Ancient Greek · ~19 min
Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν, καὶ ἤγαγον αὐτόν. Καὶ βαστάζων τὸν σταυρὸν ἑαυτοῦ, ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, Ἑβραϊστὶ δὲ Γολγοθὰ, ὅπου αὐτὸν ἐσταύρωσαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-83
Not analysed yet
Τινὲς δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου φασὶ τὸν εὐαγγελιστὴν ἱστορεῖν. Ἐπειδὴ γὰρ ἐν Παλαιστίνῃ δύο ῥάκη συμβάλλοντες, οὕτως ὑφαίνουσι τὰ ἱμάτια, δηλῶν ὁ Ἰωάννης, ὅτι τοιοῦτος ἦν ὁ χιτωνίσκος, φησὶν, Ἐκ τῶν ἄνωθεν ὑφαντός. Τοῦτο δὲ ἐμοὶ δοκεῖ λέγειν, αἰνιττόμενος τὸ εὐτελὲς τῶν ἱματίων, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ ἐν τῇ στολῇ τὸ λιτὸν ἐδίωκε σχῆμα. Καὶ οἱ μὲν στρατιῶται ταῦτα ἐποίουν· αὐτὸς δὲ σταυρούμενος παρατίθεται τὴν μητέρα αὐτοῦ τῷ μαθητῇ, παιδεύων ἡμᾶς μέχρις ἐσχάτης ἀναπνοῆς πᾶσαν ποιεῖσθαι ἐπιμέλειαν τῶν γεγεννηκότων. Ὅτε μὲν οὖν ἀκαίρως ἠνόχλησε, λέγει· Τί ἐμοὶ καὶ σοὶ, γύναι; καὶ, Τίς ἐστιν ἡ μήτηρ μου; ἐνταῦθα δὲ πολλὴν τὴν φιλοστοργίαν ἐπιδείκνυται, καὶ παρατίθεται αὐτὴν τῷ μαθητῇ ὃν ἠγάπα. Πάλιν ἑαυτὸν κρύπτει ὁ Ἰωάννης μετριάζων· εἰ γὰρ ἐβούλετο κομπάζειν, καὶ τὴν αἰτίαν ἂν ἐνέθηκε, δι' ἢν ἠγαπᾶτο· καὶ γὰρ εἰκὸς ἦν μεγάλην τινὰ εἶναι καὶ θαυμαστήν. Τίνος δὲ ἕνεκεν οὐδὲν ἕτερον τῷ Ἰωάννῃ διαλέγεται, οὐδὲ παραμυθεῖται αὐτὸν κατηφοῦντα; Ὅτι καιρὸς οὐκ ἦν τῆς τῶν ῥημάτων παρακλήσεως. Καὶ ἄλλως δὲ, οὐ μικρὸν ἦν τὸ τιμηθῆναι αὐτὸν τιμῇ τοιαύτῃ, καὶ τῆς παραμονῆς λαβεῖν τὸν μισθόν. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐσταυρωμένος ἅπαντα ἀταράχως ἔπραττε, τῷ μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποτείνων ἐλπίδας. Καίτοι γε πρὶν ἢ σταυρωθῆναι φαίνεται ἱδρῶν, ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν τοῦτό ἐστιν; Οὐδὲν ἄπορον, οὐδὲν ἀσαφές. Ἐκεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθένεια ἐδείχθη· ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία ἐδείκνυτο. Ἄλλως δὲ, καὶ ἡμᾶς δι' ἀμφοτέρων παιδεύει τούτων, κἂν πρὸ τῶν δεινῶν θορυβώμεθα, μὴ διὰ τοῦτο ἀφίστασθαι τῶν δεινῶν· ἐπειδὰν δὲ εἰς τὸν ἀγῶνα ἐμβῶμεν, πάντα ῥᾷστα καὶ εὔκολα ἡγεῖσθαι. Μὴ τοίνυν τρέμωμεν θάνατον· ἔχει μὲν γὰρ ἡ ψυχὴ κατὰ φύσιν τὸ φιλόζωον· ἀλλ' ἐν ἡμῖν κεῖται λοιπὸν ἢ λῦσαι ταύτης τὰ δεσμὰ, καὶ τὴν ἐπιθυμίαν ἀσθενῆ ποιῆσαι, ἢ δῆσαι, καὶ τυραννικωτέραν ἐργάσασθαι. Ὥσπερ γὰρ ἔχομεν τὴν ἐπιθυμίαν τῆς τῶν σωμάτων μίξεως, ὅταν δὲ φιλοσοφῶμεν, ἀσθενῆ ποιοῦμεν τὴν τυραννίδα· οὕτω καὶ ἐπὶ τῆς ζωῆς συμβαίνει. Καθάπερ γὰρ τὴν ἐπιθυμίαν τῶν σωμάτων ἐνέθηκε ταῖς παιδοποιίαις, συγκροτῶν ἡμῶν τὰς διαδοχὰς ὁ Θεὸς, οὐ κωλύων τὴν ἀνωτέρω τῆς ἐγκρατείας ὁδεύειν ὁδόν· οὕτω καὶ τὸν πόθον τῆς ζωῆς ἐνέσπειρε, κωλύων ἑαυτοὺς ἀναιρεῖν, οὐκ ἐμποδίζων δὲ ἡμῖν πρὸς τὸ τῆς παρούσης ζωῆς ὑπερορᾷν. Καὶ χρὴ ταῦτα εἰδότας τὰ μέτρα διατηρεῖν, καὶ μήτε αὐτομάτως ἐπὶ τὸν θάνατον ἰέναι ποτὲ, κἂν μυρία ἂν ἔχῃ δεινά· μήτε ἑλκομένους ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἀναδύεσθαι καὶ ὀκνεῖν, ἀλλὰ θαῤῥοῦντας ἀποδύεσθαι, τὴν μέλλουσαν τῆς παρούσης ζωῆς προτιμῶντες. Αἱ δὲ γυναῖκες παρειστήκεισαν τῷ σταυρῷ· καὶ τὸ ἀσθενέστερον γένος ἀνδρειότερον ἐφάνη τότε· οὕτω πάντα μετεσκευάζετο λοιπόν. Αὐτὸς δὲ τὴν μητέρα παραθέμενος, φησίν· Ἴδε ὁ υἱός σου. Βαβαὶ τῆς τιμῆς. ὅσῃ τὸν μαθητὴν ἐτίμησε τιμῇ. Ἐπειδὴ γὰρ αὐτὸς ἀπῄει λοιπὸν, τῷ μαθητῇ παρέδωκε τημελήσοντι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν, ἅτε μητέρα οὖσαν, ἀλγεῖν καὶ τὴν προστασίαν ζητεῖν, εἰκότως αὐτὴν ἐγχειρίζει τῷ ποθουμένῳ. Τούτῳ φησίν· Ἴδε ἡ μήτηρ σου. Ταῦτα δὲ ἔλεγε, συνάπτων αὐτοὺς εἰς ἀγάπην· ὅπερ οὖν καὶ ὁ μαθητὴς συνιεὶς, εἰς τὰ ἴδια αὐτὴν ἔλαβε. Διατί γὰρ μηδεμιᾶς ἄλλης ἐμνημόνευσε γυναικὸς, καίτοι καὶ ἑτέρα εἰστήκει; Διδάσκων ἡμᾶς πλέον τι νέμειν ταῖς μητράσιν. Ὥσπερ γὰρ ἐναντιουμένοις τοῖς γονεῦσι περὶ τὰ πνευματικὰ, οὐδὲ εἰδέναι χρή· οὕτως ὅταν μηδὲν ἐμποδίζωσιν, ἅπαν τὸ εἰκὸς ἀπονέμειν αὐτοῖς δεῖ, καὶ πρὸ τῶν ἄλλων αὐτοὺς τιθέναι, ἀνθ' ὧν ἔτεκον, ἀνθ' ὧν ἀνέθρεψαν, ἀνθ' ὧν μυρία ὑπέστησαν δεινά. Οὕτω καὶ Μαρκίωνος ἐπιστομίζει τὴν ἀναισχυντίαν. Εἰ γὰρ μὴ ἐγεννήθη κατὰ σάρκα, μηδὲ μητέρα ἔσχε, τίνος ἕνεκεν τοσαύτην περὶ αὐτὴν μόνην ποιεῖται πρόνοιαν; Μετὰ ταῦτα εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται· τουτέστιν, ὅτι οὐδὲν λείπει τῇ οἰκονομίᾳ. Πανταχοῦ γὰρ ἐσπούδακε καινὸν δεῖξαι τὸν θάνατον τοῦτον ὄντα, εἴ γε ἐν τῇ ἐξουσίᾳ τοῦ τελευτῶντος τὸ πᾶν ἔκειτο, καὶ οὐ πρότερον ἐπῄει τῷ σώματι ἡ τελευτὴ, ἕως ὅτε αὐτὸς ἐβούλετο· ἐβούλετο δὲ μετὰ τὸ πάντα πληρῶσαι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰδὼς οὖν πάντα πεπληρωμένα, λέγει, Διψῶ, πάλιν ἐνταῦθα προφητείαν πληρῶν. Σὺ δέ μοι τὸ μιαρὸν τῶν παρεστώτων ἐννόησον. Κἂν γὰρ μυρίους ἔχωμεν ἐχθροὺς, καὶ ἀνήκεστα πεπονθότες ὦμεν, ὁρῶντες αὐτοὺς ἀναιρουμένους, κατακαμπτόμεθα· οὗτοι δὲ οὐδὲ οὕτως ἐσπείσαντο πρὸς αὐτὸν, οὐδὲ τοῖς ὁρωμένοις γεγόνασιν ἥμεροι, ἀλλ' ἐξεθηριοῦντο μᾶλλον, καὶ τὴν εἰρωνείαν ἐπέτεινον· καὶ σπόγγῳ προσενέγκαντες ὄξος, οὕτως αὐτὸν ἐπότιζον, ὡς τοῖς καταδίκοις αὐτὸ προσφέρονται, ἐπεὶ καὶ τὸ ὕσσωπον διὰ τοῦτο πρόσκειται. Λαβὼν οὖν φησι, Τετέλεσται. Εἶδες ἀταράχως καὶ μετ' ἐξουσίας πάντα πράττοντα; Καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ πάντα ἀπηρτίσθη, Κλίνας τὴν κεφαλὴν (οὐδὲ γὰρ αὕτη προσήλωτο), τὸ πνεῦμα ἀφῆκε, τουτέστιν, ἀπέψυξε. Καίτοι οὐ μετὰ τὸ κλῖναι τὴν κεφαλὴν τὸ ἐκπνεῦσαι· ἐνταῦθα δὲ τοὐναντίον. Οὐδὲ γὰρ ἐπειδὴ ἐξέπνευσεν, ἔκλινε τὴν κεφαλὴν, ὅπερ ἐφ' ἡμῶν γίνεται· ἀλλ' ἐπειδὴ ἔκλινε τὴν κεφαλὴν, τότε ἐξέπνευσε. Δι' ὧν πάντων ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ὅτι τοῦ παντὸς Κύριος αὐτὸς ἦν.