Ancient Greek · ~16 min
Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-26
Not analysed yet
Τί οὖν ἐστι τὸ εἰρημένον; Οὐδέπω ᾔδεσαν περὶ τῆς ἀναστάσεως, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· (πῶς γὰρ, οἱ μηδὲ ὅτι ἀναστήσεται εἰδότες;) τὸν δὲ Πατέρα μέγαν εἶναι ἐνόμιζον. Λέγει οὖν, ὅτι Εἰ καὶ περὶ ἐμοῦ δεδοίκατε ὡς οὐκ ἀρκοῦντος ἐμαυτοῦ προστῆναι, οὐδὲ θαῤῥεῖτε ὅτι μετὰ τὸν σταυρὸν πάλιν ὑμᾶς ὄψομαι· ἀλλὰ ἀκούσαντες ὅτι πρὸς τὸν Πατέρα ἀπέρχομαι, ἔδει χαίρειν λοιπὸν, ὅτι πρὸς τὸν μείζονα ἄπειμι, καὶ δυνατὸν πάντα λῦσαι τὰ δεινά. Ὑμεῖς ἠκούσατε, ὅτι ἐγὼ εἶπον ὑμῖν. Διατί τοῦτο τέθεικεν; Ὅτι οὕτω σφόδρα θαῤῥῶ, φησὶ, τοῖς γινομένοις, ὡς καὶ προειπεῖν· οὕτως οὐ δέδοικα. Τοῦτο γοῦν καὶ μετὰ ταῦτα Εἶπον ὑμῖν πρὶν γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι· ὡσανεὶ ἔλεγε, Μὴ ᾔδειτε, εἰ μὴ ἐγὼ εἶπον; οὐκ ἂν δὲ εἶπον, εἰ μὴ ἐθάῤῥουν. Εἶδες συγκαταβάσεως τὸν λόγον ὄντα; Καὶ γὰρ ὅταν λέγῃ, Δοκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων; πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων φθέγγεται. Οὐδὲ γὰρ ἂν ἐκεῖνο εἴποι τις ἂν, κἂν σφόδρα ᾖ μεμηνὼς ὅτι οὐκ ἐδύνατο ἑαυτῷ βοηθῆσαι, ἀλλ' ἀγγέλων ἐδεῖτο· ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ ὡς ἀνθρώπου δόξαν εἶχον, διὰ τοῦτό φησι, Δώδεκα λεγεῶνας ἀγγέλων. Καίτοι γε ἁπλῶς αὐτοὺς ἠρώτησε, καὶ ἔῤῥιψεν εἰς τὰ ὀπίσω. Εἰ δὲ λέγοι τις μείζονα εἶναι τὸν Πατέρα καθ' ὃ αἴτιος τοῦ Υἱοῦ, οὐδὲ τοῦτο ἀντεροῦμεν. Ἀλλ' οὐ μὴν τοῦτο ἑτέρας εἶναι τὸν Υἱὸν οὐσίας ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἕως μὲν ἂν ἐνταῦθα ὦ, εἰκὸς νομίζειν ὑμᾶς ὅτι κινδυνεύομεν· ἐὰν δὲ ἐκεῖ ἀπέλθω, θαῤῥεῖτε ὅτι ἐν ἀσφαλείᾳ ἐσμέν· ἐκείνου γὰρ οὐδεὶς περιγενέσθαι δυνήσεται. Ταῦτα δὲ πάντα πρὸς τὴν ἀσθένειαν τῶν μαθητῶν ἐλέγετο. Καὶ αὐτὸς μὲν γὰρ θαῤῥῶ, καὶ οὐ φροντίζω τοῦ θανάτου. Διὰ γὰρ τοῦτο εἶπε, Ταῦτα εἶπον ὑμῖν πρὶν γενέσθαι. Ἐπειδὴ δὲ, φησὶ, ὑμεῖς οὐδέπω δύνασθε τὸν περὶ τούτων δέξασθαι λόγον, καὶ ἀπὸ τοῦ Πατρὸς, ὃν ὀνομάζετε μέγαν εἶναι, εἰσάγω τὴν παράκλησιν. Παραμυθησάμενος τοίνυν αὐτοὺς, πάλιν λέγει τὰ λυπηρά· Οὐκέτι λαλήσω μεθ' ὑμῶν. Διατί; Ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ ἔχει οὐδέν. Κόσμου δὲ ἄρχοντα τὸν διάβολόν φησι, καὶ τοὺς πονηροὺς ἀνθρώπους οὕτω καλῶν. Οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ ἂν ἐνέτρεψε πάντα καὶ κατέβαλε· ἄρχει δὲ τῶν ἑαυτοὺς παραδιδόντων αὐτῷ. Διὰ τοῦτο καὶ ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου καλεῖ, σκότος ἐνταῦθα πάλιν τὰς πονηρὰς πράξεις καλῶν. Τί οὖν; ὁ διάβολός σε ἀναιρεῖ; Οὐδαμῶς· οὐ γὰρ ἔχει ἐν ἐμοὶ οὐδέν. Πῶς οὖν σε ἀναιροῦσιν; Ἐπειδὴ βούλομαι, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα. Οὐ γὰρ ὑπεύθυνος ὢν θανάτῳ, φησὶν, οὐδὲ ὀφείλων αὐτῷ, διὰ δὲ τὴν ἀγάπην τὴν εἰς τὸν Πατέρα ὑπομένω. Τοῦτο δέ φησιν, ἵνα πάλιν αὐτῶν ἀναστήσῃ τὴν ψυχὴν, καὶ μάθωσιν ὅτι οὐκ ἄκων, ἀλλ' ἑκὼν ἐπὶ τοῦτο ἔρχεται, καὶ ὅτι καταφρονῶν τοῦ διαβόλου. Οὐ γὰρ ἤρκει τὸ εἰπεῖν, ὅτι Μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, ἀλλὰ συνεχῶς αὐτὸ στρέφει τοῦτο τὸ λυπηρὸν, εἰκότως, ἕως ἂν αὐτὸ παρ' αὐτοῖς εὐπαράδεκτον ποιήσῃ, παρυφαίνων αὐτῷ τὰ χρηστά. Διὰ τοῦτο ποτὲ μὲν λέγει, Ὑπάγω καὶ ἔρχομαι· καὶ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, ἵνα καὶ ὑμεῖς ἦτε; καὶ, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσετε δὲ ὕστερον· καὶ, Πρὸς τὸν Πατέρα πορεύομαι· καὶ, Ὁ Πατὴρ μείζων μού ἐστι· καὶ, Πρὶν γενέσθαι εἴρηκα ὑμῖν· καὶ, ὅτι Οὐκ ἀπὸ ἀνάγκης ταῦτα πάσχω, ἀλλὰ δι' ἀγάπην τοῦ Πατρός· ὥστε ἐννοῆσαι αὐτοὺς, ὅτι οὐκ ὀλέθριον τὸ πρᾶγμα οὐδὲ βλάβην ἔχον, εἴ γε ὥστε σφόδρα αὐτὸν ἀγαπῶν, καὶ ὁ ἀγαπώμενος παρ' αὐτοῦ οὕτω βούλεται. Διὰ δὴ τοῦτο τὰ χρηστὰ ταῦτα ἀναμιγνὺς, συνεχῶς ἔλεγε καὶ τὰ λυπηρὰ, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν. Καὶ γὰρ τὸ, Παρ' ὑμῖν μένει, καὶ, ὅτι Συμφέρει ὑμῖν ἡ ἀναχώρησις, παραμυθουμένου ἦν. Διὰ γάρ τοι τοῦτο προλαβὼν μυρία εἶπε περὶ τοῦ Πνεύματος, τὸ, Ἐν ὑμῖν ἐστι, καὶ, Ὁ κόσμος οὐ δύναται λαβεῖν, καὶ, Αὐτὸς ἀναμνήσει πάντα, καὶ, Πνεῦμα ἀληθείας, καὶ, Πνεῦμα ἅγιον, καὶ, Παράκλητον, καὶ, ὅτι Συμφέρει ὑμῖν· ἵνα μὴ ἀθυμῶσιν ὡς οὐδενὸς ὄντος τοῦ προστησομένου καὶ βοηθήσοντος. Συμφέρειν δὲ λέγει, δηλῶν ὅτι πνευματικοὺς αὐτοὺς ἐργάσεται.