Ancient Greek · ~19 min
Εἶπον οὖν πρὸς αὐτόν· «Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;» Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-15
Not analysed yet
Ἀλλ' εἰ καὶ ἐκεῖνοι οὐδὲν ἐκέρδαναν, ἡμεῖς κερδᾶναι σπουδάσωμεν ἐκ τοῦ συνεχῶς περὶ ἀναστάσεως διαλέγεσθαι. Κἂν πλεονεκτῆσαι βουληθῶμεν, κἂν ἁρπάσαι, κἂν ἄτοπόν τι πρᾶξαι, εὐθέως τὴν ἡμέραν ἐκείνην εἰς νοῦν λαμβάνωμεν, καὶ τὸ δικαστήριον ὑπογράφωμεν· καὶ παντὸς χαλινοῦ σφοδρότερον καθέξει τὴν ὁρμὴν τὴν ἄτοπον ὁ λογισμὸς οὗτος. Καὶ λέγωμεν πρὸς ἄλλους τε ἀεὶ καὶ πρὸς ἑαυτούς· ἀνάστασίς ἐστι, καὶ δικαστήριον ἡμᾶς μένει φοβερόν. Κἂν ἴδωμέν τινα γαυρούμενον, καὶ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς φλεγμαίνοντα, τὸ αὐτὸ ἐπιλέγωμεν, ἐμφαίνοντες ὅτι πάντα ἐνταῦθα μένει· κἂν ἕτερον ἀλγοῦντα ἴδωμεν καὶ ἀποδυσπετοῦντα, καὶ πρὸς ἐκεῖνον τὸ αὐτὸ φθεγγώμεθα, δηλοῦντες ὅτι τέλος ἕξει τὰ λυπηρά. Κἂν ῥᾳθυμοῦντα καὶ διακεχυμένον, τὸ αὐτὸ πάλιν ἐπᾴδωμεν, δηλοῦντες ὅτι ἀνάγκη, τῆς ῥᾳθυμίας εὐθύνας διδόναι. Ἱκανὸν τοῦτο τὸ ῥῆμα παντὸς φαρμάκου μᾶλλον τὴν ἡμετέραν θεραπεῦσαι ψυχήν. Καὶ γάρ ἐστιν ἀνάστασις, καὶ ἀνάστασις ἐπὶ θύραις, οὐ μακρὰν οὐδὲ πόῤῥω. Ἔτι γὰρ μικρὸν, φησὶ Παῦλος, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· τουτέστι, καὶ πονηροὺς καὶ ἀγαθοὺς, ἵνα κἀκεῖνοι ἐπὶ πάντων αἰσχύνωνται, καὶ οὗτοι πάλιν ἐπὶ πάντων λαμπρότεροι γένωνται. Καθάπερ γὰρ οἱ ἐνταῦθα δικάζοντες καὶ πονηροὺς κολάζουσι, καὶ ἀγαθοὺς τιμῶσι δημοσίᾳ· οὕτω δὴ καὶ ἐκεῖ γίνεται· ὥστε τοῖς μὲν τὴν αἰσχύνην μείζω, τοῖς δὲ τὴν λαμπρότητα γενέσθαι περιφανεστέραν. Ταῦτα τοίνυν καθ' ἑκάστην ὑπογράφωμεν ἑαυτοῖς τὴν ἡμέραν. Ταῦτα ἂν ἀεὶ στρέφωμεν, οὐδὲν ἡμᾶς τῶν παρόντων καὶ ἐπικήρων κατασχεῖν δυνήσεται πραγμάτων. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Συνεχῶς τοίνυν καὶ πρὸς ἑαυτοὺς φθεγγώμεθα, καὶ πρὸς ἀλλήλους· Ἀνάστασίς ἐστι, καὶ κρίσις, καὶ εὐθῦναι τῶν πεπραγμένων. Καὶ ὅσοι νομίζουσιν εἱμαρμένην εἶναι, τοῦτο λεγέτωσαν, καὶ εὐθέως ἀπαλλαγήσονται τῆς σηπεδόνος τοῦ νοσήματος. Εἰ γὰρ ἀνάστασίς ἐστι καὶ κρίσις, οὐκ ἔστιν εἱμαρμένη, κἂν μυρία φιλονεικῶσι καὶ ἀποπνίγωνται. Ἀλλὰ γὰρ αἰσχύνομαι Χριστιανοὺς περὶ ἀναστάσεως διδάσκων. Ὁ γὰρ δεόμενος μαθεῖν ὅτι ἔστιν ἀνάστασις, καὶ μὴ σφόδρα πεπεικὼς ἑαυτὸν, ὅτι οὐκ ἀνάγκῃ, καὶ ἁπλῶς, καὶ ὡς ἔτυχε, τὰ πράγματα φέρεται, οὐκ ἂν εἴη Χριστιανός. Διὰ τοῦτο, παρακαλῶ καὶ δέομαι, πάντων τῶν πονηρῶν ἑαυτοὺς ἐκκαθάρωμεν, καὶ πάντα πράξωμεν, ὥστε συγγνώμης τυχεῖν καὶ ἀπολογίας κατὰ τὴν ἡμέραν ἐκείνην. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ πότε συντέλεια; πότε δὲ ἀνάστασις ἔσται; ἰδοὺ πόσος γέγονε χρόνος, καὶ οὐδὲν τοιοῦτον συνέβη; Ἀλλ' ἔσται, πιστεύσατε. Καὶ γὰρ οἱ πρὸ τοῦ κατακλυσμοῦ τοιαῦτα ἔλεγον, καὶ κατεγέλων τοῦ Νῶε· ἀλλ' ἦλθεν ὁ κατακλυσμὸς, καὶ παρέσυρε τούτους μὲν ἅπαντας ἀπιστοῦντας, ἐκεῖνον δὲ διέσωσε μόνον τὸν πιστεύσαντα. Καὶ οἱ ἐπὶ τοῦ Λὼτ οὐ προσεδόκων τὴν θεήλατον πληγὴν ἐκείνην, ἕως οἱ πρηστῆρες ἐκεῖνοι, καὶ κεραυνοὶ, κατενεχθέντες ἅπαντας ἠφάνισαν. Καὶ οὔτε ἐπὶ τούτων, οὔτε ἐπὶ τῶν κατὰ τὸν Νῶε ἐγένετο προοίμιον τῶν μελλόντων συμβήσεσθαι· ἀλλὰ τρυφώντων, μεθυόντων, ἐμπαροινούντων ἁπάντων, οὕτως ἐκεῖνα γέγονε τὰ ἀφόρητα. Οὕτω καὶ ἡ ἀνάστασις ἔσται, οὐ μετὰ προοιμίων τινῶν, ἀλλ' ἐν μέσαις ὄντων ἡμῶν εὐημερίαις. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι. Τοῦτο δὲ οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἵνα διὰ παντὸς ὦμεν ἐναγώνιοι, καὶ ἐν αὐτῇ τῇ ἀσφαλείᾳ μὴ θαῤῥῶμεν. Τί λέγεις; οὐ προσδοκᾷς τὴν ἀνάστασιν ἔσεσθαι καὶ κρίσιν; δαίμονες ὁμολογοῦσι ταῦτα, καὶ σὺ οὐχ ὁμολογεῖς; Ἦλθες γὰρ, φησὶν, ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἱ δὲ βάσανον ἔσεσθαι λέγοντες, καὶ κρίσιν ἴσασι, καὶ εὐθύνας, καὶ τιμωρίας. Μὴ τοίνυν παροξύνωμεν τὸν Θεὸν πρὸς τὸ φαῦλα τολμᾷν, καὶ ἀπιστοῦντες τῷ τῆς ἀναστάσεως λόγῳ. Ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις ἦρξεν ἡμῶν ὁ Χριστὸς, οὕτω καὶ ἐν τούτῳ. Καὶ γὰρ πρωτότοκος διὰ τοῦτο λέγεται ἐκ τῶν νεκρῶν. Εἰ δὲ μὴ ἀνάστασις ἦν, πῶς ἔμελλε πρωτότοκος ἔσεσθαι, μηδενὸς αὐτῷ τῶν νεκρῶν ἑπομένου; Εἰ μὴ ἀνάστασις ἦν, ποῦ τοῦ Θεοῦ τὸ δίκαιον σωθήσεται, τοσούτων μὲν πονηρῶν εὐημερούντων, τοσούτων δὲ ἀγαθῶν θλιβομένων, καὶ ἐν τῇ θλίψει τὸν βίον καταλυόντων; Ποῦ γὰρ τὰ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται τούτων, εἴ γε ἀνάστασις μὴ ἔστιν; Οὐδεὶς τῶν ὀρθῶς βεβιωκότων τῇ ἀναστάσει διαπιστεῖ, ἀλλὰ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν, τὴν ῥῆσιν ἐκείνην τὴν ἁγίαν λέγοντες· Ἐλθέτω ἡ βασιλεία σου. Τίνες οὖν εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦντες; Οἱ βεβήλους ἔχοντες τὰς ὁδοὺς καὶ ἀκάθαρτον τὸν βίον, καθάπερ ὁ Προφήτης φησί· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνθρωπον βίον ἔχειν καθαρὸν, ἀναστάσει διαπιστοῦντα· ὡς οἵ γε μηδὲν συνειδότες ἑαυτοῖς πονηρὸν, καὶ λέγουσι, καὶ βούλονται, καὶ πιστεύουσιν ὥστε τὴν ἀνταπόδοσιν λαβεῖν. Μὴ τοίνυν αὐτὸν παροξύνωμεν, ἀλλ' ἀκούωμεν αὐτοῦ λέγοντος, ὅτι Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ἵνα διὰ τοῦ φόβου γενώμεθα βελτίους, καὶ τῆς ἀπωλείας ταύτης ἀπαλλαγέντες, καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ προσκυνητῷ καὶ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.