Ancient Greek · ~14 min
Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν ὃ λέγει, Μικρόν; καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-60
Not analysed yet
Ἔξεστι δὲ καὶ ἡμῖν νικᾷν, ἐὰν βουλώμεθα, εἰς τὸν ἀρχηγὸν τῆς πίστεως ἡμῶν ἀφορῶντας, καὶ ταύτην βαδίζοντας τὴν ὁδὸν, ἣν αὐτὸς ἡμῖν ἔτεμεν· Οὕτως οὐδὲ θάνατος ἡμῶν περιέσται. Τί οὖν; οὐ τεθνήξομεν, φησίν; ἀπὸ γὰρ τούτου δῆλον ὅτι οὐ περιέσται. Καὶ μὴν τότε ὁ ἀνταγωνιστὴς ἔσται λαμπρὸς, οὐχ ὅταν μὴ συμπλακῇ τῷ ἐχθρῷ, ἀλλ' ὅταν συμπλακεὶς μὴ κατέχηται. Οὐ τοίνυν διὰ τὴν συμπλοκὴν θνητοὶ, ἀλλὰ διὰ τὴν νίκην ἀθάνατοι. Τότε γὰρ ἂν ἦμεν θνητοὶ, εἰ ἐμένομεν παρ' αὐτῷ διηνεκῶς. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμι τὰ μακροβιώτατα τῶν ζώων ἀθάνατα, καίτοι γε πολὺν μένοντα χρόνον ἔξω θανάτου· οὕτως οὐδὲ θνητὸν, διὰ τὸ λύεσθαι θανάτῳ, τὸν μέλλοντα μετὰ τὸν θάνατον ἀνίστασθαι. Εἰπὲ γάρ μοι, εἴ τις πρὸς ὀλίγον ἐρυθριάσειε, τοῦτον οὕτω καλέσωμεν διηνεκῶς ἐρυθρόν; Οὐδαμῶς· οὐ γάρ ἐστι τὸ πρᾶγμα ἕξις. Εἴ τις ὠχρὸς γένοιτο, τοῦτον ἰκτεριῶντα προσεροῦμεν; Οὐδαμῶς· πρόσκαιρον γὰρ τὸ πάθος. Οὐκοῦν οὐδὲ θνητὸν καλέσεις τὸν ἐν ὀλίγῳ χρόνῳ γενόμενον ἐν θανάτῳ· ἐπεὶ καὶ τοὺς καθεύδοντας οὕτως ἐροῦμεν· τεθνήκασι γὰρ, ὡς εἰπεῖν, καὶ εἰσὶν ἀνενέργητοι. Ἀλλὰ φθείρει τὰ σώματα; Καὶ τί τοῦτο; οὐ γὰρ ἵνα ἐν φθορᾷ μείνῃ, ἀλλ' ἵνα βελτίω γένηται. Νικήσωμεν τοίνυν τὸν κόσμον, πρὸς ἀθανασίαν δράμωμεν, ἀκολουθήσωμεν τῷ βασιλεῖ, στήσωμεν αὐτῷ τρόπαιον, καταφρονήσωμεν αὐτοῦ τῶν ἡδονῶν. Καὶ οὐ δεῖ πόνων· μεταθῶμεν τὴν ψυχὴν πρὸς τὸν οὐρανὸν, καὶ νενίκηται ὁ κόσμος ἅπας. Ἂν μὴ ἐπιθυμήσῃς αὐτοῦ, νενίκηται· ἂν καταγελάσῃς αὐτὸν, ἥττηται. Ξένοι ἐσμὲν καὶ παρεπίδημοι· μηδενὶ τοίνυν τῶν λυπηρῶν ἀλγῶμεν. Οὐδὲ γὰρ, εἰ πατρίδος γενόμενος λαμπρᾶς καὶ προγόνων περιφανῶν, εἰς μακράν τινα γῆν ἀπῆλθες, μηδενὶ γνώριμος ὢν, μηδὲ παῖδας ἔχων, μηδὲ πλοῦτον, εἶτά τις ὕβρισεν, ἤλγησας ἂν ὡς οἴκοι ταῦτα παθών. Τὸ γὰρ εἰδέναι σαφῶς, ὅτι ἐν ξένῃ καὶ ἀλλοτρίᾳ εἶ, πάντα φέρειν εὐκόλως ἔπειθε, καὶ τὸ καταφρονεῖσθαι καὶ τὸ πεινῇν καὶ διψῇν, καὶ τὸ ὁτιοῦν παθεῖν. Τοῦτο λόγισαι καὶ νῦν, ὅτι ξένος εἶ καὶ παρεπίδημος, καὶ μηδέν σε τῶν ἐν τῇ ξένῃ ταύτῃ θορυβείτω. Καὶ γὰρ πόλιν ἔχεις, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· ἡ δὲ παροίκησις αὕτη πρὸς βραχὺ γίνεται καὶ ὀλίγον. Ὁ βουλόμενος τυπτέτω, ὑβριζέτω, λοιδορείτω. Ἐν ξένῃ ἐσμὲν, καὶ εὐτελῶς ζῶμεν. Τὸ γὰρ δεινὸν, ἐπὶ τῆς πατρίδος τοῦτο παθεῖν, ἐπὶ τῶν πολιτῶν· τότε ἡ μεγίστη ἀσχημοσύνη καὶ ζημία. Ἐὰν δὲ ᾖ τις ἔνθα μηδένα γνώριμον ἔχῃ, πάντα εὐκόλως ὑφίσταται. Ἡ γὰρ ὕβρις ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων χαλεπωτέρα γίνεται. Οἷον, ἐάν τις εἰδὼς τὸν ὕπαρχον ὄντα ὕπαρχον ὑβρίσῃ, τότε ἡ ὕβρις πικρά· ἐὰν δὲ ἰδιώτην νομίσας ὑβρίσῃ, οὐδὲ ἅψασθαι δύναται τοῦ ταῦτα πάσχοντος. Οὕτω δὴ καὶ ἡμεῖς λογισώμεθα. Οὐδὲ γὰρ ἴσασιν ὅπερ ἐσμὲν οἱ ὑβρισταὶ, οἷον ὅτι πολῖται τῶν οὐρανῶν, καὶ εἰς τὴν ἄνω ἀπογεγραμμένοι πατρίδα, καὶ τῶν Χερουβίμ ἐσμεν συγχορευταί. Μὴ τοίνυν ἀλγῶμεν, μηδὲ ὕβριν ἡγώμεθα τὴν ὕβριν. Εἰ ἐγνώριζον, οὐκ ἂν ὕβρισαν. Ἀλλὰ πτωχοὺς καὶ εὐτελεῖς νομίζουσι; Μὴ τοίνυν μηδὲ ἡμεῖς ταύτην ὕβριν νομίζωμεν. Εἰπὲ γάρ μοι, εἴ τις ὁδοιπορῶν παῖδας τοὺς αὐτοῦ φθάσας, ὀλίγον διάστημα ἐν πανδοχείῳ ἐκαθέζετο περιμένων αὐτούς· εἶτα ὁ πανδοχεὺς, ἢ τῶν ὁδοιπόρων τις, ἀγνοῶν ὅστις ἂν εἴη, δυσχεράνειε πρὸς ἐκεῖνον καὶ λοιδορηθείη· ἆρα οὐ γελάσεται τὴν ἄγνοιαν ἐκείνου; οὐ τέρψει μᾶλλον αὐτὸν ἡ πλάνη; οὐκ ἐντρυφήσει, ὡς ἄλλου τινὸς ὑβριζομένου; Οὕτω καὶ ἡμεῖς πράττωμεν. Καὶ γὰρ ἐν πανδοχείῳ καθήμεθα περιμένοντες τοὺς ἡμετέρους τοὺς ὁδεύοντας τὴν ὁδὸν ταύτην. Ὅταν ὁμοῦ πάντες γενώμεθα, τότε εἴσονται τίνας ὑβρίζουσιν. Οὗτοι τότε κάτω νεύουσι, τότε ἐροῦσιν· Οὗτός ἐστιν ὃν ἔσχομεν ἡμεῖς οἱ ἄφρονες εἰς γέλωτα.