Ancient Greek · ~17 min
Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν, εἶπεν αὐτῷ· «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· «Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» καὶ τὰ λοιπά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-48
Not analysed yet
Δοκεῖ δέ μοι καὶ περὶ τοῦ τυφλοῦ αἰνίττεσθαι. Καὶ γὰρ ἐκεῖνον ἐξήγαγε καλέσας ἐκ μέσου τῶν Ἰουδαίων, καὶ ἤκουσε αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ἤτοι τοὺς περὶ Θευδᾶν λέγει ἐνταῦθα καὶ Ἰούδαν (καὶ γὰρ Ἅπαντες, ὅσοι ἐπίστευσαν αὐτοῖς, διεσκορπίσθησαν, φησίν)· ἢ τοὺς μετὰ ταῦτα μέλλοντας ἀπατᾷν ψευδοχρίστους. Ἵνα γὰρ μὴ λέγωσιν ἕνα ἐκείνων τοῦτον εἶναι, διὰ πολλῶν ἑαυτὸν ἀπ' ἐκείνων διαιρεῖ. Καὶ πρῶτον μὲν τίθησι διαφορὰν, τὴν ἀπὸ τῶν Γραφῶν διδασκαλίαν· αὐτὸς μὲν γὰρ διὰ τούτων αὐτοὺς προσήγετο, ἐκεῖνοι δὲ οὐκ ἐντεῦθεν αὐτοὺς ἐφείλκοντο. Δευτέραν τὴν τῶν προβάτων ὑπακοήν· αὐτῷ μὲν γὰρ οὐ ζῶντι μόνον, ἀλλὰ καὶ τελευτήσαντι πάντες ἐπίστευσαν· ἐκείνους δὲ εὐθέως εἴασαν. Καὶ τρίτην δὲ μετὰ τούτων ἔστιν εἰπεῖν οὐ μικράν. Ἐκεῖνοι μὲν γὰρ ὡς τύραννοι, καὶ ἐπὶ ἀποστασίᾳ πάντα ἐποίουν· αὐτὸς δὲ οὕτω πόῤῥω ἑαυτὸν τοιαύτης κατέστησεν ὑποψίας, ὡς καὶ θελόντων αὐτὸν ποιῆσαι βασιλέα φυγεῖν, καὶ ἐπερωτώντων, εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι, κελεῦσαι καταθεῖναι, καὶ αὐτὸν ἐπιδοῦναι τὸ δίδραχμα. Πρὸς τούτοις αὐτὸς μὲν ὑπὲρ τῆς σωτηρίας τῶν προβάτων ἦλθεν, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, φησίν· ἐκεῖνοι δὲ καὶ τῆς παρούσης αὐτοὺς ζωῆς ἀπεστέρησαν. Καὶ οἱ μὲν προὔδωκαν τοὺς ἐμπιστευθέντας, καὶ ἔφυγον· αὐτὸς δὲ οὕτως ἔστη γενναίως, ὡς καὶ τὴν ψυχὴν ἐπιδοῦναι. Καὶ οἱ μὲν ἄκοντες καὶ ἀναγκαζόμενοι καὶ φεύγοντες ἔπαθον ἃ ἔπαθον· οὗτος δὲ ἑκὼν καὶ προαιρούμενος ὑπέμεινεν ἅπαντα. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Καὶ τίνος ἕνεκεν ἀσαφῶς εἶπεν αὐτοῖς; Προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, οὕτω λέγων· Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει· οἷον, ἐν ἀσφαλείᾳ ἔσται καὶ ἀδείᾳ (νομὴν δὲ τὴν τροφὴν ἐνταῦθα λέγει καὶ βοσκὴν τῶν προβάτων, καὶ ἐξουσίαν καὶ κυριότητα), τουτέστιν, Ἔνδον μενεῖ, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται· ὅπερ οὖν ἐπὶ τῶν ἀποστόλων γέγονεν, οἳ μετὰ ἀδείας εἰσῄεσαν καὶ ἐξῄεσαν, ὡς πάσης κύριοι γεγενημένοι τῆς οἰκουμένης, καὶ οὐδεὶς αὐτοὺς ἐκβαλεῖν ἴσχυσε. Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Οὐ περὶ τῶν προφητῶν φησιν ἐνταῦθα, καθὼς οἱ αἱρετικοί φασιν (ἐκείνων γὰρ ἤκουσαν, καὶ δι' ἐκείνων ἐπίστευσαν, ὅσοι καὶ ἐπίστευσαν τῷ Χριστῷ), ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει, καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ, Οὐκ ἤκουσαν τὰ πρόβατα, ἐπαινῶν εἶπεν· οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας τῶν προφητῶν, ἀλλὰ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς. Ὅθεν δῆλον, ὅτι τὸ, Οὐκ ἤκουσαν, νῦν περὶ τῶν στασιαστῶν ἐκείνων εἴρηται. Ὁ κλέπτης οὐ μὴ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ὅπερ τότε γέγονε, πάντων σφαγέντων καὶ ἀπολομένων. Ἐγὼ δὲ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Καὶ τί ζωῆς περισσότερον, εἰπέ μοι; Βασιλεία οὐρανῶν. Ἀλλ' οὔπω λέγει τοῦτο, ἀλλὰ τὸ τῆς ζωῆς ὄνομα περιστρέφει, ὅπερ ἦν αὐτοῖς γνώριμον. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐνταῦθα λοιπὸν περὶ τοῦ πάθους διαλέγεται, δεικνὺς ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τοῦτο γίνεται, καὶ οὐκ ἄκων ἐπὶ τοῦτο ἔρχεται. Εἶτα λέγει τὸ δεῖγμα τοῦ ποιμένος πάλιν καὶ τοῦ μισθωτοῦ. Ὁ μὲν γὰρ ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Ἐνταῦθα δείκνυσιν ἑαυτὸν οὕτω κρατοῦντα ὡς τὸν Πατέρα, εἴ γε ποιμὴν αὐτός ἐστι, καὶ ἴδια αὐτοῦ ἐστι τὰ πρόβατα. Ὁρᾷς πῶς ἐν ταῖς παραβολαῖς ὑψηλότερον φθέγγεται, ἔνθα συνεσκίασται ὁ λόγος, καὶ οὐ δίδωσι λαβὴν φανερὰν τοῖς ἀκροωμένοις; Τί οὖν ὁ μισθωτὸς οὗτος ποιεῖ; Θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Τοῦτο ἐκεῖνοι πεποιήκασιν· αὐτὸς δὲ τοὐναντίον. Καὶ γὰρ, ἡνίκα συνελήφθη, φησίν· Ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο. Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν ὑποπτεῦσαι λύκον. Καὶ γὰρ οὐδὲ ἐκεῖνον εἴασεν ἀπελθόντα ἁρπάσαι τὰ πρόβατα. Οὐ λύκος δέ ἐστιν οὗτος μόνον, ἀλλὰ καὶ λέων. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος, φησὶν, ὡς λέων περιέρχεται ὠρυόμενος. Οὗτος καὶ ὄφις καὶ δράκων ἐστί· Πατεῖτε γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων.