Ancient Greek · ~20 min
Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-82
Not analysed yet
Ὅρα διὰ πόσων ὁ δικαστὴς ἀπολογεῖται, συνεχῶς αὐτὸν ἀπαλλάττων ἐγκλημάτων· ἀλλὰ τοὺς κύνας οὐδὲν τούτων ἐνέτρεψε. Καὶ γὰρ τὸ, Λάβετε καὶ σταυρώσατε, ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωρημένον αὐτοῖς ὠθοῦντος. Αὐτοὶ μὲν οὖν ἤγαγον αὐτὸν, ἵνα μετὰ τῆς τοῦ ἄρχοντος κρίσεως τοῦτο γένηται· συνέβη δὲ τοὐναντίον, ἀπὸ τῆς κρίσεως τοῦ ἄρχοντος αὐτὸν ἀπολύεσθαι μᾶλλον. Εἶτα, ἐπειδὴ κατῃσχύνθησαν, Ἡμεῖς νόμον ἔχομεν, φησὶ, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Πῶς οὖν, εἰπόντος τοῦ δικαστοῦ, Λάβετε αὐτὸν, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, ἐλέγετε· Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα· ἐνταῦθα δὲ ἐπὶ τὸν νόμον καταφεύγετε; Καὶ σκόπει τὴν κατηγορίαν. Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Τοῦτο ἔγκλημα, εἰπέ μοι, τὸ τὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ πράττοντα λέγειν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ; Τί οὖν ὁ Χριστός; Καὶ ταῦτα πρὸς ἀλλήλους διαλεγομένων αὐτῶν ἐσίγα, πληρῶν τὸ προφητικὸν ἐκεῖνο, Οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα Πιλᾶτος μὲν φοβεῖται, παρ' αὐτῶν ἀκούσας ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησε, καὶ δέδοικε μήποτε ᾖ ἀληθὲς τὸ λεγόμενον, καὶ δόξῃ παρανομεῖν· αὐτοὶ δὲ διὰ πραγμάτων καὶ ῥημάτων τοῦτο μαθόντες οὐ πεφρίκασιν, ἀλλ' ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν. Διὰ τοῦτο οὐκέτι αὐτὸν ἐρωτᾷ, Τί ἐποίησας; ἀλλ' ἄνωθεν πάλιν ὑπὸ τοῦ φόβου κατασειόμενος ποιεῖται τὴν ἐξέτασιν, λέγων· Εἰ σὺ εἶ ὁ Χριστός; Ἀλλ' οὐκ ἀπεκρίνατο. Ὁ γὰρ ἀκούσας, ὅτι Εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἦλθον, καὶ, ὅτι Ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν, καὶ ὀφείλων ἀντιστῆναι καὶ ἐξελέσθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ Ἰουδαϊκῇ ὁρμῇ. Εἶτα ἐκεῖνοι πάντοθεν ἐπιστομιζόμενοι, ἐπὶ δημόσιον ἔγκλημα τὸν λόγον ἐξάγουσι, λέγοντες· Ὁ ποιῶν ἑαυτὸν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Ἐχρῆν οὖν τοῦτο ἐξετάσαι μετὰ ἀκριβείας, εἴ γε τυραννίδι ἐπέθετο, καὶ τὸν Καίσαρα τῆς βασιλείας ἐκβαλεῖν ἐπεχείρησεν. Ἀλλ' οὐ ποιεῖται τὴν ἐξέτασιν μετὰ ἀκριβείας. Διὰ τοῦτο οὐδὲν αὐτῷ ἀπεκρίνατο, ἐπειδὴ ᾔδει εἰκῆ πάντα ἐρωτῶντα. Καὶ ἄλλως δὲ, τῶν ἔργων μαρτυρούντων αὐτῷ, οὐκ ἐβούλετο διὰ λόγου νικᾷν καὶ ἀπολογίαν συντιθέναι, δεικνὺς ὅτι ἑκὼν ἐπὶ τοῦτο ἔρχεται. Ἐπεὶ οὖν ἐσίγησε, φησὶν ὁ Πιλᾶτος· Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε; Ὁρᾷς πῶς ἑαυτὸν προκατέκρινεν; Εἰ γὰρ ἐν σοὶ τὸ πᾶν κεῖται, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπολύεις; Ἐπεὶ οὖν καθ' ἑαυτοῦ τὴν ἀπόφασιν ἐξήνεγκε, τότε λέγει· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι· δεικνὺς, ὅτι καὶ αὐτὸς ὑπεύθυνος ἁμαρτίᾳ ἐστίν. Εἶτα κατασπῶν αὐτοῦ τὸ φρόνημα καὶ τὸν τῦφον, φησίν· Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον· δηλῶν οὐχ ἁπλῶς καὶ κατὰ τὴν τῶν πολλῶν ἀκολουθίαν τοῦτο γινόμενον, ἀλλὰ μυστικῶς ἐπιτελούμενον. Ἵνα δὲ μὴ ἀκούσας, Εἰ μὴ ἦν σοι δεδομένον, νομίσῃ τοῦ παντὸς ἀπηλλάχθαι ἐγκλήματος, διὰ τοῦτο εἶπε· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Καὶ μὴν εἰ δεδομένον ἦν, οὔτε οὗτος, οὔτε ἐκεῖνοι ὑπεύθυνοι ἐγκλημάτων. Εἰκῆ ταῦτα λέγεις· τὸ γὰρ Δεδομένον ἐνταῦθα τὸ Συγκεχωρημένον ἐστίν· ὡσανεὶ ἔλεγεν· Εἴασε ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς πονηρίας ἐκτὸς ὑμεῖς. Κατέπληξεν αὐτὸν διὰ τῶν ῥημάτων, καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν· ὅθεν καὶ ἐζήτει αὐτὸν ἀπολῦσαι ἐκεῖνος. Ἀλλ' αὐτοὶ πάλιν ἔκραζον· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Ἐπειδὴ γὰρ ἀπὸ τοῦ νόμου παραγαγόντες ἐγκλήματα, οὐδὲν ὤνησαν, κακούργως ἐπὶ τοὺς ἔξω τρέπονται νόμους, λέγοντες· Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ποῦ οὗτος τύραννος ἐφάνη; πόθεν δὲ ἔχετε δεῖξαι τοῦτο; ἀπὸ τῆς ἁλουργίδος; ἀπὸ τοῦ διαδήματος· ἀπὸ τοῦ σχήματος; ἀπὸ τῶν στρατιωτῶν; οὐχὶ μόνος ἀεὶ μετὰ τῶν δώδεκα μαθητῶν ἐβάδισε, πάντα εὐτελῶς μετιὼν, καὶ τροφὴν, καὶ στολὴν, καὶ οἴκησιν; Ἀλλ' ὢ τῆς ἀναιδείας καὶ τῆς ἀκαίρου δειλίας. ὁ γὰρ Πιλᾶτος, νομίσας κινδυνεύειν λοιπὸν, εἰ παρίδοι ταῦτα, ἐξέρχεται μὲν ὡς ἐξετάζων τὸ πρᾶγμα (τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου)· οὐδεμίαν δὲ ποιησάμενος ἐξέτασιν, παραδίδωσιν αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς. Ὅτι γὰρ οὕτως αὐτὸ ἐποίει, ἄκουσον τί φησιν· Ἴδε ὁ βασιλεὺς ὑμῶν. Ἐπειδὴ δὲ εἶπον ἐκεῖνοι, Σταύρωσον, πάλιν ἐπήγαγε λέγων· Τὸν βασιλέα ὑμῶν σταυρώσω, Οἱ δὲ ἔκραζον, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Ἑκόντες ἑαυτοὺς ὑπέβαλον τῇ κολάσει. Διὰ τοῦτο καὶ ὁ Θεὸς αὐτοὺς παρέδωκεν, ὅτε καὶ αὐτοὶ πρῶτοι τῆς προνοίας αὐτοῦ καὶ τῆς ἐπιστασίας ἑαυτοὺς ἐξέβαλον. Καὶ ἐπειδὴ ὁμοφώνως ἠρνήσαντο τὴν βασιλείαν, εἴασεν αὐτοὺς ταῖς ἑαυτῶν ψήφοις περιπεσεῖν. Καίτοι τὰ λεγόμενα ἱκανὰ παῦσαι τῆς ὀργῆς αὐτοὺς λοιπόν. Ἀλλ' ἐδεδοίκεσαν, μὴ πάλιν ἀφεθεὶς ὀχλαγωγήσῃ, καὶ πάντα ὑπὲρ τούτου ἔπραττον. Δεινὸν γὰρ ἡ φιλαρχία, δεινὸν καὶ ψυχὴν ἱκανὸν ἀπολέσαι. Διὰ τοῦτο οὐδέποτε αὐτοῦ ἤκουσαν. Ἀλλ' ὁ μὲν Πιλᾶτος ἀπὸ ψιλῶν ῥημάτων ἐβούλετο ἀφεῖναι· οὗτοι δὲ ἔγκεινται λέγοντες, Σταύρωσον. Καὶ τί δήποτε οὕτως ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἐπονείδιστος οὗτος ὁ θάνατος ἦν. Δεδοικότες οὖν μή τις αὐτοῦ μετὰ ταῦτα γένηται μνήμη, σπουδάζουσι καὶ ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες, ὅτι διὰ τῶν κωλυμάτων αἴρεται ἡ ἀλήθεια. Ὅτι γὰρ τοῦτο ὑπώπτευον, ἄκουσον τί φασιν· Ἡμεῖς ἠκούσαμεν, ὅτι [ὁ] πλάνος ἐκεῖνος εἶπεν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Διὰ τοῦτο πάντα ἐκύκων, ἄνω καὶ κάτω στρέφοντες, ὥστε τὰ μετὰ ταῦτα λυμήνασθαι· καὶ συνεχῶς ἐπεβόων, Σταύρωσον, δῆμος ἄτακτος ὑπὸ τῶν ἀρχόντων διεφθαρμένος.