Ancient Greek · ~20 min
Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν, καὶ ἤγαγον αὐτόν. Καὶ βαστάζων τὸν σταυρὸν ἑαυτοῦ, ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, Ἑβραϊστὶ δὲ Γολγοθὰ, ὅπου αὐτὸν ἐσταύρωσαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-84
Not analysed yet
Αἱ εὐπραγίαι τοὺς οὐ προσέχοντας δειναὶ καταβαλεῖν καὶ παρασῦραι. Οὕτως καὶ Ἰουδαῖοι παρὰ τὴν ἀρχὴν ἀπολαύοντες τῆς τοῦ Θεοῦ ῥοπῆς, τὸν νόμον τῆς τῶν ἐθνῶν βασιλείας ἐπεζήτουν, καὶ ἐν ἐρήμῳ μετὰ τὸ μάννα κρομμύων ἐμέμνηντο. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, τὴν βασιλείαν τοῦ Χριστοῦ παραιτούμενοι, τὴν τοῦ Καίσαρος ἐπ' αὐτοὺς ἐκάλουν. Τοιγάρτοι διὰ τοῦτο ἐπέστησεν αὐτοῖς βασιλέα κατὰ τὴν αὐτῶν ἀπόφασιν. Ἐπεὶ οὖν ταῦτα ἤκουσεν ὁ Πιλᾶτος, παρέδωκεν αὐτὸν ἵνα σταυρωθῇ· σφόδρα ἀλόγως. Δέον γὰρ ἐρωτῆσαι, εἴ γε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδα, ἀπὸ τοῦ φόβου μόνου τὴν ἀπόφασιν ἤνεγκε· καίτοι γε ἵνα μὴ τοῦτο πάθῃ, προλαβὼν ὁ Χριστός φησιν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀλλὰ τοῖς παροῦσιν ἑαυτὸν ὅλον δοὺς, οὐδὲν μέγα φιλοσοφῆσαι ἠθέλησε· καίτοι τὸ τῆς γυναικὸς ὄναρ ἱκανὸν ἦν αὐτὸν καταπλῆξαι. Ἀλλ' οὐδενὶ τούτων ἐγένετο βελτίων, οὐδὲ πρὸς τὸν οὐρανὸν εἶδεν, ἀλλὰ παρέδωκεν αὐτόν. Οἱ δὲ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν ὡς καταδίκῳ λοιπόν. Καὶ γὰρ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο. Οὕτω καὶ ἐν τῷ τύπῳ γέγονε· καὶ γὰρ ὁ Ἰσαὰκ τὰ ξύλα ἐβάστασεν. Ἀλλὰ τότε μὲν μέχρι τῆς γνώμης τοῦ πατρὸς ἔστη τὸ πρᾶγμα (τύπος γὰρ ἦν)· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν· ἀλήθεια γὰρ ἦν. Καὶ ἦλθεν εἰς τὸν Κρανίου τόπον. Τινές φασιν ἐκεῖ τὸν Ἀδὰμ τετελευτηκέναι καὶ κεῖσθαι· καὶ τὸν Ἰησοῦν ἐν τῷ τόπῳ, ἔνθα ὁ θάνατος ἐβασίλευσεν, ἐκεῖ καὶ τὸ τρόπαιον στῆσαι. Καὶ γὰρ τρόπαιον ἐξῄει βαστάζων τὸν σταυρὸν κατὰ τῆς τοῦ θανάτου τυραννίδος· καὶ καθάπερ οἱ νικηταὶ, οὕτω καὶ αὐτὸς ἐπὶ τῶν ὤμων ἔφερε τὸ τῆς νίκης σύμβολον. Τί γὰρ, εἰ καὶ ἑτέρᾳ γνώμῃ ἐπέταττον ταῦτα οἱ Ἰουδαῖοι; Σταυροῦσι δὲ αὐτὸν καὶ μετὰ λῃστῶν, ἄκοντες καὶ ἐν τούτῳ τὴν προφητείαν πληροῦντες. Ἃ γὰρ ὑβρίζοντες ἐποίουν οὗτοι, ταῦτα τῇ ἀληθείᾳ συνετέλει· ἵνα μάθῃς ὅση αὐτῆς ἡ δύναμις. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης, ὅτι Μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλετο τοιγαροῦν συσκιάσαι τὸ γινόμενον ὁ δαίμων· ἀλλ' οὐκ ἴσχυσεν. Ἐσταυρώθησαν μὲν γὰρ οἱ τρεῖς, ἔλαμψε δὲ μόνος ὁ Ἰησοῦς· ἵνα μάθῃς, ὅτι ἡ δύναμις αὐτοῦ τὸ πᾶν εἰργάσατο. Καίτοι τῶν τριῶν ἐπὶ τοῦ σταυροῦ προσηλωμένων, τὰ θαύματα οὕτως ἐγένετο· ἀλλ' ὅμως οὐδεὶς οὐδὲν τῶν γινομένων ἐπέτρεψεν οὐδενὶ ἐκείνων, ἀλλ' ἢ μόνῳ τῷ Ἰησοῦ· οὕτως ἕωλος ἡ τοῦ διαβόλου ἐπιβουλὴ γέγονε, καὶ εἰς τὴν αὐτοῦ τὸ πᾶν περιετράπη κεφαλήν. Καὶ γὰρ ἐκ τῶν δύο τούτων διεσώθη εἷς. Οὐ μόνον τοίνυν οὐκ ἐπηρέασε τῇ δόξῃ τοῦ σταυρουμένου, ἀλλὰ καὶ συνετέλεσεν οὐ μικρόν· τοῦ γὰρ κλονῆσαι τὰς πέτρας οὐκ ἔλαττον ἦν τὸ λῃστὴν ἐν σταυρῷ μεταβαλεῖν, καὶ εἰς παράδεισον εἰσαγαγεῖν. Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ ἀπολογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλον ἐξέδωκαν, καὶ τὴν ψῆφον ταύτην τῇ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἵνα μηδενὶ λοιπὸν ἐξῇ πονηρὰς ἐπιφέρειν αἰτίας καὶ κατηγορεῖν ὡς φαύλου τινὸς καὶ πονηροῦ, ἐμφράττων αὐτῶν τὰ στόματα, καὶ πάντων τῶν κατηγορεῖν βουλομένων, καὶ δεικνὺς ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν, ὥσπερ ἐπὶ τροπαίου τινὸς, οὕτω τὰ γράμματα ἔθηκεν, λαμπρὰν ἀφιέντα φωνὴν, καὶ τὴν νίκην δηλοῦντα, καὶ τὴν βασιλείαν ἀνακηρύττοντα, εἰ καὶ μὴ ὁλόκληρον· καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ φωναῖς δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ πολλοὺς εἶναι εἰκὸς μιγάδας ἐν τοῖς Ἰουδαίοις διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν τὴν ἀπολογίαν, ταῖς φωναῖς ἁπάσαις τῶν Ἰουδαίων τὴν μανίαν ἐστηλίτευσε. Καὶ γὰρ καὶ ἐσταυρωμένῳ ἐβάσκαινον. Καίτοι τί τοῦτο ὑμᾶς ἔβλαπτεν; Οὐδέν. Εἰ γὰρ θνητὸς ἦν καὶ ἀσθενὴς καὶ σβέννυσθαι ἔμελλε, τί δεδοίκατε τὰ γράμματα λέγοντα, ὅτι βασιλεύς ἐστι τῶν Ἰουδαίων; Καὶ τί φασιν; Εἶπε, ὅτι αὐτὸς εἶπεν. Νῦν μὲν γὰρ ἀπόφασίς ἐστι καὶ κοινὴ ψῆφος· ἂν δὲ προστεθῇ, ὅτι Ἐκεῖνος εἶπε, τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας δείκνυται τὸ ἔγκλημα ὄν. Ἀλλ' οὐχ ὁ Πιλᾶτος παρετράπη, ἀλλ' ἐπὶ τῆς προτέρας ἔστη γνώμης. Οὐ μικρὸν δὲ καὶ ἐντεῦθεν οἰκονομεῖται, ἀλλὰ τὸ πᾶν. Ἐπειδὴ γὰρ κατεχώσθη τοῦ σταυροῦ τὸ ξύλον, ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τῷ καὶ φόβον ἐπικεῖσθαι, καὶ πρὸς ἕτερα κατεπείγοντα τοὺς πιστεύοντας σπεύδειν, ἔμελλε δὲ χρόνοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυρούς· ἵνα μὴ ἀγνοῆται ὁ τοῦ Δεσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσον αὐτὸν κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν, τίτλους οὐκ εἶχον. Οἱ δὲ στρατιῶται διενείμαντο τὰ ἱμάτια, τὸν δὲ χιτῶνα οὐκ ἔτι. Ὅρα πανταχοῦ δι' ὧν ἐπονηρεύοντο τὰς προφητείας πληρουμένας. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προείρητο. Καίτοι γε τρεῖς ἦσαν σταυρούμενοι· ἀλλὰ τὰ τῶν προφητειῶν ἐπ' αὐτοῦ ἐπληροῦτο. Διατί γὰρ μὴ ἐπὶ τῶν ἄλλων τοῦτο ἐποίησαν, ἀλλ' ἐπὶ τούτου μόνου; Σὺ δέ μοι σκόπει προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅ τι ἐμερίσαντο μόνον, ἀλλ' ὅ τι καὶ οὐκ ἐμερίσαντο εἶπεν ὁ προφήτης. Τὰ μὲν οὖν διενείμαντο, τὸν δὲ χιτῶνα οὐ διενείμαντο, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν. Τὸ δὲ, Ἐκ τῶν ἄνωθεν ὑφαντὸς, οὐχ ἁπλῶς πρόσκειται· ἀλλ' οἱ μέν φασιν, ἀλληγορίαν δι' αὐτοῦ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν ὁ σταυρούμενος, ἀλλὰ καὶ ἄνωθεν τὴν θεότητα εἶχε.