Ancient Greek · ~15 min
Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-58
Not analysed yet
Ὁρᾷς ἀπὸ δειλίας πεπιλημένην αὐτῶν τὴν ψυχήν, Συνεχύθη γὰρ καὶ ἐταράχθη, καὶ ἐνόμισεν, ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν ὄναρ, οὕτω καὶ αὐτὸν μέλλειν ὁρᾶσθαι. Ἵν' οὖν μὴ τοῦτο ὑποπτεύσωσιν, ἄκουσον τί φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· μονονουχὶ λέγων· Ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω καὶ ἐγώ. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, ὅτι Μονὴν παρ' αὐτῷ ποιήσομεν, ἀνεῖλε τὴν ὑποψίαν· ὅπερ ὀνειράτων οὐκ ἔστι. Σὺ δέ μοι θέα τὸν μαθητὴν καὶ θορυβούμενον καὶ οὐ τολμῶντα σαφῶς εἰπεῖν, ὅπερ εἰπεῖν ἐπεθύμει. Οὐ γὰρ εἶπεν· Οὐαὶ ἡμῖν, ὅτι ἀποθνήσκεις, καὶ ὡς οἱ τετελευτηκότες μέλλεις ἡμῖν ἐφίστασθαι· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Τί ἔστιν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ; Λέγει οὖν, ὅτι Ὑμᾶς ἀποδέχομαι, ὅτι ὑμεῖς τὴν ἐντολήν μου τηρεῖτε. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντες αὐτὸν φάντασμα νομίσωσι, διὰ τοῦτο ταῦτα προλέγει. Καὶ ἵνα μὴ οὕτως, ὡς εἶπον, νομίσωσιν αὐτοῖς φαίνεσθαι, λέγει καὶ τὴν αἰτίαν· διὰ τὸ τὰς ἐντολάς μου τηρεῖν, λέγει ὅτι καὶ τὸ Πνεῦμα οὕτω μέλλει φαίνεσθαι. Εἰ δὲ τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον, οὔπω φέρουσιν ἐκείνην τὴν οὐσίαν, μᾶλλον δὲ οὐδὲ νοοῦσιν αὐτήν· τί ἂν ἔπαθον, εἰ παρὰ τὴν ἀρχὴν οὕτως αὐτοῖς ἐφάνη; Διὰ τοῦτο καὶ συνεσθίει, ἵνα μὴ φάντασμα τὸ πρᾶγμα νομισθῇ Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες τοῦτο ἐνόμισαν, καίτοι τῆς αὐτῆς ὄψεως φαινομένης, καὶ οὐ πρὸ πολλοῦ διαστάντος, τί ἂν ὑπώπτευσαν, εἴ γε εἶδον αὐτὸν εὐθέως ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ ἐσπαργανωμένον; Διὰ τοῦτο συνεχῶς αὐτοῖς λέγει, ὅτι φανεῖται, καὶ διατί φανεῖται καὶ πῶς, ἵνα μὴ φάντασμα νομίσωσιν. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ. Καὶ ὁ λόγος, ὃν ἠκούσατε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με. Ὥστε οὐκ ἐμὲ μόνον, ἀλλ' οὐδὲ τὸν Πατέρα ἀγαπᾷ ὁ μὴ τούτων ἀκούων τῶν λόγων. Εἰ γὰρ τοῦτο τεκμήριον ἀγάπης, τὸ ἀκούειν τῶν ἐντολῶν, αὗται δὲ τοῦ Πατρός εἰσιν, ὁ ἀκούων, οὐχὶ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα ἠγάπησε. Πῶς δὲ σὸς, καὶ οὐ σός; Τουτέστιν, ὅτι Οὐδὲν ἔξω τοῦ Πατρὸς φθέγγομαι, οὐδὲ ἴδιόν τι ἄλλο παρὰ τὸ δοκοῦν αὐτῷ. Ταῦτα ἐλάλησα ὑμῖν, παρ' ὑμῖν μένων. Ἐπειδὴ ταῦτα ἀσαφῆ ἦν, καὶ τὰ μὲν οὐδὲ συνίεσαν, τὰ δὲ πλείονα καὶ ἀμφέβαλλον, ἵνα μὴ θορυβῶνται πάλιν, μηδὲ λέγωσι, Ποίας ἐντολάς; ἀπήλλαξεν αὐτοὺς τῆς ἀγωνίας ἁπάσης, εἰπών· Ὁ δὲ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει. Τάχα ἀσαφῆ τὰ εἰρημένα νῦν ὑμῖν· ἀλλ' ἐστὶ τούτων σαφὴς διδάσκαλος ἐκεῖνος. Τὸ δὲ, Παρ' ὑμῖν μένει, αἰνιττομένου ἐστὶν, ὅτι αὐτὸς ἄπεισιν. Εἶτα ἵνα μὴ λυπῶνται, φησὶν, ὅτι ἕως ἂν παρ' αὐτοῖς μένῃ, καὶ τὸ Πνεῦμα μὴ ἔρχηται, οὐδὲν μέγα οὐδὲ ὑψηλὸν δυνήσονται συνιδεῖν. Ταῦτα δὲ λέγει παρασκευάζων αὐτοὺς γενναίως ἐνεγκεῖν αὐτοῦ τὴν ἀναχώρησιν, ὡς μεγάλων αἰτίαν ἐσομένην αὐτοῖς ἀγαθῶν. Συνεχῶς δὲ Παράκλητον καλεῖ, διὰ τὰς συνεχούσας αὐτοὺς τότε θλίψεις. Ἐπεὶ οὖν καὶ ταῦτα ἀκούοντες ἐταράττοντο ἐννοοῦντες τὰς ἐπαχθείας, τοὺς πολέμους, τὴν ἀναχώρησιν τὴν αὐτοῦ, ὅρα πῶς αὐτοὺς καταστέλλει πάλιν λέγων· Εἰρήνην ἀφίημι ὑμῖν· μονονουχὶ λέγων, Τί βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύητε πρὸς μέ; Οὐ γὰρ τοιαύτη αὕτη ἡ εἰρήνη. Ἡ μὲν γὰρ ἔξωθεν, καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ ἀνόνητος, καὶ τοὺς ἔχοντας οὐδὲν ὠφέλησεν· ἐγὼ δὲ δίδωμι τοιαύτην, ὥστε μετ' ἀλλήλων εἰρηνεύειν, ὅπερ ὑμᾶς ἰσχυροτέρους ποιεῖ. Ἀλλ' ἐπειδὴ πάλιν εἶπεν, Ἀφίημι, ὅπερ ἦν ἀναχωροῦντος, καὶ ἱκανὸν ἦν αὐτοὺς συγχεῖν, διὰ τοῦτο πάλιν φησί· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. Ὁρᾷς ὅτι τὰ μὲν ὑπὸ φιλοστοργίας, τὰ δὲ ὑπὸ δειλίας ἔπασχον; Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὅτι Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν. Καὶ ποίαν τοῦτο αὐτοῖς χαρὰν φέρειν ἔμελλεν; ποίαν παραμυθίαν;