Ancient Greek · ~18 min
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· «Διατί οὐκ ἠγάγετε αὐτόν;» Ἀπεκρίθησαν οὖν οἱ ὑπηρέται· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ἄνθρωπος.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-42
Not analysed yet
Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετικοί; Τί πλέον ἔχε τῶν ἀνθρώπων, εἰ ἁπλῶς οὕτως ἐκλάβοιμεν τὸ λεχθέν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων διὰ τοῦτο ὥρισται τοῦτο, ἐπειδὴ καθ' ἑαυτὸν οὐκ ἔστιν ἀξιόπιστός τις· ἐπὶ δὲ Θεοῦ, πῶς ἂν ἔχοι τοῦτο λόγον; Πῶς οὖν εἴρηται τὸ Δύο; ἆρα ἐπειδὴ δύο, ἢ ἐπειδὴ ἄνθρωποι διὰ τοῦτο δύο; Εἰ γὰρ ἐπειδὴ δύο εἰσὶ, τίνος ἕνεκεν οὐ κατέφυγεν ἐπὶ τὸν Ἰωάννην, οὐδὲ εἶπεν, Μαρτυρῶ ἐγὼ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ Ἰωάννης; τίνος ἕνεκεν ἐπὶ τὸν ἄγγελον; τίνος ἕνεκεν ἐπὶ τοὺς προφήτας; καὶ γὰρ μυρίας ἂν εὗρεν ἄλλας μαρτυρίας. Ἀλλ' οὐ τοῦτο βούλεται δεῖξαι μόνον, ὅτι δύο, ἀλλ' ὅτι καὶ τῆς αὐτῆς οὐσίας. Λέγουσιν αὐτῷ· Τίς ἐστιν ὁ Πατήρ σου; Εἶτά φησιν· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Ἐπειδὴ γὰρ εἰδότες ὡς οὐκ εἰδότες ἔλεγον καὶ ὡς πειράζοντες αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς ἀξιοῖ. Διὰ τοῦτο λέγει λοιπὸν τρανότερον ἅπαντα καὶ μετὰ πλείονος παῤῥησίας, ἀπό τε τῶν σημείων καὶ τῆς διδασκαλίας τῶν ἀκολουθούντων τὴν μαρτυρίαν λαβὼν, τῷ ἐγγὺς εἶναι τὸν σταυρόν. Οἶδα γὰρ, φησὶ, πόθεν ἔρχομαι. Τοῦτο οὐ σφόδρα ἂν αὐτῶν καθήψατο· τὸ δὲ ἐπαγαγεῖν, Καὶ ὅπου ἐγὼ ὑπάγω, μᾶλλον αὐτοὺς ἐφόβησεν ἂν, ὡς οὐ μέλλοντος αὐτοῦ μένειν ἐν τῷ θανάτῳ. Διατί δὲ οὐκ εἶπεν, ὅτι Οἶδα, ὅτι Θεός εἰμι, ἀλλ' ὅτι Οἶδα πόθεν ἔρχομαι; Ἀεὶ τὰ ταπεινὰ ἀναμίγνυσι τοῖς ὑψηλοῖς, καὶ αὐτὰ δὲ ταῦτα περιστέλλει. Εἰπὼν γὰρ, ὅτι Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ τοῦτο δείξας, ἦλθεν ἐπὶ τὸ ταπεινότερον, ὡσανεὶ ἔλεγεν· Οἶδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι. Οὕτω γὰρ οὐδὲν ἂν ἔσχον ἀντειπεῖν, ἀκούσαντες ὅτι παρ' ἐκείνου ἀπέσταλται, καὶ πρὸς ἐκεῖνον ἄπεισιν. Οὐ γὰρ ἂν εἶπον, φησὶ, τὶ ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖ ἀπιὼν, πρὸς τὸν ἀληθῆ Θεόν. Ὑμεῖς δὲ οὐκ ἴστε τὸν Θεόν· διὰ τοῦτο κατὰ τὴν σάρκα κρίνετε. Οἱ γὰρ τοσούτων ἀκούσαντες τεκμηρίων τε καὶ ἐλέγχων, ἔτι λέγετε, Οὐκ ἔστιν ἀληθής· καὶ Μωϋσέα ἀξιόπιστον ἡγεῖσθε, καὶ ὑπὲρ ὧν περὶ ἄλλων, καὶ ὑπὲρ ὧν περὶ ἑαυτοῦ λέγει· τὸν δὲ Χριστὸν οὐκέτι. Τοῦτο κατὰ σάρκα κρίνειν ἐστίν. Ἐγὼ δὲ οὐ κρίνω οὐδένα. Καὶ μήν φησιν, ὅτι Ὁ Πατὴρ οὐ κρίνει οὐδένα. Πῶς οὖν ἐνταῦθά φησι, Καὶ ἐὰν κρίνω δὲ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐκ εἰμὶ μόνος; Πάλιν πρὸς τὴν ὑπόληψιν τὴν ἐκείνων φθέγγεται· τουτέστιν, Ἡ κρίσις ἡ ἐμὴ τοῦ Πατρός ἐστιν· οὐκ ἂν ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων, εἰ μὴ ὡς ἐγώ· καὶ οὐκ ἂν ἄλλως ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Τίνος δὲ ἕνεκεν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν; Οὐ γὰρ ἐνόμιζον ἀξιόπιστον εἶναι τὸν Υἱὸν, εἰ μὴ τοῦ Πατρὸς τὴν μαρτυρίαν προσέλαβεν· ἄλλως δὲ, οὐδὲ ἕστηκε τὸ λεχθέν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ὅταν δύο ἀλλοτρίῳ πράγματι μαρτυρῶσι, τότε ἡ μαρτυρία ἐστὶν ἀληθής· τοῦτο γάρ ἐστι δύο μαρτυρεῖν· εἰ δὲ μέλλοι τις ἑαυτῷ μαρτυρεῖν, οὐκ ἔτι δύο εἰσίν. Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον τοῦτο εἴρηκεν, ἢ ἵνα δείξῃ ὁμοούσιον ἑαυτὸν, καὶ δι' ἑαυτοῦ πάλιν δείξῃ οὐ δεόμενον αὐτὸν ἄλλης μαρτυρίας· καὶ δείξῃ οὐδὲν ἔλαττον ἔχοντα τοῦ Πατρός; Ὅρα γοῦν τὴν αὐθεντίαν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Οὐκ ἂν δὲ εἰ ἐλάττονος οὐσίας ἦν, τοῦτο ἂν ἔθηκεν. Νυνὶ δὲ, ἵνα μὴ νομίσῃς ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται, θέα τὴν ἐξουσίαν οὐδὲν ἔχουσαν παρηλλαγμένον. Μαρτυρεῖ ἄνθρωπος, ὅταν ἀφ' ἑαυτοῦ ἀξιόπιστος ᾖ, οὐχ ὅταν μαρτυρίας δέηται, καὶ τοῦτο ἐν ἀλλοτρίῳ πράγματι· ἐν δὲ ἰδίῳ ὅταν μαρτυρίας δέηται τῆς παρ' ἑτέρου, οὐκ ἔτι ἐστὶν ἀξιόπιστος. Ἐνταῦθα δὲ πᾶν τοὐναντίον. Καὶ γὰρ ἐν ἰδίῳ πράγματι μαρτυρῶν, καὶ παρ' ἑτέρου λέγων μαρτυρεῖσθαι, ἀξιόπιστον ἑαυτὸν εἶναί φησι, πανταχόθεν δεικνὺς ἑαυτοῦ τὴν αὐθεντίαν. Διατί γὰρ εἰπὼν, Οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατὴρ, καὶ τὸ, Δύο ἀνθρώπων ἡ μαρτυρία ἐστὶν ἀληθὴς, οὐκ ἀπεσιώπησεν, ἀλλ' ἐπήγαγεν, Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ; Δῆλον ὅτι τὴν αὐθεντίαν δηλῶν. Καὶ πρῶτον μὲν ἑαυτὸν τέθεικεν· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ. Δείκνυσιν ἐνταῦθα τό τε ὁμότιμον, καὶ ὅτι οὐδὲν ὠφελοῦνται, τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ τοῦτο αἴτιον εἶναί φησι, τὸ αὐτὸν μὴ θέλειν εἰδέναι. Λέγει οὖν, ὅτι οὐ δυνατὸν εἰδέναι τὸν Πατέρα αὐτοῦ χωρὶς, ἵνα κἂν οὕτως αὐτοὺς ἐπισπάσηται εἰς τὴν αὐτοῦ γνῶσιν. Ἐπειδὴ γὰρ ἀφιέντες αὐτὸν, ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, λέγει· Οὐ δύνασθε εἰδέναι τὸν Πατέρα χωρὶς ἐμοῦ. Ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες, οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα.