Ancient Greek · ~20 min
Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-61
Not analysed yet
Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχωμεν, ἵνα καὶ συνδοξασθῶμεν. Μυρίων ἄρα ἄξιοι δακρύων οἱ, τοσαύτης προκειμένης δόξης, διὰ νωθείαν καὶ ὕπνον ἐπιβουλεύοντες ἑαυτοῖς· καὶ εἰ γέεννα μὴ ἦν, ἀθλιώτεροι πάντων, οἷς βασιλεῦσαι παρὸν καὶ συνδοξασθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τοσούτων ἑαυτοὺς ἀποστεροῦντες ἀγαθῶν. Εἰ γὰρ κατακοπῆναι ἔδει, εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους, εἰ μυρίας ἐπιδοῦναι ψυχὰς, καὶ τοσαῦτα σώματα καθ' ἑκάστην ἡμέραν· οὐκ ἔδει τοσαῦτα ὑποστῆναι ὑπὲρ τοσαύτης δόξης; Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν, ὧνπερ ὕστερον καὶ ἄκοντες ἀποστησόμεθα· οὐ καταφρονοῦμεν χρημάτων, τῶν μυρίοις ἡμᾶς περιβαλλόντων κακοῖς, τῶν ἐνταῦθα μενόντων, τῶν οὐχ ἡμῶν. Τὰ γὰρ οὐχ ἡμῶν διοικοῦμεν, κἂν πατρῷα ἔχωμεν. Ὅταν δὲ καὶ γέεννα προσῇ, καὶ σκώληξ ἀτελεύτητος, καὶ ἄσβεστον πῦρ, καὶ βρυγμὸς ὀδόντων· πῶς οἴσομεν ταῦτα; εἰπέ μοι. Μέχρι τίνος οὐ διαβλέπομεν, ἀλλ' εἰς μάχας καθημερινὰς, καὶ φιλονεικίας, καὶ λόγους ἀνονήτους τὸ πᾶν δαπανῶμεν, τὴν γῆν τρέφοντες, τὸ σῶμα πιαίνοντες, καὶ τῆς ψυχῆς ἀμελοῦντες, τῶν μὲν ἀναγκαίων οὐδένα ποιούμενοι λόγον, τῶν δὲ περιττῶν καὶ ἀνονήτων πολλὴν τὴν φροντίδα; Καὶ λαμπροὺς μὲν οἰκοδομοῦμεν τάφους, καὶ ὠνούμεθα πολυτελεῖς οἰκίας, καὶ παντοδαπῶν οἰκετῶν ἀγέλας περισύρομεν, καὶ οἰκονόμους διαφόρους ἐπινοοῦμεν, ἀγρῶν, οἰκιῶν, χρημάτων ἄρχοντας, καὶ ἄρχοντας ἀρχόντων καθιστῶντες· τῆς δὲ ψυχῆς ἠρημωμένης οὐδεὶς ἡμῖν λόγος. Καὶ τί τούτων ἔσται τὸ πέρας; οὐχὶ μίαν γαστέρα πληροῦμεν; οὐχὶ ἓν σῶμα περιβάλλομεν; τίς ὁ πολὺς τῶν πραγμάτων θόρυβος; τί δήποτε, καὶ διατί τὴν ψυχὴν, ἣν ἐλάχομεν, κατακόπτομεν, σπαράττομεν εἰς τὴν τῶν τοιούτων λειτουργίαν, χαλεπὴν ἑαυτοῖς ἐπινοοῦντες δουλείαν; Ὁ γὰρ πολλῶν δεόμενος, πολλῶν δοῦλός ἐστι, κἂν δοκῇ κρατεῖν τούτων. Ἐπεὶ καὶ τῶν οἰκετῶν δοῦλός ἐστιν ὁ δεσπότης, καὶ θεραπείας ἕτερον εἰσφέρει τρόπον μείζονα· καὶ ἄλλως δὲ δοῦλος, χωρὶς ἐκείνων οὐκ εἰς ἀγορὰν ἐμβαλεῖν τολμῶν. οὐκ εἰς βαλανεῖον, οὐκ εἰς ἀγρόν· οὗτοι δὲ πολλάκις χωρὶς ἐκείνου πανταχοῦ περιίασιν. Ἀλλ' ὁ δοκῶν εἶναι κύριος, ἂν μὴ παρῶσιν οἱ δοῦλοι, οὐ τολμᾷ προελθεῖν οἴκοθεν, ἀλλὰ κἂν προκύψῃ τῆς οἰκίας μόνος, καταγέλαστον ἑαυτὸν εἶναι νομίζει. Τάχα τινὲς γελῶσιν ἡμᾶς ταῦτα λέγοντας· ἀλλὰ δι' αὐτὸ μὲν τοῦτο μυρίων δακρύων ἄξιοι ἂν εἶεν. Ὅτι γὰρ δουλεία τοῦτο, ἡδέως ἄν σε ἐροίμην· ἐβούλου δεῖσθαι τοῦ τὸν ψωμὸν τῷ στόματί σου προστιθέντος, ἢ τὴν κύλικα τοῖς χείλεσι προσάγοντος; οὐχὶ δακρύων ἐνόμιζες ἀξίαν εἶναι τὴν διακονίαν ταύτην; Τί δὲ, εἰ βασταζόντων τινῶν ἐδέου πρὸς τὸ βαδίζειν διηνεκῶς, οὐκ ἂν σεαυτὸν ἐλεεινὸν καὶ ἀθλιώτερον ταύτῃ πάντων ἐνόμισας; Οὐκοῦν καὶ νῦν οὕτω διακεῖσθαι ἔδει. Οὐδὲν γὰρ διαφέρει, εἴτε ὑπὸ ἀλόγων, εἴτε ὑπὸ ἀνθρώπων ταῦτά τις πάσχει. Τί δὲ, εἰπέ μοι, οὐχὶ καὶ ταύτῃ διεστήκασιν ἡμῶν οἱ ἄγγελοι, ὅτι οὐ δέονται ὅσων ἡμεῖς; Οὐκοῦν ὅσῳ μὲν ἂν ἐλαττόνων δεόμεθα, τοσούτῳ πρὸς ἐκείνους ὁδεύομεν· ὅσῳ δὲ ἂν πλειόνων, τοσούτῳ πρὸς τὸν ἐπίκηρον τοῦτον καταπίπτομεν βίον. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, ἐρώτησον τοὺς γεγηρακότας ποῖον μακαρίζουσι βίον, τὸν ὅτε ἐκρατοῦντο μάτην, ἢ τὸν ὅτε αὐτῶν κρατοῦσι νῦν; Διὰ γὰρ τοῦτο αὐτοὺς ἐκείνους ἐκαλέσαμεν, ἐπειδὴ οἱ ἐν νεότητι μεθύοντες οὐδὲ ἴσασι τῆς δουλείας τὴν ὑπερβολήν. Τί δὲ οἱ πυρέττοντες, ὅταν πολλὰ διψῶντες πολλὰ πίνωσι καὶ πολλῶν δέωνται, ἢ ὅταν ὑγιάναντες ἀπαλλαγῶσι τῆς ἐπιθυμίας, ἑαυτοὺς μακαρίζουσιν; Ὁρᾷς, ὅτι πανταχοῦ τὸ πολλῶν δεῖσθαι ἐλεεινὸν, καὶ πόῤῥω φιλοσοφίας, καὶ δουλείας καὶ ἐπιθυμίας ἐπίτασις; Τί τοίνυν ἑκόντες ἐπιτείνομεν ἑαυτοῖς ἀθλιότητα; Εἰπὲ γάρ μοι, εἴ γε ἦν χωρὶς στέγης καὶ τοίχων μηδὲν βλαπτόμενον οἰκεῖν, οὐκ ἂν εἵλου τοῦτο μᾶλλον; τίνος οὖν ἕνεκεν τὰ σύμβολα τῆς ἀσθενείας ἐπιτείνεις; Οὐ διὰ τοῦτο τὸν Ἀδὰμ μακαρίζομεν, ὅτι οὐδενὸς ἐδεῖτο, οὐκ οἰκημάτων, οὐκ ἐνδύματων; Ναὶ, φησίν· ἀλλὰ νῦν ἐν χρείᾳ καθεστήκαμεν. Τί τοίνυν τὴν χρείαν αὔξομεν; Εἰ γὰρ πολλοὶ καὶ τῶν τῆς χρείας πολλὰ περικόπτουσι (δούλους λέγω, καὶ οἰκήματα, καὶ χρήματα), τίνα ἂν ἔχοιμεν ἀπολογίαν, τὴν χρείαν ὑπερβαίνοντες; Ὅσῳ ἂν πλείονα περιβάλλῃ, τοσούτῳ δουλικώτερος γέγονας. Ὅσῳ γὰρ ἂν πλειόνων δεηθῇς, τοσούτῳ τὴν ἐλευθερίαν ἐπετέμου. Ἡ μὲν γὰρ ἀκριβὴς ἐλευθερία, τὸ μηδενὸς ὅλως δεῖσθαι· ἡ δὲ μετ' ἐκείνην, τὸ ὀλίγων δεῖσθαι, ἣν ἄγγελοι μάλιστα ἔχουσι καὶ οἱ τούτων μιμηταί. Τὸ δὲ καὶ ἐν θνητῷ σώματι μένοντας κατορθῶσαι τοῦτο, ἐννόησον ἡλίκον ἔχει τὸν ἔπαινον. Τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Κορινθίοις γράφων· Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Ἵνα μὴ θλίψιν τῇ σαρκὶ ἔξωσιν οἱ τοιοῦτοι. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν καὶ κατορύττωμεν· τοῦτο γὰρ οὐκ ἔστι κτήσασθαι, ἀλλὰ κτηθῆναι. Εἰ γὰρ τοῦτο μέλλοιμεν σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσαιμεν, οὐχ ἵνα ἀπολαύσωμεν εἰς δέον, ἀνέστραπται ἡ τάξις, καὶ ἐκεῖνα ἡμᾶς κέκτηται, οὐχ ἡμεῖς ἐκεῖνα. Ἀπαλλαγῶμεν τοίνυν τῆς χαλεπῆς ταύτης δουλείας, καὶ γενώμεθά ποτε ἐλεύθεροι. Τί μυρίους ἑαυτοῖς ἐπινοοῦμεν καὶ ποικίλους δεσμούς; Οὐκ ἀρκεῖ σοι τῆς φύσεως ὁ δεσμὸς, καὶ τῆς ζωῆς ἡ ἀνάγκη, καὶ ὁ τῶν μυρίων πραγμάτων ὄχλος· ἀλλὰ καὶ ἕτερα σεαυτῷ πλέκεις δίκτυα, καὶ τοῖς ποσὶ περιβάλλεις; Καὶ πότε ἐπιλήψῃ τοῦ οὐρανοῦ, καὶ πρὸς τὸ ὕψος στῆναι ἐκεῖνο δυνήσῃ; Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, πάντα ταῦτα διακόψαντα τὰ σχοινία δυνηθῆναι ἐπιλαβέσθαι τῆς ἄνω πόλεως· τοσαῦτα ἕτερά ἐστι τὰ κωλύματα· ἅπερ ἵνα νικήσωμεν ἅπαντα, τῆς εὐτελείας ἐχώμεθα. Οὕτω γὰρ ἐπιληψόμεθα καὶ τῆς αἰωνίου ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.