Ancient Greek · ~23 min
Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπιστῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-10
Not analysed yet
Ὅρα πῶς καὶ τὴν γυναῖκα δι' ἄλλο δείκνυσιν ἐξελθοῦσαν, πανταχοῦ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων ἐπιστομίζων ἀντιλογίαν, καὶ ἵνα μή τις λέγῃ ὅτι ἐναντιοῦται ἑαυτοῦ τῷ προστάγματι, εἰς μὲν πόλιν κελεύων μὴ εἰσιέναι Σαμαρειτῶν, Σαμαρείταις δὲ διαλεγόμενος. Διὸ καὶ τὸ, Ἀπεληλύθεισαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι, τέθεικεν ὁ Εὐαγγελιστὴς, πολλὰς εἰσάγων αἰτίας τῆς πρὸς αὐτὴν διαλέξεως. Τί οὖν ἡ γυνή; Ἀκούσασα, Δός μοι πιεῖν, σφόδρα συνετῶς εἰς κατασκευὴν ἐρωτήσεως τὸν παρὰ τοῦ Χριστοῦ λόγον λαμβάνει, καὶ λέγει· Πῶς σὺ Ἰουδαῖος ὢν, αἰτεῖς παρ' ἐμοῦ πιεῖν οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Καὶ πόθεν αὐτὸν Ἰουδαῖον ἐνόμιζεν εἶναι; Ἀπὸ τοῦ σχήματος ἴσως, καὶ ἀπὸ τῆς διαλέξεως. Σὺ δέ μοι σκόπει πῶς διεσκεμμένον τὸ γύναιον ἦν. Εἰ γὰρ ἐχρῆν φυλάξασθαι, τὸν Ἰησοῦν ἐχρῆν, οὐκ ἐκείνην. Οὐ γὰρ εἶπεν, ὅτι Σαμαρεῖται τοῖς Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλ', Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται. Ἀλλ' ὅμως ἡ γυνὴ καίτοι κατηγορίας ἀπηλλαγμένη, ἐπειδὴ ἐνόμισεν ἕτερον αὐτῇ ἀντιπίπτειν, οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ' ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ἀλλ' ἐκεῖνο ἄν τις διαπορήσειε, πῶς ὁ Ἰησοῦς ἐζήτησε παρ' αὐτῆς πιεῖν, τοῦ νόμου οὐκ ἐπιτρέποντος; Εἰ γὰρ λέγοι τις, ὅτι τῷ προειδέναι μὴ δώσουσαν, δι' αὐτὸ μὲν οὖν τοῦτο οὐδὲ αἰτῆσαι ἐχρῆν. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἀδιάφορον αὐτῷ λοιπὸν ἦν τὰς τοιαύτας ἐκβάλλειν παρατηρήσεις. Ὁ γὰρ τοὺς ἄλλους ἐνάγων εἰς τὸ λύειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰς ἂν παρέδραμεν. Οὐ γὰρ τὸ εἰσπορευόμενον, φησὶ, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Οὐ μικρὰ δὲ κατηγορία γένοιτ' ἂν τῶν Ἰουδαίων ἡ πρὸς τὴν γυναῖκα διάλεξις, διότι ἐκεῖνοι μὲν πολλάκις ἐπεσπῶντο, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, καὶ οὐκ ἠνείχοντο· αὕτη δὲ, ὅρα πῶς κατέχεται ἀπὸ ψιλῆς ἐρωτήσεως. Αὐτὸς μὲν γὰρ οὐκ ἐνεστήσατο τέως ταύτην τὴν πραγματείαν, οὐδὲ τὴν ὁδόν· εἰ δέ τινες παρεγένοντο, οὐκ ἐκώλυε. Καὶ γὰρ τοῖς μαθηταῖς ἁπλῶς ἔλεγεν, εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν, οὐχὶ καὶ προσιόντας διακρούεσθαι· σφόδρα γὰρ ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας. Διὰ δὴ τοῦτο καὶ ἀποκρίνεται τῇ γυναικὶ, καί φησιν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν· σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Πρότερον δείκνυσιν ἀξίαν οὖσαν ἀκοῦσαι, καὶ μὴ παροφθῆναι· καὶ τότε ἑαυτὸν ἐκκαλύπτει. Καὶ γὰρ ἔμελλεν εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούσεσθαι καὶ προσέξειν αὐτῷ· ὅπερ περὶ Ἰουδαίων οὐκ ἄν τις εἴποι. Καὶ γὰρ μαθόντες, ᾔτησαν αὐτὸν οὐδὲν, οὐδὲ ἐπεθύμησάν τι μαθεῖν τῶν χρησίμων, ἀλλὰ καὶ ὕβριζον καὶ ἀπήλαυνον. Ἡ δὲ γυνὴ ταῦτα ἀκούσασα, ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Τέως αὐτὴν τῆς ὑπονοίας τῆς ταπεινῆς ἀνέστησε, καὶ τοῦ νομίζειν ἕνα τῶν πολλῶν εἶναι. Οὐ γὰρ ἁπλῶς ἐνταῦθα καλεῖ Κύριον, ἀλλὰ πολλὴν ἀπονέμουσα τὴν τιμήν. Ὅτι γὰρ τιμῶσα ταῦτα ἔλεγεν, ἀπὸ τῶν ἑξῆς εἰρημένων δῆλον. Οὐ γὰρ κατεγέλασεν, οὐδὲ ἐκωμῴδησεν, ἀλλὰ διηπόρει τέως. Εἰ δὲ μὴ εὐθέως τὸ πᾶν ἐνενόησε, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Νικόδημος. Τί γὰρ ἐκεῖνός φησι; Πῶς δύναται ταῦτα γενέσθαι; καὶ πάλιν· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν· καὶ πάλιν· Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Αὕτη δὲ αἰδεσιμώτερον· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Ἄλλο πρὸς αὐτὴν ἔλεγεν, ἄλλο δὲ ὑπώπτευεν ἐκείνη, οὐδὲν πλέον ἀκούουσα τῶν ῥημάτων, οὐδὲ ἐννοῆσαι τέως τι ὑψηλὸν δυναμένη, καίτοι γε ἐνῆν εἰπεῖν προπετῶς φθεγγομένην, ὅτι εἰ εἶχες τὸ ὕδωρ τὸ ζῶν, οὐκ ἂν ᾔτησας παρ' ἐμοῦ, ἀλλὰ σαυτῷ παρέσχες ἂν προτέρῳ· νῦν δὲ κομπάζεις. Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς, καὶ ἐν ἀρχῇ καὶ μετὰ ταῦτα. Καὶ γὰρ ἐν ἀρχῇ φησι· Πῶς σὺ Ἰουδαῖος ὢν αἰτεῖς παρ' ἐμοῦ πιεῖν; Καὶ οὐκ εἶπεν, ἅτε πρὸς ἀλλόφυλον, καὶ ἐχθρὸν διαλεγομένη· Μή μοι γένοιτό σοι μεταδοῦναι ἀνθρώπῳ πολεμίῳ καὶ τοῦ ἔθνους ἡμῶν ἠλλοτριωμένῳ. Καὶ μετὰ ταῦτα πάλιν ἀκούσασα μεγάλα λέγοντος, ἐφ' ᾧ μάλιστα δάκνονται οἱ ἐχθροὶ, οὐ κατεγέλασεν, οὐδὲ διέσυρεν· ἀλλὰ τί φησι; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Ὁρᾷς πῶς εἰσωθεῖ ἑαυτὴν εἰς τὴν εὐγένειαν τὴν Ἰουδαϊκήν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκεῖνος τούτῳ ἐκέχρητο τῷ ὕδατι, καὶ πλέον ἔσχεν οὐδὲν δοῦναι. Ταῦτα δὲ ἔλεγε, δεικνῦσα πῶς ἐκ πρώτης ἀποκρίσεως ἐδέξατο νόημα μέγα καὶ ὑψηλόν. Τὸ γὰρ, Αὐτὸς ἔπιεν ἀπ' αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ, οὐδὲν ἄλλο αἰνιττομένης ἐστὶν, ἀλλ' ἢ ὅτι ἔσχε μὲν ἔννοιαν μείζονος ὕδατος, οὐχ εὕρισκε δὲ αὐτὸ, οὐδὲ ᾔδει σαφῶς. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι Ἰακὼβ μὲν ἡμῖν ταύτην ἔδωκε τὴν πηγὴν, ἑτέρᾳ δὲ αὐτὸς ἐχρήσατο· καὶ γὰρ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπ' αὐτῆς ἔπιον, οὐκ ἂν πιόντες, εἴ γε βελτίονα εἶχεν ἑτέραν. Ἀπὸ ταύτης μὲν οὖν οὐδὲ αὐτὸς δυνήσῃ δοῦναι, ἑτέραν δὲ βελτίονα οὐκ ἔστι σε ἔχειν, εἰ μὴ καὶ τοῦ Ἰακὼβ ὁμολογεῖς μείζονα εἶναι σαυτόν. Πόθεν οὖν ἔχεις τὸ ὕδωρ ὃ ἐπαγγέλλῃ δώσειν ἡμῖν· Ἀλλ' οὐχὶ Ἰουδαῖοι οὕτω προσηνῶς αὐτῷ διαλέγονται, καίτοι καὶ αὐτοῖς περὶ τῆς αὐτῆς ὑποθέσεως διελέχθη, τοῦ τοιούτου μνημονεύσας ὕδατος· ἀλλ' οὐδὲν ἐκέρδαναν. Ὅτε δὲ τοῦ Ἀβραὰμ ἐμνημόνευσε, καὶ λίθοις βάλλειν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ἡ γυνὴ τοῦτον αὐτῷ τὸν τρόπον προσφέρεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ἐν μέσῳ καύματι, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακροθυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰκὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν· ἀλλὰ καρτερεῖ καὶ προσεδρεύει, ἕως ἂν εὕρῃ τὸ ζητούμενον.