Ancient Greek · ~20 min
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-4
Not analysed yet
Εἰ δὲ μὴ πάντας εἷλε, μή σε τοῦτο θορυβείτω· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμᾶς ὁ Θεός. Μὴ δὴ τὰς θύρας ἀποκλείσῃς τῷ φωτὶ τούτῳ, καὶ πολλῆς ἀπολαύσῃ τῆς τρυφῆς. Παραγίνεται δὲ τοῦτο τὸ φῶς διὰ πίστεως, καὶ παραγενόμενον καταλάμπει λοιπὸν μετὰ πολλῆς τῆς δαψιλείας τὸν ὑποδεξάμενον· κἂν βίον αὐτῷ παρέχῃς καθαρὸν, μένει διηνεκῶς ἐνοικῶν ἔνδον· Ὁ γὰρ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ πρὸς αὐτὸν φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ὥσπερ οὖν ἡλιακῆς ἀκτῖνος ἀπολαύειν ὡς χρὴ οὐκ ἔνι, μὴ διανοίγοντα τοὺς ὀφθαλμούς· οὕτως οὐδὲ ταύτης μετασχεῖν τῆς λαμπρότητος δαψιλῶς, μὴ σφόδρα ἀναπετάσαντα τὸ τῆς ψυχῆς ὄμμα, καὶ ὀξυδερκὲς αὐτὸ πάντοθεν κατασκευάσαντα. Πῶς δὲ γίνεται τοῦτο; Ὅταν πάντων ἐκκαθάρωμεν τῶν παθῶν τὴν ψυχήν. Ἡ γὰρ ἁμαρτία σκότος ἐστὶ, καὶ σκότος βαθύ· καὶ δῆλον ἐκ τοῦ ἀσυνειδότως καὶ λανθανόντως πράσσειν αὐτήν. Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ, Τὰ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Καθάπερ οὖν ἐν σκότῳ, οὐ φίλον, οὐκ ἐχθρόν τις οἶδεν, ἀλλὰ πάσας ἀγνοεῖ τῶν πραγμάτων τὰς φύσεις· οὕτω καὶ ἐν τῇ ἁμαρτίᾳ. Καὶ γὰρ ὁ πλεονεκτῆσαι βουλόμενος, οὐ διαιρεῖ τὸν φίλον ἀπὸ τοῦ πολεμίου· καὶ ὁ βασκαίνων, καὶ τὸν σφόδρα ᾠκειωμένον ὡς ἐχθρὸν ὁρᾷ· καὶ ὁ ἐπιβουλεύων ὁμοίως πρὸς πάντας ἐκπεπολέμωται; καὶ ἁπλῶς ἅπας ὁ τὴν ἁμαρτίαν ποιῶν, τῶν μεθυόντων οὐδὲν διενήνοχε καὶ μαινομένων, πρὸς τὸ τῶν πραγμάτων μὴ ἐπιγνῶναι τὴν φύσιν. Καὶ καθάπερ ἐν νυκτὶ, καὶ ξύλον, καὶ μόλυβδον, καὶ σίδηρον, καὶ ἄργυρον, καὶ χρυσὸν, καὶ λίθον τίμιον, πάντα ὁμοίως ὁρῶμεν, τοῦ διακρίνοντος αὐτὰ φωτὸς οὐ παρόντος· οὕτω καὶ ὁ βίον ἀκάθαρτον ἔχων, οὐκ οἶδε τῆς σωφροσύνης τὴν ἀρετὴν, οὐ τῆς φιλοσοφίας τὸ κάλλος. Ἐν γὰρ σκότῳ, καθάπερ ἔφθην εἰπὼν, κἂν λίθοι κέωνται τίμιοι, τὸ κάλλος οὐκ ἐμφαίνουσιν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἄγνοιαν τῶν ὁρώντων. Οὐ τοῦτο δὲ μόνον ἡμῖν τὸ δεινὸν τοῖς ἐν ἁμαρτίαις οὖσι συμβαίνει, ἀλλ' ὅτι καὶ φόβῳ συζῶμεν διηνεκεῖ· καὶ καθάπερ οἱ διὰ νυκτὸς ἀσελήνου βαδίζοντες τρέμουσι, κἂν μηδεὶς ὁ φοβῶν παρῇ· οὕτω καὶ οἱ τὴν ἁμαρτίαν ἐργαζόμενοι, θαῤῥεῖν οὐκ ἔχουσι, κἂν μηδεὶς ὁ ἐλέγχων ᾖ, ἀλλὰ πάντα δεδοίκασι, καὶ ὑποπτεύουσιν, ὑπὸ τοῦ συνειδότος κεντούμενοι, καὶ πάντα αὐτοῖς δέους καὶ ἀγωνίας ἐστὶ μεστὰ, πάντα περιβλέπονται, πάντα φοβοῦνται. Φύγωμεν τοίνυν τὴν οὕτως ὀδυνηρὰν ζωήν. Καὶ γὰρ μετὰ τὴν ὀδύνην ταύτην θάνατος ἕψεται, θάνατος ἀθάνατος· οὐδὲ γάρ ἐστι τῆς ἐκεῖ κολάσεως τέλος· καὶ ἐνταῦθα δὲ τῶν παραπαιόντων οὐδὲν διενηνόχασιν οἱ πράγματα ὀνειροπολοῦντες οὐχ ὑφεστῶτα. Καὶ γὰρ δοκοῦσι πλουτεῖν οὐ πλουτοῦντες, καὶ νομίζουσι τρυφᾷν οὐ τρυφῶντες, καὶ οὐ πρότερον αἰσθάνονται τῆς ἀπάτης ὡς χρὴ ταύτης, ἕως ἂν τῆς μανίας ἀπαλλαγῶσιν, ἕως ἂν τὸν ὕπνον ἀποτινάξωνται. Διὸ νήφειν καὶ ἐγρηγορέναι πᾶσιν ὁ Παῦλος παρακελεύεται· καὶ ὁ Χριστὸς τὰ αὐτὰ πάλιν. Ὁ νήφων καὶ ἐγρηγορὼς, κἂν ὑπὸ τῆς ἁμαρτίας ἁλῷ, ταχέως αὐτὴν ἀποκρούεται· ὁ δὲ καθεύδων καὶ ἐξεστηκὼς, οὐκ αἰσθάνεται πῶς ὑπ' αὐτῆς κατέχεται. Μὴ τοίνυν καθεύδωμεν. Οὐ γὰρ νυκτὸς ὁ καιρὸς, ἀλλ' ἡμέρας. Ὡς ἐν ἡμέρᾳ τοίνυν εὐσχημόνως περιπατήσωμεν. Οὐδὲν γὰρ ἁμαρτίας ἀσχημονέστερον. Ἔλαττον κακὸν εἰς ἀσχημοσύνης λόγον, γυμνοὺς, ἢ ἁμαρτάνοντας ἢ πλημμελοῦντας περιέρχεσθαι. Ἐκεῖνο μὲν γὰρ οὐ τοσοῦτον ἔγκλημα· πολλάκις γὰρ καὶ ἀπὸ πενίας γένοιτ' ἄν· τοῦ δὲ ἁμαρτάνοντος οὐδὲν αἰσχρότερον καὶ ἀτιμότερον. Ἐννοήσωμεν οὖν τοὺς εἰς δικαστήριον ἀπιόντας ἁρπαγῆς ἕνεκα καὶ πλεονεξίας, πῶς αἰσχροὶ καὶ καταγέλαστοι φαίνονται, πάντα ἀναισχυντοῦντες, ψευδόμενοι καὶ ἰταμευόμενοι. Ἡμεῖς δὲ οὕτως ἐσμὲν ἐλεεινοὶ καὶ ταλαίπωροι, ὡς ἱμάτιον μὲν μὴ ἂν ὑπομεῖναι ἁπλῶς περιβαλέσθαι καὶ διεστραμμένως, ἀλλὰ κἂν ἕτερον ἴδωμεν τοῦτο πάσχοντα, διορθούμεθα· πάντων δὲ καὶ ἡμῶν καὶ τῶν πλησίον κατὰ κεφαλῆς περιπατούντων, μηδὲ ἐπαισθάνεσθαι. Τί γὰρ αἰσχρότερον, εἰπέ μοι, ἀνδρὸς πρὸς γυναῖκα πόρνην εἰσιόντος; τί δὲ ὑβριστοῦ, τί δὲ λοιδόρου καὶ βασκάνου καταγελαστότερον γένοιτ' ἄν; πόθεν οὖν οὐ δοκεῖ ταῦτα οὕτως εἶναι αἰσχρὰ, ὡς τὸ γυμνοὺς περιπατεῖν, Ἀπὸ τῆς συνηθείας μόνης. Τοῦτο μὲν γὰρ οὐδεὶς οὐδέποτε ἑκὼν ἔπαθεν· ἐκεῖνο δὲ ἅπασιν ἀεὶ τολμᾶται μετὰ ἀδείας. Ἐπεὶ εἴ τις εἰς ἀγγέλων πλῆθος ἦλθε, παρ' οἷς οὐδὲν οὐδέποτε τοιοῦτον ἐγένετο, εἶδεν ἂν τότε ἀκριβῶς τὸν πολὺν γέλωτα. Καὶ τί λέγω πλῆθος ἀγγέλων; Ἐν γὰρ τοῖς βασιλείοις αὐτοῖς τοῖς παρ' ἡμῖν, εἴ τις ἂν πόρνην εἰσαγαγὼν χρῷτο αὐτῇ, ἢ μέθῃ οἴνου κατασχεθείη, ἢ ἄλλο τι τοιοῦτον ἀσχημονήσειε, τὴν ἐσχάτην δίδωσι δίκην. Εἰ δὲ ἐν βασιλείοις οὐκ ἀνεκτὸν τὰ τοιαῦτα τολμᾷν, πολλῷ μᾶλλον, τοῦ πανταχοῦ βασιλέως παρόντος καὶ τὰ γινόμενα θεωμένου, ἂν τοιαῦτα τολμῶμεν, τὴν ἐσχάτην ὑποστησόμεθα κόλασιν. Διὸ, παρακαλῶ, πολλὴν ἐν τῷ βίῳ τὴν ἡσυχίαν ἐπιδειξώμεθα, πολλὴν τὴν καθαρότητα Καὶ γὰρ ἔχομεν βασιλέα πάντα ὁρῶντα διηνεκῶς τὰ ἡμέτερα. Ἵν' οὖν ἡμᾶς ἀεὶ τοῦτο δαψιλῶς φωτίζῃ τὸ φῶς, ἐπισπασώμεθα ταύτην τὴν ἀκτῖνα. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.