Ancient Greek · ~16 min
Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-78
Not analysed yet
Τί δέ ἐστι, Πάσης σαρκός; Οὐ γὰρ δὴ πάντες ἐπίστευσαν. Καὶ μὴν, τὸ αὐτοῦ μέρος, πάντες ἐπίστευσαν· εἰ δὲ μὴ προσεῖχον τοῖς λεγομένοις, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Εἰ δὲ καὶ ἐνταῦθα ἀνθρωπινώτερον φθέγγεται, μὴ θαυμάσῃς. Τῶν τε γὰρ εἰρημένων αἰτιῶν ἕνεκεν τοῦτο ποιεῖ, καὶ φυλαττόμενος ἀεὶ τὸ αὐτός τι περὶ ἑαυτοῦ λέγειν μέγα, ἐπειδὴ τοῦτο προσίστατο τοῖς ἀκροωμένοις, διὰ τὸ μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι τέως. Ὁ γοῦν Ἰωάννης, ὅταν ἐξ οἰκείου φθέγγηται προσώπου, οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐπὶ τὸ ὑψηλότερον ἀνάγει τὸν λόγον, οὕτω λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ ὅτι Ζωὴ ἦν, καὶ ὅτι Φῶς ἦν, καὶ ὅτι Εἰς τὰ ἴδια ἦλθεν· οὐχ ὅτι οὐκ εἶχεν ἐξουσίαν, εἰ μὴ ἔλαβεν· ἀλλ' ὅτι καὶ ἑτέροις ἔδωκεν Ἐξουσίαν τοῦ γενέσθαι τέκνα Θεοῦ. Καὶ ὁ Παῦλος ὁμοίως ἴσον αὐτὸν λέγει τῷ Θεῶ. Αὐτὸς δὲ ἀνθρωπινώτερον αἰτεῖ οὕτω λέγων· Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μόνον ἀληθινὸν Θεὸν, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν φησι. Καὶ γὰρ εἰς τὰ ἔθνη αὐτοὺς πέμπειν ἔμελλεν. Εἰ δὲ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τοῦτο μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν Θεὸν τὸν Υἱὸν, οὕτω προϊόντες καὶ τὸ Θεὸν εἶναι ἐκβάλλουσι. Καὶ γάρ φησι· Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε. Τί οὖν; οὐκ ἔσται Θεὸς ὁ Υἱός; Εἰ δὲ Θεὸς ὁ Υἱὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου, εὔδηλον ὅτι καὶ ἀληθινὸς, καὶ μόνου ἀληθινοῦ καλουμένου. Τί δέ; ὅταν λέγῃ Παῦλος· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας; ἆρα ἐκβάλλει τὸν Βαρνάβαν; Οὐδαμῶς· τὸ γὰρ, Μόνος, πρὸς ἀντιδιαστολὴν ἑτέρων κεῖται. Εἰ δὲ οὐκ ἀληθινὸς Θεὸς, πῶς ἀλήθεια; ἐπιπολὺ γὰρ τοῦ ἀληθινοῦ ἡ ἀλήθεια διαφέρει. Τὸν μὴ ἀληθινὸν ἄνθρωπον εἶναι τί ἐροῦμεν, εἰπέ μοι; οὐχὶ οὐδὲ ἄνθρωπον; Οὕτως, εἰ ἀληθινὸς Θεὸς οὐκ ἔστιν ὁ Υἱὸς, πῶς ἐστι Θεός; πῶς δὲ ἡμᾶς θεοὺς ποιεῖ καὶ υἱοὺς, μὴ ὢν ἀληθής; Ἀλλ' ὑπὲρ τούτων ἀκριβέστερον ἡμῖν ἐν ἑτέροις εἴρηται· διὸ τῶν ἑξῆς ἐχώμεθα. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καλῶς εἶπε, Ἐπὶ τῆς γῆς· ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν ἀγγέλων προσκυνούμενος. Οὐ τοίνυν περὶ ἐκείνης τῆς δόξης φησὶ, τῆς τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένης (ἐκείνην γὰρ τὴν δόξαν, κἂν μηδεὶς αὐτὸν δοξάσῃ, μένει πεπληρωμένην ἔχων), ἀλλὰ ταύτην φησὶ τὴν ἀπὸ τῆς τῶν ἀνθρώπων λατρείας γινομένην. Οὐκοῦν καὶ τὸ, Δόξασόν με, τοιοῦτόν ἐστιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτον τὸν τρόπον τῆς δόξης φησὶν, ἄκουσον τῶν ἑξῆς· Τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καίτοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχήν. Πῶς οὖν λέγει, Ἐτελείωσα; Ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα· ἢ ὅτι τὸ ἐσόμενον ὡς ἤδη γεγενημένον λέγει· ἢ ὃ μάλιστα πάντων ἐστὶν εἰπεῖν, ὅτι τὸ πᾶν ἦν ἤδη γεγενημένον τῷ τὴν ῥίζαν τῶν ἀγαθῶν καταβεβλῆσθαι, ᾗ πάντως ἐξ ἀνάγκης ἔμελλον ἕψεσθαι οἱ καρποὶ, καὶ τὸ τοῖς μέλλουσι μετὰ ταῦτα γίνεσθαι, αὐτὸν παρεῖναι καὶ συνεφάπτεσθαι. Διὰ τοῦτο πάλιν συγκαταβατικῶς φησιν. Ὃ ἔδωκάς μοι. Εἰ γὰρ δὴ περιέμενεν ἀκοῦσαι καὶ μαθεῖν, πολὺ ταῦτα τῆς δόξης αὐτοῦ ἀποδέοντα ἂν εἴη. Ὅτι γὰρ ἐξ οἰκείας ἐπὶ τοῦτο γνώμης ἦλθε, πολλαχόθεν δῆλον. Ὡς ὅταν λέγῃ Παῦλος, ὅτι Οὕτως ἠγάπησεν ἡμᾶς, ὥστε παραδοῦναι ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ, Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ πάλιν, Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ ποῦ ἡ δόξα ἐκείνη; ἔστω μὲν γὰρ, παρὰ ἀνθρώποις εἰκότως ἄδοξος ἦν διὰ τὸ περικείμενον ἔνδυμα· πῶς καὶ παρὰ Θεῷ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐνταῦθά φησι; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδόξαστο τῆς σαρκὸς ἡ φύσις, οὐδὲ ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐπὶ τῆς γῆς, ἀλλὰ, Παρὰ σοί.