Ancient Greek · ~24 min
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-5
Not analysed yet
Ἀλλ' οὔτε ἐλάττων ἐστὶν, οὔτε ἀποδέει τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Διόπερ οὐ ταῦτα μόνον ἐθάῤῥησεν εἰπεῖν ὁ Παῦλος περὶ αὐτοῦ, ἀλλὰ καὶ ἕτερα τοιαῦτα. Τὸ γὰρ, Ἐξ οὗ, ῥῆμα, ὅπερ ὡς ἄξιόν τινα μόνου τοῦ Πατρὸς ἀπονέμεις κλῆρον, καὶ περὶ τοῦ Υἱοῦ φησιν, οὕτω λέγων· Ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἀφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει εἰς τὴν αὔξησιν τοῦ Θεοῦ. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν ἀποφράττει τὰ στόματα, τὸ, Δι' οὗ, τοῦτο ὅπερ ἐλαττώσεως εἶναι λέγεις, τῷ Πατρὶ προσνέμων. Πιστὸς γὰρ ὁ Θεὸς, φησὶ, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν, Διὰ τοῦ θελήματος αὐτοῦ· καὶ ἀλλαχοῦ, Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Ὥστε οὐ τῷ Υἱῷ μόνῳ τὸ, Ἐξ οὗ, ἀλλὰ καὶ τῷ Πνεύματι προσνενέμηται. Καὶ γὰρ τῷ Ἰωσὴφ ὁ ἄγγελος ἔλεγε· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου· ὥσπερ οὖν καὶ τὸ, Ἐν ᾧ, τοῦ Πνεύματος ὂν, οὐκ ἀπαξιοῖ καὶ τῷ Θεῷ προσνέμειν ὁ Προφήτης, οὕτω λέγων· Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Καὶ ὁ Παῦλος, Δεόμενος. φησὶν, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ πάλιν τοῦτο τίθησι λέγων· Ἐν Χριστῷ Ἰησοῦ. Καὶ ὅλως πολλάκις καὶ συνεχέστερον εὕροιμεν ἂν μεθισταμένας ταύτας τὰς λέξεις· ταῦτα δὲ οὐκ ἂν συνέβη μὴ πανταχοῦ τῆς αὐτῆς οὐσίας ὑποκειμένης. Ἵνα δὲ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, μὴ περὶ τῶν σημείων ὑποπτεύσῃς νῦν λέγεσθαι (περὶ γὰρ τούτων οἱ λοιποὶ διελέχθησαν εὐαγγελισταί), ἐπάγει μετὰ ταῦτα λέγων· Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· ἀλλ' οὐ τὸ Πνεῦμα· οὐδὲ γὰρ τῶν γενητῶν τοῦτο, ἀλλὰ τῶν ὑπὲρ τὴν κτίσιν ἅπασαν. Ἀλλὰ τέως ἐχώμεθα τῶν ἑξῆς. Εἰπὼν γὰρ περὶ τῆς δημιουργίας ὁ Ἰωάννης, οἷον, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον, Ἐν αὐτῷ ζωὴ ἦν, λέγων. Καὶ γὰρ ἵνα μηδεὶς ἀπιστήσῃ, πῶς τὰ τοσαῦτα καὶ τηλικαῦτα δι' αὐτοῦ γέγονεν, ἐπήγαγεν, ὅτι Ἐν αὐτῷ ζωὴ ἦν. Καθάπερ οὖν ἐπὶ τῆς πηγῆς τῆς τικτούσης ἀβύσσους, ὅσον ἂν ἀφέλῃς, οὐδὲν ἠλάττωσας τὴν πηγήν· οὕτω καὶ ἐπὶ τῆς ἐνεργείας τοῦ Μονογενοῦς, ὅσα ἂν πιστεύσῃς παρῆχθαι δι' αὐτῆς καὶ πεποιῆσθαι, οὐδὲν ἐλάττων αὕτη γέγονε· μᾶλλον δὲ, ἵν' οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, τὸ τοῦ φωτὸς ἐρῶ, ὃ καὶ αὐτὸς ἐπήγαγεν εὐθέως, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς. Ὥσπερ οὖν τὸ φῶς, ὅσας ἂν φωτίσῃ μυριάδας, οὐδὲν εἰς τὴν οἰκείαν ἐλαττοῦται λαμπρότητα· οὕτω καὶ ὁ Θεὸς, καὶ πρὸ τοῦ ἐργάσασθαι, καὶ μετὰ τὸ ποιῆσαι, ὁμοίως ἀνελλιπὴς μένει, μηδὲν ἐλαττούμενος, μηδὲ ἀτονῶν ἐκ τῆς δημιουργίας τῆς πολλῆς· ἀλλὰ κἂν μυρίους δέῃ γενέσθαι κόσμους τοιούτους, κἂν ἀπείρους, ὁ αὐτὸς μένει πᾶσιν ἀρκῶν, οὐ πρὸς τὸ παραγαγεῖν αὐτοὺς μόνον, ἀλλὰ καὶ πρὸς τὸ συγκρατῆσαι μετὰ τὴν δημιουργίαν αὐτούς. Τὸ γὰρ τῆς ζωῆς ὄνομα ἐνταῦθα οὐ τῆς δημιουργίας μόνον ἐστὶν, ἀλλὰ καὶ τῆς προνοίας τῆς κατὰ τὴν διαμονήν. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ λόγον προκαταβάλλεται ἡμῖν, καὶ τῶν θαυμαστῶν τούτων εὐαγγελίων ἄρχεται. Τῆς γὰρ ζωῆς παραγενομένης πρὸς ἡμᾶς, λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ τοῦ φωτὸς λάμψαντος ἡμῖν, οὐκ ἔτι τὸ σκότος ἐστὶν, ἀλλὰ μένει διαπαντὸς ἐν ἡμῖν τὸ ζῇν, καὶ θάνατος αὐτοῦ περιγενέσθαι οὐ δύναται. Ὥστε ὃ περὶ τοῦ Πατρὸς εἴρηται, καὶ περὶ τούτου κυρίως ἂν λεχθείη, ὅτι Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Ὃ καὶ Παῦλος δηλῶν ἔλεγεν Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Διὸ καὶ ῥίζα καὶ θεμέλιος εἴρηται. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐν αὐτῷ ζωὴ ἦν, μὴ σύνθετον ὑπολάβῃς· καὶ γὰρ προϊὼν καὶ περὶ τοῦ Πατρός φησιν· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν. Ἀλλ' ὥσπερ τὸν Πατέρα οὐκ ἂν εἴποις διὰ τοῦτο συγκεῖσθαι, οὕτω μηδὲ τὸν Υἱόν. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν, ὅτι Φῶς ἐστιν ὁ Θεός· καὶ πάλιν, ὅτι Φῶς οἰκεῖ ἀπρόσιτον. Ταῦτα δὲ πάντα εἴρηται, οὐχ ἵνα σύνθεσιν ὑπολάβωμεν, ἀλλ' ἵνα κατὰ μικρὸν ἀναχθῶμεν πρὸς τὸ τῶν δογμάτων ὕψος. Ἐπειδὴ γὰρ οὐκ ἂν εὐκόλως ἐνόησέ τις τῶν πολλῶν, πῶς ἐστιν αὐτοῦ ἐνυπόστατος ἡ ζωὴ, πρότερον μὲν ἐκεῖνο εἶπε τὸ ταπεινότερον, ἔπειτα δὲ παιδευθέντας πρὸς τὸ ὑψηλότερον ἄγει. Ὁ γὰρ εἰπὼν, ὅτι Ἔδωκεν αὐτῷ ζωὴν ἔχειν, οὗτος πάλιν φησὶν, Ἐγώ εἰμι ἡ ζωή· καὶ πάλιν, Ἐγώ εἰμι τὸ φῶς. Καὶ ποταπὸν, εἰπέ μοι, τοῦτο τὸ φῶς; Οὐ τοιοῦτον αἰσθητὸν, ἀλλὰ νοητὸν, τὴν ψυχὴν φωτίζον αὐτήν. Ἐπειδὴ γὰρ μέλλει λέγειν ὁ Χριστὸς, ὅτι Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτὸν, διὰ τοῦτο προλαβὼν ἐνταῦθα ὁ εὐαγγελιστὴς ἔφησεν, ὅτι αὐτός ἐστιν ὁ φωτίζων, ἵνα κἂν περὶ τοῦ Πατρὸς ἀκούσῃς τι τοιοῦτον, μὴ τοῦ Πατρὸς εἶναι λέγῃς αὐτὸ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ. Πάντα γὰρ, φησὶν, ὅσα ἔχει ὁ Πατήρ μου, ἐμά ἐστι. Πρῶτον μὲν οὖν περὶ τῆς δημιουργίας ἡμᾶς ἐδίδαξεν· ἔπειτα λέγει καὶ τὰ κατὰ ψυχὴν ἀγαθὰ, ἅπερ παρέσχεν ἡμῖν ἐλθὼν, καὶ δι' ἑνὸς ῥήματος ᾐνίξατο αὐτὰ ὁ εὐαγγελιστὴς, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ οὐκ εἶπεν, Ἦν τὸ φῶς τῶν Ἰουδαίων, ἀλλὰ καθόλου, Τῶν ἀνθρώπων. Οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν, καὶ κοινὸν ἅπασι προὔκειτο τοῦτο τὸ φῶς. Τίνος δὲ ἕνεκεν οὐχὶ καὶ τοὺς ἀγγέλους προσέθηκεν, ἀλλὰ Τῶν ἀνθρώπων, εἶπεν; Ὅτι νῦν αὐτῷ περὶ τῆς φύσεως ταύτης ὁ λόγος ἐστὶ, καὶ τούτοις ἦλθεν εὐαγγελιζόμενος τὰ ἀγαθά. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. Σκοτίαν καὶ τὸν θάνατον καὶ τὴν πλάνην φησί. Τὸ μὲν γὰρ φῶς τοῦτο τὸ αἰσθητὸν οὐκ ἐν τῇ σκοτίᾳ φαίνει, ἀλλ' ἐκείνης χωρίς. Τὸ δὲ κήρυγμα μεταξὺ τῆς πλάνης κρατούσης ἔλαμψε, κἀκείνην ἠφάνισε. Καὶ ἐν τῷ θανάτῳ γενόμενος αὐτὸς, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν. Ἐπεὶ οὖν οὔτε ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη, ἀλλ' ἔστι φαιδρὸν πανταχοῦ, καὶ λάμπει μετὰ τῆς οἰκείας ἰσχύος· διὰ τοῦτό φησι· Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Καὶ γάρ ἐστιν ἀκαταγώνιστον, οὐκ ἐμφιλοχωροῦν ταῖς μὴ φωτισθῆναι βουλομέναις ψυχαῖς.