Ancient Greek · ~14 min
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-22
Not analysed yet
Ἀλλὰ νῦν μετὰ τῶν ἄλλων κακῶν καὶ τοῦτο τῶν γυναικῶν τὸ νόσημα κρατεῖ. Ἐπίδειξιν γὰρ ἐν τοῖς θρήνοις ποιοῦνται καὶ τοῖς κωκυτοῖς, γυμνοῦσαι βραχίονας, σπαράττουσαι τρίχας, χαράδρας ποιοῦσαι κατὰ τῶν παρειῶν. Καὶ τοῦτο ποιοῦσιν, αἱ μὲν ὑπὸ πένθους, αἱ δὲ ὑπὸ ἐπιδείξεως καὶ φιλοτιμίας, αἱ δὲ ὑπὸ ἀσωτίας· καὶ τοὺς βραχίονας γυμνοῦσιν, ἐν ὄψεσι καὶ ταῦτα ἀνδρῶν. Τί ποιεῖς, ὦ γύναι; γυμνοῖς σεαυτὴν ἀσχημόνως, εἰπέ μοι, ἐπὶ μέσης τῆς ἀγορᾶς, τοῦ Χριστοῦ μέλος οὖσα, ἀνδρῶν παρόντων κατὰ τὴν ἀγοράν; καὶ τρίχας τίλλεις, καὶ διασχίζεις ἐσθῆτα, καὶ μέγα κωκύεις, καὶ χορὸν περιιστᾷς, καὶ μαινάδων γυναικῶν εἰκόνα διασώζεις, καὶ οὐχ ἡγῇ τῷ Θεῷ προσκρούειν; Πόσης ταῦτα μανίας; ἆρ' οὐ γελάσονται Ἕλληνες; ἆρ' οὐ μύθους τὰ ἡμέτερα εἶναι νομίσουσιν; Ἐροῦσι γάρ· Οὐκ ἔστιν ἀνάστασις, ἀλλὰ χλεύη τὰ τῶν Χριστιανῶν, ἀπάτη καὶ συσκευή. Καθάπερ γὰρ οὐδενὸς ὄντος μετὰ ταῦτα, οὕτω κωκύουσιν αἱ παρ' αὐτοῖς γυναῖκες· οὐ προσέχουσι τοῖς ῥήμασι τοῖς ἐν τοῖς βιβλίοις αὐτῶν κεχαραγμένοις. Πλάσματα ἐκεῖνα πάντα, καὶ δηλοῦσιν αὐταί. Εἰ γὰρ ἐπίστευον, ὅτι ὁ τετελευτηκὼς οὐ τετελεύτηκεν, ἀλλ' ἐπὶ βελτίονα ζωὴν μετέστη, οὐκ ἂν αὐτὸν ὡς οὐκ ἔτι ὄντα ἐθρήνησαν, οὐκ ἂν οὕτω κατεκόπτοντο, οὐκ ἂν τοιαύτας ἀφῆκαν φωνὰς ἀπιστίας γεμούσας· Οὐκ ἔτι σε ὄψομαι, οὐκ ἔτι σε ἀπολήψομαι. Μῦθος ἅπαντα τὰ παρ' αὐτοῖς. Εἰ δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν οὕτω διαπιστεῖται, πολλῷ μᾶλλον καὶ τὰ ἄλλα τὰ παρ' αὐτοῖς σεμνά. Οὐχ οὕτως Ἕλληνες γυναικίζονται· πολλοὶ παρ' αὐτοῖς ἐφιλοσόφησαν. Καὶ ἀκούσασα Ἕλλην γυνὴ περὶ παιδὸς ἐν πολέμῳ πεσόντος, εὐθέως ἤρετο· Τὰ δὲ τῆς πόλεως πῶς διάκειται πράγματα; καὶ ἄλλος φιλόσοφος ἐστεφανωμένος, ἐπειδὴ ἤκουσεν ὅτι ὑπὲρ τῆς πατρίδος ὁ παῖς ἔπεσεν, ἀφελόμενος τὸν στέφανον, καὶ ἐρόμενος ὁπότερος τοῖν δυοῖν, ἐπειδὴ ἔμαθε τὸν πεσόντα, τὸν στέφανον εὐθὺς πάλιν ἐπέθηκε. Πολλοὶ δὲ καὶ υἱεῖς καὶ θυγατέρας ἐπέδωκαν εἰς σφαγὴν, δαίμονας τιμῶντες. Αἱ δὲ Λακωνικαὶ γυναῖκες καὶ παραινοῦσι τοῖς παισὶν, ἢ τὴν ἀσπίδα διασῶσαι ἐκ τοῦ πολέμου, ἢ ἐπ' αὐτῆς ἐνεχθῆναι νεκρόν. Διὰ ταῦτα αἰσχύνομαι ὅτι Ἕλληνες τοιαῦτα φιλοσοφοῦσιν, ἡμεῖς δὲ ἀσχημονοῦμεν. Οἱ περὶ ἀναστάσεως οὐδὲν εἰδότες, τὰ τῶν εἰδότων πράττουσιν· οἱ δὲ εἰδότες, τὰ τῶν ἀγνοούντων. Πολλοὶ καὶ ὃ διὰ Θεὸν οὐ ποιοῦσι, τοῦτο δι' ἀνθρώπων αἰδῶ πράττουσι πολλάκις. Αἱ γὰρ εὐπορώτεραι τῶν γυναικῶν τρίχας οὐ τίλλουσιν, οὐ βραχίονας γυμνοῦσιν· ὃ καὶ αὐτὸ κατηγορίας ἐσχάτης, οὐκ ἐπειδὴ οὐ γυμνοῦσιν, ἀλλ' ἐπειδὴ οὐ δι' εὐλάβειαν αὐτὸ πράττουσιν, ἀλλὰ διὰ τὸ μὴ δόξαι καταισχύνειν ἑαυτάς. Εἶτα αἰδὼς μὲν πένθους κρατεῖ, ὁ δὲ τοῦ Θεοῦ φόβος οὐ κρατεῖ; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κατηγορίας ἄξια; Ἐχρῆν οὖν ὃ ποιοῦσιν αἱ πλουτοῦσαι διὰ τὸν πλοῦτον, τὰς πενομένας διὰ τὸν τοῦ Θεοῦ φόβον ποιεῖν. Νῦν δὲ πάντα ἀπεναντίας, κἀκεῖναι διὰ κενοδοξίαν φιλοσοφοῦσι, καὶ αὗται διὰ μικροψυχίαν ἀσχημονοῦσι. Τί ταύτης τῆς ἀνωμαλίας χεῖρον; Πάντα δι' ἀνθρώπους, πάντα διὰ τὰ ἐνταῦθα πράττομεν. Καὶ ῥήματα παραφροσύνης γέμοντα φθέγγονται καὶ πολλοῦ γέλωτος. Καὶ ὁ μὲν Κύριός φησι· Μακάριοι οἱ πενθοῦντες, τοὺς τὰ ἁμαρτήματα πενθοῦντας λέγων· καὶ οὐδεὶς ἐκεῖνο πενθεῖ τὸ πένθος, οὐδὲ φροντίζει τῆς ψυχῆς ἀπολωλυίας· τοῦτο δὲ οὐκ ἐκελεύσθημεν πράττειν, καὶ πράττομεν. Τί οὖν; φησί· καὶ ἄνθρωπον ὄντα ἔνι μὴ δακρύειν; Οὐδὲ ἐγὼ τοῦτο κωλύω, ἀλλὰ κωλύω τὸ κόπτεσθαι, τὸ ἀμέτρως τοῦτο ποιεῖν. Οὐκ εἰμὶ θηριώδης, οὐδὲ ἀπηνής· οἶδα ὅτι ἡ φύσις ἐλέγχεται, καὶ ἐπιζητεῖ τὴν συνήθειαν καὶ τὴν ὁμιλίαν τὴν καθημερινήν. Οὐκ ἔνεστι μὴ λυπεῖσθαι. Τοῦτο καὶ ὁ Χριστὸς ἔδειξεν· ἐδάκρυσε γὰρ ἐπὶ τοῦ Λαζάρου. Τοῦτο καὶ σὺ ποίησον· δάκρυσον, ἀλλ' ἠρέμα, ἀλλὰ μετὰ εὐσχημοσύνης, ἀλλὰ μετὰ τοῦ φόβου τοῦ Θεοῦ. Ἂν δακρύσῃς οὕτως, οὐχ ὡς τῇ ἀναστάσει διαπιστῶν τοῦτο ποιεῖς, ἀλλ' ὡς οὐ φέρων τὸν χωρισμόν.