Ancient Greek · ~14 min
Θωμᾶς δὲ εἷς τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν· «Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω,» καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-68
Not analysed yet
Τάχα ταῦτα ἀκούοντες διεθερμάνθητε, καὶ τοὺς συνόντας αὐτῷ τότε ἐμακαρίσατε, καὶ τοὺς μέλλοντας συνέσεσθαι κατὰ τὴν ἡμέραν τῆς κοινῆς ἀναστάσεως. Οὐκοῦν ἅπαντα πράττωμεν, ὥστε τὸ πρόσωπον ἐκεῖνο τὸ θαυμαστὸν ἰδεῖν. Εἰ γὰρ νῦν ἀκούοντες οὕτως ἐκκαιόμεθα καὶ ἐπιθυμοῦμεν κατ' ἐκείνας γενέσθαι τὰς ἡμέρας, ἃς ἐπὶ τῆς γῆς διέτριβε, καὶ φωνῆς ἀκοῦσαι, καὶ ὄψιν ἰδεῖν, καὶ προσελθεῖν, καὶ ἅψασθαι, καὶ διακονῆσαι· ἐννόησον ἡλίκον αὐτόν ἐστιν ἰδεῖν οὐκέτι ἐν θνητῷ σώματι, οὐδὲ ἀνθρώπινα ποιοῦντα, ἀλλ' ὑπὸ ἀγγέλων δορυφορούμενον, ἐν ἀκηράτῳ καὶ αὐτοὺς ὄντας, καὶ ἐκεῖνον βλέποντας, καὶ τῆς ἄλλης εὐημερίας ἀπολαύοντας τῆς πάντα νικώσης λόγον. Διὸ δὴ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μὴ τῆς τοσαύτης ἐκπεσεῖν δόξης. Οὐδὲν γὰρ δύσκολον, ἐὰν θέλωμεν, οὐδὲν φορτικὸν, ἐὰν προσέχωμεν. Εἰ γὰρ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τί οὖν ἐστι, Ὑπομένομεν; Εἰ τὰς θλίψεις φέρομεν, εἰ τοὺς διωγμοὺς, εἰ τὴν στενὴν βαδίζομεν ὁδόν. Ἡ γὰρ στενὴ τῇ φύσει μὲν ἔστιν ἐπίμοχθος, τῇ προαιρέσει δὲ τῇ ἡ μετέρᾳ κούφη γίνεται, τῇ τῶν μελλόντων ἐλπίδι. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Μεταστήσωμεν τοίνυν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, καὶ διαπαντὸς ἐκεῖνα φανταζώμεθα, καὶ βλέπωμεν. Ἂν γὰρ ἐν ἐκείνοις ἀεὶ διατρίβωμεν, οὐ πρὸς τὰ ἡδέα τὰ ἐνταῦθα πεισόμεθά τι, οὐ τὰ λυπηρὰ βαρέως οἴσομεν· ἀλλὰ καὶ τούτων καὶ τῶν ὁμοίων καταγελασόμεθα, καὶ οὐδὲν ἡμᾶς οὔτε δουλῶσαι, οὔτε ἐπᾶραι δυνήσεται, μόνον ἂν τὸν πόθον ἐκεῖ τείνωμεν, ἂν πρὸς τὴν ἀγάπην ἐκείνην βλέπωμεν. Καὶ τί λέγω, οὐκ ἀλγήσομεν τοῖς παροῦσι δεινοῖς; Οὔτε γὰρ ὁρᾷν δόξομεν αὐτὰ λοιπόν. Τοιοῦτον γάρ ἐστιν ὁ ἔρως. Τοὺς γοῦν μὴ συμπαρόντας ἡμῖν, ἀλλ' ἀπόντας, ποθουμένους δὲ, καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν. Μεγάλη γὰρ τῆς ἀγάπης ἡ τυραννίς· πάντων ἀφίστησι, καὶ τῷ ποθουμένῳ προσδεσμεῖ τὴν ψυχήν. Ἂν οὕτω τὸν Χριστὸν ἀγαπήσωμεν, πάντα τὰ ἐνταῦθα σκιὰ, πάντα εἰκὼν φανεῖται καὶ ὄναρ. Ἐροῦμεν καὶ ἡμεῖς· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία; Οὐκ εἶπε, χρήματα, ἢ πλοῦτος, ἢ κάλλος (ταῦτα γὰρ σφόδρα εὐτελῆ καὶ καταγέλαστα)· ἀλλὰ τὰ δοκοῦντα εἶναι βαρέα τέθεικε, λιμοὺς, διωγμοὺς, θανάτους. Εἶτα ἐκεῖνος μὲν ὡς οὐδὲν ὄντα καὶ ταῦτα διέπτυσεν· ἡμεῖς δὲ διὰ χρήματα χωριζόμεθα τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τοῦ φωτὸς ἀποσχιζόμεθα. Καὶ Παῦλος μὲν οὐ θάνατον, οὐδὲ ζωὴν, οὐδὲ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσιν ἑτέραν προτιμᾷ τῆς εἰς αὐτὸν ἀγάπης· ἡμεῖς δὲ χρυσίον ὀλίγον ἂν ἴδωμεν, ἐκκαιόμεθα καὶ τοὺς αὐτοῦ πατοῦμεν νόμους. Εἰ δὲ οὐκ ἀνεκτὰ ταῦτα λεγόμενα, πολλῷ μᾶλλον ἐκεῖνα μὴ γινόμενα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἀκούοντες μὲν φρίττομεν, πράττοντες δὲ οὐ φρίττομεν, ἀλλὰ καὶ ὄμνυμεν εὐκόλως, καὶ ἐπιορκοῦμεν, καὶ ἁρπάζομεν, καὶ τόκους ἀπαιτοῦμεν, καὶ σωφροσύνης ἀμελοῦμεν, καὶ εὐχῆς ἀκριβεστάτης ἀφεστήκαμεν, καὶ τὰ πλείονα παραβαίνομεν τῶν ἐπιταγμάτων, καὶ χρημάτων ἕνεκεν τῶν μελῶν τῶν ἡμετέρων οὐδένα ποιούμεθα λόγον. Ὁ γὰρ χρημάτων ἐρῶν, μυρία τὸν πλησίον διαθήσει κακὰ, καὶ ἑαυτὸν μετ' ἐκείνου. Καὶ γὰρ ὀργιεῖται ῥᾳδίως, καὶ λοιδορήσεται, καὶ μωρὸν καλέσει, καὶ ὀμεῖται, καὶ ἐπιορκήσει, καὶ οὐδὲ τοῦ παλαιοῦ τὰ μέτρα διατηρεῖ νόμου· οὐ γὰρ ἀγαπήσει τὸν πλησίον ὁ τὸ χρυσίον ἀγαπῶν. Καίτοι γε καὶ ἡμεῖς καὶ τοὺς ἐχθροὺς κελευόμεθα διὰ τὴν βασιλείαν φιλεῖν. Εἰ γὰρ τὰ παλαιὰ ἐπιτάγματα πληροῦντες, οὐ δυνησόμεθα ἐπιβῆναι τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλέον ἐκείνων· οἱ καὶ ἐκεῖνα παραβαίνοντες, τίνος τευξόμεθα ἀπολογίας; Ὁ χρημάτων ἐρῶν, οὐ μόνον ἐχθροὺς οὐκ ἀγαπήσει, ἀλλὰ καὶ φίλοις ὡς ἐχθροῖς χρήσεται.