Ancient Greek · ~19 min
Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-65
Not analysed yet
Ἡμεῖς δὲ μὴ μόνον ἀναγινώσκωμεν ταῦτα, ἀλλὰ καὶ ἐπὶ τῆς διανοίας φέρωμεν αὐτὰ, τὸν στέφανον τὸν ἀκάνθινον, τὸ ἱμάτιον, τὸν κάλαμον, τὰ ῥαπίσματα, τὰς ἐπὶ κόῤῥης πληγὰς, τὰ ἐμπτύσματα, τὴν εἰρωνείαν. Ἱκανὰ γὰρ ταῦτα συνεχῶς στρεφόμενα ἅπασαν ὀργὴν καθελεῖν. Κἂν χλευαζώμεθα, κἂν ἀδίκως τι πάσχωμεν, συνεχῶς λέγωμεν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· καὶ τὰ παρὰ τῶν Ἰουδαίων λεγόμενα προφέρωμεν εἰς μέσον, ἅπερ ἐφθέγξαντο λυττῶντες καὶ λέγοντες, ὅτι Δαιμόνιον ἔχεις· καὶ, Σαμαρείτης εἶ σύ· καὶ, ὅτι Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. Διὰ γὰρ τοῦτο ταῦτα πάντα ὑπέμεινεν, ἵνα αὐτοῦ κατ' ἴχνος βαίνωμεν ἡμεῖς, καὶ σκώμματα φέρωμεν, ἃ μάλιστα τῶν λοιδοριῶν ἐξίστησιν. Ἀλλ' ὅμως αὐτὸς οὐ μόνον ἔφερε ταῦτα, ἀλλὰ καὶ πάντα ἔπραττεν, ὥστε σῶσαι καὶ ἀπαλλάξαι τοὺς ταῦτα ποιοῦντας τῆς ἀποκειμένης κολάσεως. Καὶ γὰρ καὶ τοὺς ἀποστόλους ἐπὶ τῇ τούτων ἔπεμψε σωτηρίᾳ. Ἀκούεις γοῦν αὐτῶν λεγόντων, ὅτι «Οἴδαμεν ὅτι κατὰ ἄγνοιαν ἐπράξατε,» καὶ διὰ τούτων εἰς μετάνοιαν αὐτοὺς ἑλκόντων. Ταῦτα καὶ ἡμεῖς ζηλώσωμεν. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεω ποιεῖ, ὡς τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, καὶ εὖ ποιεῖν τοὺς ἐπηρεάζοντας. Ὅταν τις ἐπηρεάζῃ, μὴ πρὸς αὐτὸν ἴδῃς, ἀλλὰ πρὸς τὸν κινοῦντα δαίμονα, καὶ τὴν ὀργὴν ἅπασαν κατ' ἐκείνου κένωσον· αὐτὸν δὲ καὶ ἐλέει τὸν ὑπ' ἐκείνου κινούμενον. Εἰ γὰρ τὸ ψεῦδος ἀπὸ τοῦ διαβόλου, καὶ τὸ ὀργίζεσθαι εἰκῆ πολλῷ μᾶλλον ἐκεῖθεν. Ὅταν κωμῳδοῦντα ἴδῃς, ἐννόησον ὅτι ὁ διάβολός ἐστιν αὐτὸν ὁ κινῶν. Οὐ γὰρ Χριστιανῶν τὰ σκώμματα. Ὁ γὰρ κελευσθεὶς πενθεῖν, καὶ ἀκούων, Οὐαὶ οἱ γελῶντες. εἶτα ὀνειδίζων καὶ σκώπτων καὶ διακαιόμενος, οὐ τοῦ λοιδορεῖσθαι παρ' ἡμῶν, ἀλλὰ θρηνεῖσθαι ἄξιος, ἐπεὶ καὶ ὁ Χριστὸς ἐταράχθη τὸν Ἰούδαν ἐννοήσας. Ταῦτα οὖν ἅπαντα μελετῶμεν ἐπὶ τῶν ἔργων. Ἂν γὰρ ταῦτα μὴ κατορθώσωμεν, εἰκῆ καὶ μάτην εἰς τὸν κόσμον ἤλθομεν· μᾶλλον δὲ καὶ ἐπὶ κακῷ. Οὐ γάρ ἐστιν ἡ πίστις ἱκανὴ εἰς τὴν βασιλείαν εἰσαγαγεῖν, ἀλλὰ καὶ ταύτῃ μάλιστα κατακρῖναι τοὺς βίον φαῦλον ἐπιδεικνυμένους ἔχει. Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· καὶ πάλιν, Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, ἐντὸς τῶν βασιλείων γινόμενοι, καὶ εἰς τὰ ἄδυτα διακύψαι καταξιωθέντες, καὶ κοινωνοὶ καταστάντες μυστηρίων ἁμαρτιῶν ἀπαλλαττόντων, τῶν οὐδενὸς τούτων μετεσχηκότων Ἑλλήνων γινόμενοι χείρους; Εἰ γὰρ ἐκεῖνοι διὰ δόξαν κενὴν τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, πολλῷ μᾶλλον ἡμᾶς διὰ τὸ τῷ Θεῷ δοκοῦν χρὴ πᾶσαν ἀρετὴν ἐπιέναι. Νῦν δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν· ἀλλ' ἐκεῖνοι μὲν καὶ τῆς ἑαυτῶν πολλάκις ὑπερεῖδον ψυχῆς, καὶ παῖδας ἐπέδωκαν ἐν πολέμοις τῇ τῶν δαιμόνων μανίᾳ, καὶ τῆς φύσεως κατεφρόνησαν διὰ τοὺς δαίμονας· ἡμεῖς δὲ οὐδὲ ἀργυρίου διὰ τὸν Χριστὸν, οὐδὲ ὀργῆς διὰ τὸ δοκοῦν τῷ Θεῷ, ἀλλὰ φλεγμαίνομεν, καὶ πυρεττόντων οὐδὲν ἄμεινον διακείμεθα. Καὶ καθάπερ ἐκεῖνοι τῷ κακῷ κατεχόμενοι διακαεῖς εἰσιν, οὕτω καὶ ἡμεῖς, ὥσπερ ἀπὸ πυρός τινος ἀγχόμενοι, οὐδαμοῦ τῆς ἐπιθυμίας στῆναι δυνάμεθα, καὶ ὀργὴν καὶ φιλοχρηματίαν αὔξοντες. Διὰ ταῦτα αἰσχύνομαι καὶ ἐκπλήττομαι, παρὰ μὲν Ἕλλησι βλέπων χρημάτων ὑπερορῶντας, παρὰ δὲ ἡμῖν μαινομένους ἅπαντας. Εἰ γὰρ καὶ τούτων εὕροιμέν τινας καταφρονοῦντας, ἀλλ' ἑτέροις ἁλίσκονται, θυμῷ καὶ βασκανίᾳ· καὶ πρᾶγμα δύσκολον, καθαρὰν φιλοσοφίαν εὑρεῖν. Τὸ δὲ αἴτιον, οὐ σπουδάζομεν τὰ φάρμακα λαβεῖν παρὰ τῶν Γραφῶν, οὐδὲ μετὰ κατανύξεως αὐταῖς προσέχομεν, καὶ ὀδύνης καὶ στεναγμοῦ, ἀλλ' ἁπλῶς, εἴποτε σχολὴν ἀγάγοιμεν. Διὰ τοῦτο, ἐπειδὰν πολὺς φορυτὸς ἔλθῃ βιωτικῶν πραγμάτων, ἐπικλύζει πάντα, καὶ εἴ τι γέγονε κέρδος, ἀπόλλυσιν. Οὐδὲ γὰρ, εἴ τις τραῦμα ἔχων, εἶτα φάρμακον ἐπιτιθεὶς, μὴ μετὰ ἀκριβείας ἐπιδήσειεν, ἀλλ' ἐάσειεν ἐκπεσεῖν, καὶ ὕδατι, καὶ κόνει, καὶ αὐχμῷ, καὶ μυρίοις ἑτέροις τοῖς δυναμένοις ἐπιτρίψαι τὸ ἕλκος ἑαυτοῦ ἐκδοίη, γενήσεταί τι πλέον αὐτῷ· ἀλλὰ οὐ παρὰ τὴν τῶν φαρμάκων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν. Τοῦτο καὶ ἡμῖν συμβαίνειν εἴωθεν, ὅταν τοῖς μὲν θείοις λογίοις μικρὸν προσέχωμεν, τοῖς δὲ βιωτικοῖς ἀθρόον ἑαυτοὺς ἐκδῶμεν καὶ διηνεκῶς. Οὕτω γὰρ ὁ σπόρος ἀποπνίγεται πᾶς, καὶ πάντα ἄκαρπα γίνεται. Ἵν' οὖν μὴ τοῦτο γένηται, μικρὸν διαβλέψωμεν, ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, καὶ κατανεύσωμεν εἰς τὰ μνήματα καὶ τὰς σοροὺς τῶν ἀπελθόντων. Καὶ ἡμᾶς γὰρ τὸ αὐτὸ μένει τέλος, καὶ αὐτὴ τῆς ἀποδημίας ἀνάγκη πολλάκις πρὸ τῆς ἑσπέρας ἡμῖν ἐπιστήσεται. Παρασκευαζώμεθα τοίνυν πρὸς τὴν ἔξοδον ταύτην. Καὶ γὰρ πολλῶν ἡμῖν δεῖ τῶν ἐφοδίων· ἐπεὶ καὶ πολὺ τὸ καῦμα ἐκεῖ, πολὺς ὁ αὐχμὸς, πολλὴ ἡ ἐρημία. Οὐκ ἔστιν εἰς πανδοχεῖον καταλῦσαι λοιπόν· οὐκ ἔστιν ἀγοράσαι τι, μὴ πάντα ἐντεῦθεν λαβόντα. Ἄκουσον γοῦν τί λέγουσιν αἱ παρθένοι· Ὑπάγετε πρὸς τοὺς πωλοῦντας· ἀλλ' οὐχ εὗρον ἀπελθοῦσαι. Ἄκουσον τί φησιν ὁ Ἀβραὰμ, ὅτι Χάσμα μεταξὺ ἡμῶν καὶ ὑμῶν. Ἄκουσον τί φησιν ὁ Ἰεζεκιὴλ περὶ τῆς ἡμέρας ἐκείνης, ὅτι Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ τοὺς υἱοὺς αὐτῶν οὐ μὴ ῥύσονται. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τούτων ἀκοῦσαι τῶν ῥημάτων, ἀλλ' ἀρκοῦντα τῆς αἰωνίου ζωῆς λαβόντας ἐντεῦθεν τὰ ἐφόδια, μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.