Ancient Greek
Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν ὃ λέγει, Μικρόν; καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-77
Not analysed yet
Ἐπεὶ οὖν συνεσκιασμένα ἦν τὰ εἰρημένα, φησί· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, καὶ ἔρχεται ὥρα ὅτε οὐκ ἔτι ἐν παροιμίαις λαλήσω ὑμῖν. Ἔσται καιρὸς, ὅτε πάντες εἴσεσθε σαφῶς. Λέγει δὲ τὸν τῆς ἀναστάσεως χρόνον. Τότε παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν. Καὶ γὰρ ἐπὶ τεσσαράκοντα ἡμέρας συνῆν καὶ διελέχθη αὐτοῖς, συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Νῦν μὲν γὰρ ἐν φόβῳ ὄντες, οὐ προσέχετε τοῖς λεγομένοις· τότε δὲ ἀναστάντα ἰδόντες, καὶ συνόντες, δυνήσεσθε παῤῥησίᾳ πάντα μανθάνειν, ὅτι αὐτὸς ὁ Πατὴρ ὑμᾶς φιλήσει, τῆς εἰς ἐμὲ πίστεως βεβαίας γεγενημένης. Καὶ οὐκ ἐρωτήσω τὸν Πατέρα. Ἀρκεῖ ἡ εἰς ἐμὲ ἀγάπη προστῆναι ὑμῶν. Ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐξῆλθον. Ἀπὸ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἔρχομαι εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον. καὶ πορεύομαι πρὸς τὸν Πατέρα. Ἐπειδὴ γὰρ ὁ τῆς ἀναστάσεως λόγος οὐχ ὡς ἔτυχεν αὐτοὺς παρεμυθεῖτο, καὶ μετὰ τούτων τὸ ἀκούειν, ὅτι Παρὰ Θεοῦ ἐξῆλθον καὶ ἐκεῖ ὑπάγω, συνεχῶς αὐτὰ περιστρέφει. Τὸ μὲν γὰρ ἠγγυᾶτο, ὅτι ὀρθῶς πιστεύουσιν εἰς αὐτόν· τὸ δὲ, ὅτι μέλλουσιν ἐν ἀσφαλείᾳ εἶναι. Ὅτε μὲν οὖν ἔλεγε, Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ μικρὸν, καὶ ὄψεσθέ με, εἰκότως ἠγνόουν· νῦν δὲ οὐκ ἔτι. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐκ ἐρεῖτε, Δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ, Ποῦ ὑπάγεις; ὅτι πᾶσαν εἴσεσθε τὴν γνῶσιν, καὶ διακείσεται πρὸς ὑμᾶς ὁ Πατὴρ, ὥσπερ καὶ ἐγώ. Τοῦτο μάλιστα αὐτοὺς ἀναπνεῦσαι ἐποίησε, τὸ μαθεῖν ὅτι τῷ Πατρὶ ἔσονται φίλοι. Διὸ λέγουσι· Νῦν οἴδαμεν ὅτι οἶδας πάντα. Ὁρᾷς ὅτι πρὸς τὸ ὑφορμοῦν τῇ διανοίᾳ ἀπεκρίνατο; Καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· τουτέστι, Πρὶν ἢ ἀκοῦσαι οἶδας τὰ σκανδαλίζοντα ἡμᾶς, καὶ ἀνέπαυσας, ἐπειδὴ εἶπες, Ὁ Πατὴρ ὑμᾶς φιλεῖ, ὅτι ἐμὲ πεφιλήκατε. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα, τότε λέγουσι, Νῦν οἴδαμεν. Ὁρᾷς πῶς ἀτελῶς εἶχον; Εἶτα ἐπειδὴ ὥσπερ τινὰ χάριν αὐτῷ παρέχοντες λέγουσι, Νῦν οἴδαμεν, λέγει· Πολλῶν δεῖσθε ἑτέρων, ὥστε ἐπὶ τὸ τέλειον ἐλθεῖν· οὐδὲν οὐδέπω ὑμῖν κατώρθωται. Νῦν οὖν προδώσετέ με τοῖς ἐχθροῖς, καὶ τοσοῦτος ὑμῶν κρατήσει φόβος, ὥστε μηδὲ μετ' ἀλλήλων δυνηθῆναι ἀναχωρῆσαι. Ἀλλ' οὐδὲν ἀπὸ τούτων πείσομαι δεινόν. Ὁρᾷς πῶς πάλιν συγκαταβατικὸς ὁ λόγος; Τοῦτο γοῦν αὐτοῖς καὶ ἐγκαλεῖ, ὅτι συγκαταβάσεως δέονται διηνεκῶς. Ἐπειδὴ γὰρ ἔλεγον, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις, καὶ διὰ τοῦτο πιστεύομέν σοι· δείκνυσιν ὅτι νῦν, ὅτε πιστεύουσιν, οὔπω πιστεύουσιν, οὐδὲ προσίεται αὐτῶν τὰ ῥήματα. Ταῦτα λέγει, εἰς ἕτερον αὐτοὺς παραπέμπων καιρόν. Τὸ δὲ, Ὁ Πατὴρ μετ' ἐμοῦ ἐστι, δι' αὐτοὺς πάλιν τέθεικε· τοῦτο γὰρ ἄνω καὶ κάτω ἐβούλετο μαθεῖν. Εἶτα δεικνὺς, ὅτι οὐ τὴν τελείαν γνῶσιν παρεδίδου αὐτοῖς ταῦτα λέγων, ἀλλ' ὥστε τὸν λογισμὸν αὐτοῖς μὴ στασιάζειν (εἰκὸς γὰρ αὐτοὺς λογίζεσθαι ἀνθρώπινά τινα, καὶ ὅτι οὐδεμιᾶς ἀπολαύσουσι παρ' αὐτοῦ βοηθείας), φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· τουτέστιν, Ἵνα μὴ ἐκβάλητέ με τῆς διανοίας ὑμῶν, ἀλλὰ παραδέξησθε. Μὴ τοίνυν εἰς δόγμα τις ἑλκέτω τὰ λεγόμενα· εἰς γὰρ ἡμετέραν εἴρηται παράκλησιν καὶ ἀγάπην. Οὐδὲ γὰρ μέχρι τούτου, φησὶ, τοιαῦτα πάσχουσι· στήσεται ὑμῖν τὰ τῶν δεινῶν· ἀλλ' ἕως ἂν ἦτε ἐν τῷ κόσμῳ, θλίψιν ἕξετε, οὐ νῦν ὅτε παραδίδομαι, ἀλλὰ καὶ μετὰ ταῦτα. Ἀλλὰ ἀνάστητε τῷ λογισμῷ· οὐδὲν γὰρ πείσεσθε δεινόν. Τοῦ γὰρ Διδασκάλου περιγενομένου τῶν ἐχθρῶν, οὐ χρὴ τοὺς μαθητὰς ἀλύειν. Καὶ πῶς νενίκηκας, εἰπέ μοι, τὸν κόσμον; Εἶπον μὲν ἤδη ὅτι τὸν ἄρχοντα αὐτοῦ κατέβαλον κάτω· εἴσεσθε δὲ καὶ ὕστερον, πάντων εἰκόντων ὑμῖν καὶ παραχωρούντων.