Ancient Greek · ~20 min
Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπιστῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-26
Not analysed yet
Οὐ τῆς ἱστορίας δὲ ἕνεκεν μόνης τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαϊκὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους ἀντ' αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ πρόγονοι αὐτῶν εἶχον, οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ῥᾳθυμίαν αὐτῶν καὶ παρανομίαν, ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι. Οὕτως οὐδὲν κέρδος, προγόνων εἶναι χρηστῶν, ὅταν μὴ τοιοῦτοι τύχωσιν οἱ ἐξ ἐκείνων ὄντες. Οἱ μὲν γὰρ βάρβαροι, ἵνα λεόντων πεῖραν λάβωσι μόνον, πρὸς τὴν Ἰουδαϊκὴν εὐσέβειαν ἐπανῆλθον εὐθέως· ἐκεῖνοι δὲ τοσαύτας ὑπομένοντες τιμωρίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν. Ἐνταῦθα τοίνυν ὁ Χριστὸς παρεγένετο, τὸν μὲν βάναυσον καὶ ὑγρὸν ἐκβάλλων βίον ἀεὶ, τὸν δὲ ἐπίπονον εἰσάγων καὶ συνεσταλμένον. Οὐ γὰρ ὑποζυγίοις κέχρηται, ἀλλ' οὕτω βαδίζει συντόνως, ὡς καὶ κοπιᾶσαι ἐκ τῆς ὁδοιπορίας. Καὶ τοῦτο πανταχοῦ παιδεύει, τὸ αὐτουργὸν εἶναι καὶ ἀπέριττον, καὶ τὸ μὴ πολλῶν δεῖσθαι. Οὕτω γὰρ βούλεται τῶν περιττῶν ἀλλοτρίους ἡμᾶς εἶναι, ὡς καὶ αὐτῶν τῶν ἀναγκαίων πολλὰ περικόπτειν. Διὰ τοῦτο ἔλεγεν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς ὄρεσι τὰ πλείονα διατρίβει, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ, καὶ ἐν ταῖς ἐρήμοις. Τοῦτο καὶ ὁ Δαυῒδ ἀνακηρύττων ἔλεγεν, Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, τὸ εὐσταλὲς αὐτοῦ τοῦ βίου δηλῶν. Τοῦτο καὶ Ἰωάννης ἐνταῦθα δείκνυσιν· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἀπῆλθον εἰς τὴν ἀγορὰν, ἵνα τροφὰς ἀγοράσωσιν. Ἐντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς ὁδοιπορίας εὔτονον αὐτοῦ, καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, καὶ πῶς παρέργως τῷ πράγματι κέχρηται. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἐπαιδεύθησαν τὰ καθ' ἑαυτοὺς διατίθεσθαι. Οὐ γὰρ ἐπήγοντο ἐφόδια. Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων, ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο, ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι ἄρτους οὐκ ἐβάσταζον. Καὶ ὅταν πεινῶντας εἰσάγῃ, καὶ τίλλοντας τῶν ἀσταχύων, καὶ ἐσθίοντας, καὶ ὅταν λέγῃ αὐτὸν ἐπὶ τὴν συκῆν διὰ τὴν πεῖναν ἐληλυθέναι, οὐδὲν ἄλλο ἢ τοῦτο διὰ πάντων ἡμᾶς παιδεύει, τὸ καταφρονεῖν γαστρὸς, καὶ μὴ περισπούδαστον τὴν αὐτῆς νομίζειν εἶναι λειτουργίαν. Σκόπει γοῦν αὐτοὺς καὶ ἐνταῦθα, οὔτε ἐπιφερομένους τι, οὔτε ἐπειδὴ μὴ ἐβάσταζον, ἐκ προοιμίων καὶ εὐθὺς τῆς ἡμέρας τούτου φροντίζοντας, ἀλλὰ κατὰ τὸν καιρὸν, καθ' ὃν ἅπαντες ἀριστοποιοῦνται, τροφὰς ἀγοράζοντας. Ἀλλ' οὐχ ἡμεῖς, οἳ εὐθέως ἀπὸ κλίνης διανιστάμενοι πρὸ τῶν ἄλλων τοῦτο σκοπούμεθα, μαγείρους καὶ τραπεζοποιοὺς καλοῦντες, καὶ μετὰ πολλῆς ταῦτα ἐπισκήπτοντες τῆς σπουδῆς, καὶ μετ' ἐκεῖνα τῶν ἄλλων οὕτως ἁπτόμενοι, τὰ βιωτικὰ πρὸ τῶν πνευματικῶν σπουδαῖα ποιούμενοι, καὶ ἃ πάρεργον ἔχειν ἐχρῆν, ὡς ἀναγκαῖα τιμῶντες. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται. Τοὐναντίον γὰρ ἐχρῆν ἁπάντων τῶν πνευματικῶν πολὺν ποιησαμένους λόγον, μετὰ τὸ πληρῶσαι ἐκεῖνα, τότε ἅπτεσθαι τούτων. Οὐ τὸ ἐπίπονον δὲ μόνον, ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, οὐ τῷ κοπιᾶσαι, οὐδὲ τῷ καθίσαι ἐπὶ τῆς ὁδοῦ μόνον, ἀλλὰ καὶ τῷ καταλειφθῆναι μόνον καὶ τοὺς μαθητὰς αὐτοῦ ἀπελθεῖν. Καίτοι γε ἐξῆν εἴ γε ἐβούλετο, ἢ μὴ πάντας ἐκπέμψαι, ἢ ἀπελθόντων ἐκείνων, ἑτέρους διακόνους ἔχειν· ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ τοὺς μαθητὰς οὕτως εἴθισε πάντα τῦφον καταπατεῖν. Καὶ τί μέγα, φησὶν, εἰ ἐμετρίαζον, ἴσως εἴποι τις ἂν, ἁλιεῖς ὄντες καὶ σκηνοποιοί; [Ἁλιεῖς μὲν ἦσαν καὶ σκηνοποιοὶ,] ἀλλ' ἀθρόον εἰς αὐτὴν ἀνέβησαν τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ πάντων ἐγένοντο βασιλέων σεμνότεροι, ὁμιληταὶ γενέσθαι καταξιωθέντες τοῦ τῆς οἰκουμένης Δεσπότου, καὶ παρακολουθῆσαι τῷ θαυμαζομένῳ πάντοθεν. Ἴστε δὲ κἀκεῖνο, ὅτι μάλιστα οἱ ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ποτὲ λάβωνται, εὐκολώτερον αἴρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν τοσαύτην τιμήν. Κατέχων οὖν αὐτοὺς ἐπὶ τῆς αὐτῆς ταπεινοφροσύνης, ἐπαίδευεν αὐτοὺς διὰ πάντων συνεστάλθαι. καὶ μηδαμοῦ δεῖσθαι τῶν διακονησομένων. Αὐτὸς δὲ Κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, φησὶν, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὁρᾷς ὅτι διὰ τὸν κόπον ἡ καθέδρα γέγονε, διὰ τὸ καῦμα, διὰ τὸ περιμεῖναι τοὺς μαθητάς; ᾜδει μὲν γὰρ συμβησόμενον τὸ κατὰ τοὺς Σαμαρείτας. Οὐκ ἐπὶ τοῦτο δὲ ἦλθε προηγουμένως· οὐ μὴν ἐπειδὴ διὰ τοῦτο οὐκ ἦλθε, παραγενόμενον τὸ γύναιον ἀπώσασθαι ἐχρῆν, οὕτω πολλὴν φιλομάθειαν ἐπιδεικνύμενον. Οἱ μὲν γὰρ Ἰουδαῖοι καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἀπήλαυνον, οἱ δὲ ἐξ ἐθνῶν καὶ ἀλλαχοῦ βαδίζοντα πρὸς ἑαυτοὺς εἷλκον· καὶ οἱ μὲν ἐφθόνουν, οἱ δὲ ἐπίστευον· ἐκεῖνοι ἠγανάκτουν, οὗτοι ἐθαύμαζον καὶ προσεκύνουν. Τί οὖν; ἔδει τοσούτων σωτηρίαν ὑπεριδεῖν, καὶ προθυμίαν οὕτω γενναίαν ἀφεῖναι; Τοῦτο μὲν οὖν ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας· διόπερ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας πάντα τὰ παρόντα οἰκονομεῖ. Ἐκάθητο μὲν γὰρ, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό. Αὐτὸ γὰρ ἦν τῆς ἡμέρας τὸ μεσαίτατον, ὅπερ καὶ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, Ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ ἐκάθητο οὕτως. Τί δέ ἐστιν, Οὕτως; Οὐκ ἐπὶ θρόνου, φησὶν, οὐκ ἐπὶ προσκεφαλαίου, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπ' ἐδάφους. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.