Ancient Greek
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· «Διατί οὐκ ἠγάγετε αὐτόν;» Ἀπεκρίθησαν οὖν οἱ ὑπηρέται· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ἄνθρωπος.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4-3
Not analysed yet
Ταῦτα φύγωμεν ἡμεῖς, καὶ δοξάσωμεν τὸν Υἱόν. Καίτοι εἰ μὴ φύσεως ἦν τῆς αὐτῆς, οὐκ ἂν οὕτως εἶπεν. Εἰ γὰρ ἐδίδασκε μόνον, ἑτεροούσιος δὲ ἦν, ἐνῆν καὶ αὐτὸν ἀγνοοῦντα εἰδέναι τὸν Πατέρα· καὶ πάλιν οὐκ ἦν αὐτὸν εἰδότα πάντως, εἰδέναι τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ ἄνθρωπον εἰδὼς, οἶδεν ἄγγελον. Ναὶ, φησί· καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε τὸν Θεόν. Οὐδαμῶς. Πολλοὶ γάρ εἰσιν οἱ τὴν κτίσιν εἰδότες· μᾶλλον δὲ πάντες ἄνθρωποι (ὁρῶσι γὰρ αὐτὴν), καὶ τὸν Θεὸν οὐκ ἴσασι. Δοξάζωμεν τοίνυν τὸν Υἱὸν τοῦ Θεοῦ, μὴ τῇ δόξῃ ταύτῃ μόνον, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων. Αὕτη γὰρ ἐκείνης ἐκτὸς οὐδέν ἐστιν. Ἴδε σὺ, φησὶν, Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύσῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ. Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ ἐν νόμῳ καυ χώμενος, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ὅρα μή ποτε καὶ ἡμεῖς ἐπὶ τῇ ὀρθότητι τῆς πίστεως καυχώμενοι, διὰ τοῦ μὴ συμβαίνοντα τῇ πίστει τὸν βίον ἐπιδείκνυσθαι, τὸν Θεὸν ἀτιμάζωμεν, ποιοῦντες αὐτὸν βλασφημεῖσθαι. Καὶ γὰρ διδάσκαλον τῆς οἰκουμένης, καὶ ζύμην, καὶ φῶς, καὶ ἅλας εἶναι βούλεται τὸν Χριστιανόν. Τί δέ ἐστι τὸ φῶς; βίος λάμπων, μηδὲν ἔχων ἐσκοτισμένον. Τὸ φῶς οὐχ ἑαυτῷ χρήσιμον, οὐδὲ τὸ ἅλας, οὐδὲ ἡ ζύμη, ἀλλ' εἰς ἑτέρους ἐπιδείκνυται τὴν ὠφέλειαν. Οὕτως οὐ τὴν ἑαυτῶν ὠφέλειαν ἀπαιτούμεθα μόνον, ἀλλὰ καὶ τὴν ἑτέρων. Τὸ γὰρ ἅλας ἐὰν μὴ ἁλίζῃ, οὐκ ἔστιν ἅλας. Καὶ ἕτερον δέ τι ἐνδείκνυται, ὅτι ἐὰν αὐτοὶ κατορθώσωμεν, ἔσονται πάντως καὶ ἕτεροι· ἕως δ' ἂν αὐτοὶ μὴ κατορθώσωμεν, οὐδὲ ἑτέρους ὀνῆσαι δυνησόμεθα. Μηδὲν μωρὸν, μηδὲν χαῦνον παρ' ἡμῖν. Τοιαῦτα γὰρ τὰ κοσμικὰ πράγματα· τοιαῦται αἱ βιωτικαὶ φροντίδες. Διὰ τοῦτο αἱ παρθένοι μωραὶ ἐκλήθησαν, ὅτι περὶ τὰ μωρὰ, τὰ κοσμικὰ πράγματα, ἠσχόληντο· ἐνταῦθα μὲν συνάγουσαι, ἔνθα δὲ ἐχρῆν μὴ ἀποτιθέμεναι. Δέος οὖν μὴ καὶ ἡμεῖς τὸ αὐτὸ πάθωμεν· δέος μὴ καὶ ἡμεῖς ῥυπαρὰ ἀπέλθωμεν ἐνδεδυμένοι ἱμάτια ἔνθα πάντες ἔχουσι λαμπρὰ καὶ περιφανῆ. Οὐδὲν γὰρ ἁμαρτίας ῥυπαρώτερον, οὐδὲν ἀκαθαρτότερον. Διὸ τὴν φύσιν αὐτῆς ὁ Προφήτης ἑρμηνεύων ἐβόα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Καὶ εἰ βούλει μαθεῖν τῆς ἁμαρτίας τὸ δυσῶδες, ἐννόησον αὐτὴν μετὰ τὸ γενέσθαι, ὅταν τῆς ἐπιθυμίας ἀπαλλαγῇς, ὅταν μὴ ἔτι ἐνοχλῇ τὸ πῦρ, καὶ τότε ὄψει τίς ἐστιν ἡ ἁμαρτία. Ἐννόησον τὸν θυμὸν, ὅταν ἐν γαλήνῃ ᾖς· ἐννόησον τὴν πλεονεξίαν, ὅταν ἔξω γένῃ τοῦ πάθους. Οὐδὲν αἰσχρότερον, οὐδὲν μιαρώτερον ἁρπαγῆς καὶ πλεονεξίας. Ταῦτα συνεχῶς λέγομεν, οὐκ ἐνοχλεῖν ὑμῖν βουλόμενοι, ἀλλὰ κερδαναί τι μέγα καὶ θαυμαστόν. Ὁ γὰρ ἐκ τοῦ ἅπαξ μὴ κατορθώσας, ἴσως ἐκ τοῦ δεύτερον ἀκοῦσαι ποιήσει τοῦτο· καὶ ὁ δεύτερον παραδραμὼν, ἐκ τοῦ τρίτου διορθώσεται. Γένοιτο δὲ πάντας ἡμᾶς πάντων ἀπαλλαγέντας τῶν πονηρῶν, τὴν εὐωδίαν τοῦ Χριστοῦ ἔχειν, ὅτι αὐτῷ ἡ δόξα, σὺν τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.