι φίλος)· ὁ τοιοῦτος ποίαν ζήσεται ζωήν; Κἂν γὰρ μυριάκις ᾖ πλούσιος, κἂν ἐν ἀφθονίᾳ καὶ τρυφῇ, κἂν μυρία ἀγαθὰ κεκτημένος, πάντων ἔρημος καὶ γυμνὸς καθίσταται. Ἐπὶ δὲ τῶν φίλων οὐχ οὕτως, ἀλλὰ κἂν πένητες ὦσι, τῶν πλουσίων εὐπορώτεροι τυγχάνουσι· καὶ ἅπερ αὐτὸς ὑπὲρ αὐτοῦ οὐκ εἰπεῖν ἐπιχειρεῖ, ταῦτα ὁ φίλος ἐρεῖ· καὶ ὅσα οὐ δύναται ἑαυτῷ χαρίσασθαι, δι' ἑτέρου δυνήσεται, καὶ πολλῷ πλείονα, καὶ πάσης ἡμῖν ἔσται ἀπολαύσεως καὶ ἀσφαλείας ὑπόθεσις. Οὐ γὰρ ἔστι παθεῖν κακῶς ὑπὸ τοσούτοις δορυφόροις φυλαττόμενον. Οὐ γὰρ τοιοῦτοι τοῦ βασιλέως οἱ σωματοφύλακες ἀκριβεῖς, ὡς οὗτοι. Οἱ μὲν γὰρ ἀνάγκῃ καὶ φόβῳ τὴν φυλακὴν ἐπιδείκνυνται, οἱ δὲ εὐνοίᾳ καὶ ἀγάπῃ· πολλῷ δὲ φόβου τυραννικωτέρα αὕτη. Κἀκεῖνος μὲν τοὺς φύλακας αὐτοῦ δέδοικεν, οὗτος δὲ τούτοις μᾶλλον ἢ ἑαυτῷ θαῤῥεῖ, καὶ διὰ τούτους οὐδένα τῶν ἐπιβουλευόντων δέδοικεν. Ἐμπορευσώμεθα τοίνυν τὴν ἐμπορίαν ταύτην, ὁ πένης, ἵνα τῆς πενίας ἔχῃ παραμυθίαν· ὁ πλούσιος, ἵνα τὸν πλοῦτον ἐν ἀσφαλείᾳ κεκτημένος ᾖ· ὁ ἄρχων, ἵνα μετὰ ἀσφαλείας ἄρχῃ· ὁ ἀρχόμενος, ἵνα εὐμενεῖς ἔχῃ τοὺς ἄρχοντας. Τοῦτο ἡμερότητος ἀφορμὴ, τοῦτο πραότητος ὑπόθεσις. Ἐπεὶ καὶ ἐν τοῖς θηρίοις ἐκεῖνα μάλιστά ἐστι χαλεπὰ καὶ ἀτίθασσα, τὰ μὴ συναγελαζόμενα. Διὰ τοῦτο πόλεις οἰκοῦμεν, καὶ ἀγορὰς ἔχομεν, ἵνα ἀλλήλοις συγγινώμεθα. Τοῦτο καὶ Παῦλος ἐκέλευσε λέγων· Μὴ ἐγκαταλιμπάνοντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὡς μόνωσις κακὸν, καὶ τὸ ἄσπονδον καὶ ἀπρόσιτον. Τί οὖν οἱ μοναχοὶ, φησὶ, καὶ οἱ τὰς κορυφὰς τῶν ὀρέων κατειληφότες; Οὐδὲ ἐκεῖνοι φίλων εἰσὶ χωρὶς, ἀλλὰ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς ἔφυγον θορύβους, πολλοὺς δὲ ἔχουσιν ὁμοψύχους, καὶ ἀκριβῶς ἀλλήλοις συνδεδεμένους· καὶ ἵνα τοῦτο κατορθώσωσιν, ἀνεχώρησαν. Ἐπειδὴ γὰρ ἡ τῶν πραγμάτων φιλονεικία πολλὰς ποιεῖ τὰς ἔριδας, διὰ τοῦτο ἐκ μέσου γενόμενοι τὴν ἀγάπην γεωργοῦσι μετὰ ἀκριβείας πολλῆς. Τί οὖν, εἴ τις μόνος εἴη, φησὶ, κἀκεῖνος μυρίους ἔχει φίλους; Ἐγὼ μὲν γὰρ βούλομαι, εἰ δυνατὸν, καὶ συνδιατρίβειν ἀλλήλοις εἰδέναι· τέως δὲ μενέτω τὰ τῆς φιλίας ἀκίνητα. Οὐ γὰρ ὁ τόπος ποιεῖ τοὺς φίλους. Πολλοὺς γοῦν ἔχουσι τοὺς θαυμάζοντας· οὐκ ἂν δὲ ἐθαύμασαν, εἰ μὴ ἐφίλουν. Καὶ αὐτοὶ πάλιν ὑπὲρ ἁπάσης εὔχονται τῆς οἰκουμένης, ὅπερ μέγιστον φιλίας ἐστὶ τεκμήριον. Διὰ τοῦτο καὶ ἐν τοῖς μυστηρίοις ἀσπαζόμεθα ἀλλήλους, ἵνα οἱ πολλοὶ γενώμεθα ἕν· καὶ ἐπὶ τῶν ἀμυήτων κοινὰς ποιούμεθα τὰς εὐχὰς, λιτανεύοντες ὑπὲρ νοσούντων, καὶ τῶν καρπῶν τῆς οἰκουμένης, καὶ γῆς καὶ θαλάττης. Ὁρᾷς πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν; ἐν ταῖς εὐχαῖς; ἐν τοῖς μυστηρίοις; ἐν ταῖς παραινέσεσι; Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν. Ἂν ταύτης ἐχώμεθα μετὰ ἀκριβείας, καὶ τὰ παρόντα καλῶς οἰκονομήσομεν, καὶ τῆς βασιλείας ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.